Book Read Free

Complete Works of Homer

Page 548

by Homer


  οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτ' ἀνθρώπων:

  ὃν δέ κ' ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι

  μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα. 550

  τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια Ἥρη:

  αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες;

  καὶ λίην σε πάρος γ' οὔτ' εἴρομαι οὔτε μεταλλῶ,

  ἀλλὰ μάλ' εὔκηλος τὰ φράζεαι ἅσσ' ἐθέλῃσθα.

  νῦν δ' αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ 555

  ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος:

  ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων:

  τῇ σ' ὀί̈ω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα

  τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.

  τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς: 560

  δαιμονίη αἰεὶ μὲν ὀί̈εαι οὐδέ σε λήθω:

  πρῆξαι δ' ἔμπης οὔ τι δυνήσεαι, ἀλλ' ἀπὸ θυμοῦ

  μᾶλλον ἐμοὶ ἔσεαι: τὸ δέ τοι καὶ ῥίγιον ἔσται.

  εἰ δ' οὕτω τοῦτ' ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι:

  ἀλλ' ἀκέουσα κάθησο, ἐμῷ δ' ἐπιπείθεο μύθῳ, 565

  μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσ' ἐν Ὀλύμπῳ

  ἆσσον ἰόνθ', ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.

  ὣς ἔφατ' ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη,

  καί ῥ' ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ:

  ὄχθησαν δ' ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες: 570

  τοῖσιν δ' Ἥφαιστος κλυτοτέχνης ἦρχ' ἀγορεύειν

  μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ:

  ἦ δὴ λοίγια ἔργα τάδ' ἔσσεται οὐδ' ἔτ' ἀνεκτά,

  εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,

  ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον: οὐδέ τι δαιτὸς 575

  ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.

  μητρὶ δ' ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ

  πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε

  νεικείῃσι πατήρ, σὺν δ' ἡμῖν δαῖτα ταράξῃ.

  εἴ περ γάρ κ' ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς 580

  ἐξ ἑδέων στυφελίξαι: ὃ γὰρ πολὺ φέρτατός ἐστιν.

  ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν:

  αὐτίκ' ἔπειθ' ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν.

  ὣς ἄρ' ἔφη καὶ ἀναί̈ξας δέπας ἀμφικύπελλον

  μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε: 585

  τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ,

  μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι

  θεινομένην, τότε δ' οὔ τι δυνήσομαι ἀχνύμενός περ

  χραισμεῖν: ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι:

  ἤδη γάρ με καὶ ἄλλοτ' ἀλεξέμεναι μεμαῶτα 590

  ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο,

  πᾶν δ' ἦμαρ φερόμην, ἅμα δ' ἠελίῳ καταδύντι

  κάππεσον ἐν Λήμνῳ, ὀλίγος δ' ἔτι θυμὸς ἐνῆεν:

  ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.

  ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη, 595

  μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον:

  αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν

  οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων:

  ἄσβεστος δ' ἄρ' ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν

  ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα. 600

  ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

  δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐί̈σης,

  οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχ' Ἀπόλλων,

  Μουσάων θ' αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.

  αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο, 605

  οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος,

  ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις

  Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι:

  Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊ' Ὀλύμπιος ἀστεροπητής,

  ἔνθα πάρος κοιμᾶθ' ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι: 610

  ἔνθα καθεῦδ' ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη.

  Ῥαψωδία β

  ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ

  εὗδον παννύχιοι, Δία δ' οὐκ ἔχε νήδυμος ὕπνος,

  ἀλλ' ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα

  τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.

  ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή, 5

  πέμψαι ἐπ' Ἀτρεί̈δῃ Ἀγαμέμνονι οὖλον ὄνειρον:

  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

  βάσκ' ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν:

  ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεί̈δαο

  πάντα μάλ' ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω: 10

  θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς

  πανσυδίῃ: νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν

  Τρώων: οὐ γὰρ ἔτ' ἀμφὶς Ὀλύμπια δώματ' ἔχοντες

  ἀθάνατοι φράζονται: ἐπέγναμψεν γὰρ ἅπαντας

  Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδε' ἐφῆπται. 15

  ὣς φάτο, βῆ δ' ἄρ' ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε:

  καρπαλίμως δ' ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν,

  βῆ δ' ἄρ' ἐπ' Ἀτρεί̈δην Ἀγαμέμνονα: τὸν δὲ κίχανεν

  εὕδοντ' ἐν κλισίῃ, περὶ δ' ἀμβρόσιος κέχυθ' ὕπνος.

  στῆ δ' ἄ�
�' ὑπὲρ κεφαλῆς Νηληί̈ῳ υἷι ἐοικώς 20

  Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖ' Ἀγαμέμνων:

  τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος:

  εὕδεις Ἀτρέος υἱὲ δαί̈φρονος ἱπποδάμοιο:

  οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα

  ᾧ λαοί τ' ἐπιτετράφαται καὶ τόσσα μέμηλε: 25

  νῦν δ' ἐμέθεν ξύνες ὦκα: Διὸς δέ τοι ἄγγελός εἰμι,

  ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ' ἐλεαίρει.

  θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς

  πανσυδίῃ: νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν

  Τρώων: οὐ γὰρ ἔτ' ἀμφὶς Ὀλύμπια δώματ' ἔχοντες 30

  ἀθάνατοι φράζονται: ἐπέγναμψεν γὰρ ἅπαντας

  Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδε' ἐφῆπται

  ἐκ Διός: ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί, μηδέ σε λήθη

  αἱρείτω εὖτ' ἄν σε μελίφρων ὕπνος ἀνήῃ.

  ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπ' αὐτοῦ 35

  τὰ φρονέοντ' ἀνὰ θυμὸν ἅ ῥ' οὐ τελέεσθαι ἔμελλον:

  φῆ γὰρ ὅ γ' αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ

  νήπιος, οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα:

  θήσειν γὰρ ἔτ' ἔμελλεν ἐπ' ἄλγεά τε στοναχάς τε

  Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας. 40

  ἔγρετο δ' ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτ' ὀμφή:

  ἕζετο δ' ὀρθωθείς, μαλακὸν δ' ἔνδυνε χιτῶνα

  καλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος:

  ποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,

  ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον: 45

  εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ

  σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων:

  ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον

  Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν:

  αὐτὰρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε 50

  κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς:

  οἳ μὲν ἐκήρυσσον, τοὶ δ' ἠγείροντο μάλ' ὦκα:

  βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων

  Νεστορέῃ παρὰ νηὶ̈ Πυλοιγενέος βασιλῆος:

  τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν: 55

  κλῦτε φίλοι: θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος

  ἀμβροσίην διὰ νύκτα: μάλιστα δὲ Νέστορι δίῳ

  εἶδός τε μέγεθός τε φυήν τ' ἄγχιστα ἐῴκει:

  στῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν:

  εὕδεις Ἀτρέος υἱὲ δαί̈φρονος ἱπποδάμοιο: 60

  οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,

  ᾧ λαοί τ' ἐπιτετράφαται καὶ τόσσα μέμηλε:

  νῦν δ' ἐμέθεν ξύνες ὦκα: Διὸς δέ τοι ἄγγελός εἰμι,

  ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ' ἐλεαίρει:

  θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς 65

  πανσυδίῃ: νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν

  Τρώων: οὐ γὰρ ἔτ' ἀμφὶς Ὀλύμπια δώματ' ἔχοντες

  ἀθάνατοι φράζονται: ἐπέγναμψεν γὰρ ἅπαντας

  Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδε' ἐφῆπται

  ἐκ Διός: ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν: ὣς ὃ μὲν εἰπὼν 70

  ᾤχετ' ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν.

  ἀλλ' ἄγετ' αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν:

  πρῶτα δ' ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί,

  καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω:

  ὑμεῖς δ' ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν. 75

  ἤτοι ὅ γ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο, τοῖσι δ' ἀνέστη

  Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος,

  ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν:

  ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες

  εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε 80

  ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον:

  νῦν δ' ἴδεν ὃς μέγ' ἄριστος Ἀχαιῶν εὔχεται εἶναι:

  ἀλλ' ἄγετ' αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.

  ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι,

  οἳ δ' ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν 85

  σκηπτοῦχοι βασιλῆες: ἐπεσσεύοντο δὲ λαοί.

  ἠύ̈τε ἔθνεα εἶσι μελισσάων ἁδινάων

  πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων,

  βοτρυδὸν δὲ πέτονται ἐπ' ἄνθεσιν εἰαρινοῖσιν:

  αἳ μέν τ' ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα: 90

  ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων

  ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο

  ἰλαδὸν εἰς ἀγορήν: μετὰ δέ σφισιν ὄσσα δεδήει

  ὀτρύνουσ' ἰέναι Διὸς ἄγγελος: οἳ δ' ἀγέροντο.

  τετρήχει δ' ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα 95

  λαῶν ἱζόντων, ὅμαδος δ' ἦν: ἐννέα δέ σφεας

  κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτ' ἀϋτῆς

  σχοίατ', ἀκούσειαν δὲ διοτρεφέων βασιλήων.

  σπουδῇ δ' ἕζετο λαός, ἐρήτυθεν δὲ καθ' ἕδρας

  παυσάμενοι κλαγγῆς: ἀνὰ δὲ κρείων Ἀγαμέμνων 100

  ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων.

  Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι,

  αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ:

  Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πλ
ηξίππῳ,

  αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκ' Ἀτρέϊ ποιμένι λαῶν, 105

  Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ,

  αὐτὰρ ὃ αὖτε Θυέστ' Ἀγαμέμνονι λεῖπε φορῆναι,

  πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν.

  τῷ ὅ γ' ἐρεισάμενος ἔπε' Ἀργείοισι μετηύδα:

  ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος 110

  Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,

  σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν

  Ἴλιον ἐκπέρσαντ' εὐτείχεον ἀπονέεσθαι,

  νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει

  δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν. 115

  οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,

  ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα

  ἠδ' ἔτι καὶ λύσει: τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.

  αἰσχρὸν γὰρ τόδε γ' ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι

  μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν 120

  ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι

  ἀνδράσι παυροτέροισι, τέλος δ' οὔ πώ τι πέφανται:

  εἴ περ γάρ κ' ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε

  ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω,

  Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν, 125

  ἡμεῖς δ' ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί,

  Τρώων δ' ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν,

 

‹ Prev