Book Read Free

Complete Works of Homer

Page 554

by Homer


  ἀλλ' ὅτε δὴ πολύμητις ἀναί̈ξειεν Ὀδυσσεὺς

  στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας,

  σκῆπτρον δ' οὔτ' ὀπίσω οὔτε προπρηνὲς ἐνώμα,

  ἀλλ' ἀστεμφὲς ἔχεσκεν ἀί̈δρεϊ φωτὶ ἐοικώς:

  φαίης κε ζάκοτόν τέ τιν' ἔμμεναι ἄφρονά τ' αὔτως. 220

  ἀλλ' ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη

  καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν,

  οὐκ ἂν ἔπειτ' Ὀδυσῆί̈ γ' ἐρίσσειε βροτὸς ἄλλος:

  οὐ τότε γ' ὧδ' Ὀδυσῆος ἀγασσάμεθ' εἶδος ἰδόντες.

  τὸ τρίτον αὖτ' Αἴαντα ἰδὼν ἐρέειν' ὃ γεραιός: 225

  τίς τὰρ ὅδ' ἄλλος Ἀχαιὸς ἀνὴρ ἠύ̈ς τε μέγας τε

  ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους;

  τὸν δ' Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν:

  οὗτος δ' Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν:

  Ἰδομενεὺς δ' ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς 230

  ἕστηκ', ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται.

  πολλάκι μιν ξείνισσεν ἀρηί̈φιλος Μενέλαος

  οἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο.

  νῦν δ' ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς,

  οὕς κεν ἐὺ̈ γνοίην καί τ' οὔνομα μυθησαίμην: 235

  δοιὼ δ' οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν

  Κάστορά θ' ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα

  αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ.

  ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς,

  ἢ δεύρω μὲν ἕποντο νέεσσ' ἔνι ποντοπόροισι, 240

  νῦν αὖτ' οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν

  αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλ' ἅ μοί ἐστιν.

  ὣς φάτο, τοὺς δ' ἤδη κάτεχεν φυσίζοος αἶα

  ἐν Λακεδαίμονι αὖθι φίλῃ ἐν πατρίδι γαίῃ.

  κήρυκες δ' ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ 245

  ἄρνε δύω καὶ οἶνον ἐύ̈φρονα καρπὸν ἀρούρης

  ἀσκῷ ἐν αἰγείῳ: φέρε δὲ κρητῆρα φαεινὸν

  κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα:

  ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν:

  ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι 250

  Τρώων θ' ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων

  ἐς πεδίον καταβῆναι ἵν' ὅρκια πιστὰ τάμητε:

  αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηί̈φιλος Μενέλαος

  μακρῇς ἐγχείῃσι μαχήσοντ' ἀμφὶ γυναικί:

  τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθ' ἕποιτο: 255

  οἳ δ' ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες

  ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται

  Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιί̈δα καλλιγύναικα.

  ὣς φάτο ῥίγησεν δ' ὃ γέρων, ἐκέλευσε δ' ἑταίρους

  ἵππους ζευγνύμεναι: τοὶ δ' ὀτραλέως ἐπίθοντο. 260

  ἂν δ' ἄρ' ἔβη Πρίαμος, κατὰ δ' ἡνία τεῖνεν ὀπίσσω:

  πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον:

  τὼ δὲ διὰ Σκαιῶν πεδίον δ' ἔχον ὠκέας ἵππους.

  ἀλλ' ὅτε δή ῥ' ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς,

  ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν 265

  ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο.

  ὄρνυτο δ' αὐτίκ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων,

  ἂν δ' Ὀδυσεὺς πολύμητις: ἀτὰρ κήρυκες ἀγαυοὶ

  ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον

  μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. 270

  Ἀτρεί̈δης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,

  ἥ οἱ πὰρ ξίφεος μέγα κουλεόν αἰὲν ἄωρτο,

  ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας: αὐτὰρ ἔπειτα

  κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις.

  τοῖσιν δ' Ἀτρεί̈δης μεγάλ' εὔχετο χεῖρας ἀνασχών: 275

  Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε,

  Ἠέλιός θ', ὃς πάντ' ἐφορᾷς καὶ πάντ' ἐπακούεις,

  καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας

  ἀνθρώπους τίνυσθον ὅτις κ' ἐπίορκον ὀμόσσῃ,

  ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δ' ὅρκια πιστά: 280

  εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ

  αὐτὸς ἔπειθ' Ἑλένην ἐχέτω καὶ κτήματα πάντα,

  ἡμεῖς δ' ἐν νήεσσι νεώμεθα ποντοπόροισιν:

  εἰ δέ κ' Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος,

  Τρῶας ἔπειθ' Ἑλένην καὶ κτήματα πάντ' ἀποδοῦναι, 285

  τιμὴν δ' Ἀργείοις ἀποτινέμεν ἥν τιν' ἔοικεν,

  ἥ τε καὶ ἐσσομένοισι μετ' ἀνθρώποισι πέληται.

  εἰ δ' ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες

  τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος,

  αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς 290

  αὖθι μένων, ἧός κε τέλος πολέμοιο κιχείω.

  ἦ, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ:

  καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας

  θυμοῦ δευομένους: ἀπὸ γὰρ μένος εἵλετο χαλκός.

  οἶνον δ' ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν 295

  ἔκχεον, ἠδ' εὔχοντο θεοῖς αἰειγενέτῃσιν.

  ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε:

  Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι

  ὁππότεροι πρότεροι �
�πὲρ ὅρκια πημήνειαν

  ὧδέ σφ' ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος 300

  αὐτῶν καὶ τεκέων, ἄλοχοι δ' ἄλλοισι δαμεῖεν.

  ὣς ἔφαν, οὐδ' ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων.

  τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε:

  κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί:

  ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν 305

  ἄψ, ἐπεὶ οὔ πω τλήσομ' ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι

  μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ:

  Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι

  ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν.

  ἦ ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς, 310

  ἂν δ' ἄρ' ἔβαιν' αὐτός, κατὰ δ' ἡνία τεῖνεν ὀπίσσω:

  πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον.

  τὼ μὲν ἄρ' ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο:

  Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς

  χῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτα 315

  κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,

  ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος.

  λαοὶ δ' ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον,

  ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε:

  Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε 320

  ὁππότερος τάδε ἔργα μετ' ἀμφοτέροισιν ἔθηκε,

  τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω,

  ἡμῖν δ' αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι.

  ὣς ἄρ' ἔφαν, πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ

  ἂψ ὁρόων: Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν. 325

  οἳ μὲν ἔπειθ' ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳ

  ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχε' ἔκειτο:

  αὐτὰρ ὅ γ' ἀμφ' ὤμοισιν ἐδύσετο τεύχεα καλὰ

  δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο.

  κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε 330

  καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας:

  δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν

  οἷο κασιγνήτοιο Λυκάονος: ἥρμοσε δ' αὐτῷ.

  ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον

  χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε: 335

  κρατὶ δ' ἐπ' ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν

  ἵππουριν: δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν:

  εἵλετο δ' ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει.

  ὣς δ' αὔτως Μενέλαος ἀρήϊος ἔντε' ἔδυνεν.

  οἳ δ' ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν, 340

  ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο

  δεινὸν δερκόμενοι: θάμβος δ' ἔχεν εἰσορόωντας

  Τρῶάς θ' ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς.

  καί ῥ' ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ

  σείοντ' ἐγχείας ἀλλήλοισιν κοτέοντε. 345

  πρόσθε δ' Ἀλέξανδρος προί̈ει δολιχόσκιον ἔγχος,

  καὶ βάλεν Ἀτρεί̈δαο κατ' ἀσπίδα πάντοσε ἴσην,

  οὐδ' ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ

  ἀσπίδ' ἐνὶ κρατερῇ: ὃ δὲ δεύτερον ὄρνυτο χαλκῷ

  Ἀτρεί̈δης Μενέλαος ἐπευξάμενος Διὶ πατρί: 350

  Ζεῦ ἄνα δὸς τίσασθαι ὅ με πρότερος κάκ' ἔοργε

  δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον,

  ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων

  ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ.

  ἦ ῥα καὶ ἀμπεπαλὼν προί̈ει δολιχόσκιον ἔγχος, 355

  καὶ βάλε Πριαμίδαο κατ' ἀσπίδα πάντοσε ἴσην:

  διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,

  καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο:

  ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα

  ἔγχος: ὃ δ' ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν. 360

  Ἀτρεί̈δης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον

  πλῆξεν ἀνασχόμενος κόρυθος φάλον: ἀμφὶ δ' ἄρ' αὐτῷ

  τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός.

  Ἀτρεί̈δης δ' ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν:

  Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος: 365

  ἦ τ' ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος:

  νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος

  ἠί̈χθη παλάμηφιν ἐτώσιον, οὐδ' ἔβαλόν μιν.

  ἦ καὶ ἐπαί̈ξας κόρυθος λάβεν ἱπποδασείης,

  ἕλκε δ' ἐπιστρέψας μετ' ἐϋκνήμιδας Ἀχαιούς: 370

  ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν,

  ὅς οἱ ὑπ' ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης.

  καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,

  εἰ μὴ ἄρ' ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη,

  ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο: 375

  κεινὴ δὲ τρυφάλεια ἅμ' ἕσπετο χειρὶ παχείῃ.

  τὴν μὲν ἔπειθ' ἥρως μετ' ἐϋκνήμιδας Ἀχαιοὺς

  ῥῖψ' ἐπιδινήσας, κόμισαν δ' ἐρίηρες ἑταῖροι:

  αὐτὰρ ὃ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων

  ἔγχεϊ χαλκείῳ: τὸν δ' ἐξήρπαξ' Ἀφροδίτη 380

  ῥεῖα μάλ' ὥς τε θεός, ἐκάλυψε δ' ἄρ' ἠέρι πολλῇ,

  κὰδ δ' εἷσ' ἐν θαλάμῳ εὐώδεϊ κηώεντι.

  αὐτὴ δ' αὖ Ἑλένην καλ�
��ουσ' ἴε: τὴν δὲ κίχανε

  πύργῳ ἐφ' ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν:

  χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα, 385

  γρηὶ̈ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν

  εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιετοώσῃ

  ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε:

  τῇ μιν ἐεισαμένη προσεφώνεε δῖ' Ἀφροδίτη:

  δεῦρ' ἴθ': Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι. 390

  κεῖνος ὅ γ' ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι

  κάλλεί̈ τε στίλβων καὶ εἵμασιν: οὐδέ κε φαίης

  ἀνδρὶ μαχεσσάμενον τόν γ' ἐλθεῖν, ἀλλὰ χορὸν δὲ

  ἔρχεσθ', ἠὲ χοροῖο νέον λήγοντα καθίζειν.

  ὣς φάτο, τῇ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε: 395

  καί ῥ' ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν

  στήθεά θ' ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα,

  θάμβησέν τ' ἄρ' ἔπειτα ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:

  δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;

  ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων 400

  ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς,

  εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων:

  οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος

  νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδ' ἄγεσθαι,

  τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης; 405

  ἧσο παρ' αὐτὸν ἰοῦσα, θεῶν δ' ἀπόεικε κελεύθου,

 

‹ Prev