Book Read Free

Complete Works of Homer

Page 555

by Homer


  μηδ' ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον,

  ἀλλ' αἰεὶ περὶ κεῖνον ὀί̈ζυε καί ἑ φύλασσε,

  εἰς ὅ κέ σ' ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην.

  κεῖσε δ' ἐγὼν οὐκ εἶμι: νεμεσσητὸν δέ κεν εἴη: 410

  κείνου πορσανέουσα λέχος: Τρῳαὶ δέ μ' ὀπίσσω

  πᾶσαι μωμήσονται: ἔχω δ' ἄχε' ἄκριτα θυμῷ.

  τὴν δὲ χολωσαμένη προσεφώνεε δῖ' Ἀφροδίτη:

  μή μ' ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω,

  τὼς δέ σ' ἀπεχθήρω ὡς νῦν ἔκπαγλ' ἐφίλησα, 415

  μέσσῳ δ' ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ

  Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι.

  ὣς ἔφατ', ἔδεισεν δ' Ἑλένη Διὸς ἐκγεγαυῖα,

  βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ

  σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν: ἦρχε δὲ δαίμων. 420

  αἳ δ' ὅτ' Ἀλεξάνδροιο δόμον περικαλλέ' ἵκοντο,

  ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο,

  ἣ δ' εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν.

  τῇ δ' ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη

  ἀντί' Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα: 425

  ἔνθα κάθιζ' Ἑλένη κούρη Διὸς αἰγιόχοιο

  ὄσσε πάλιν κλίνασα, πόσιν δ' ἠνίπαπε μύθῳ:

  ἤλυθες ἐκ πολέμου: ὡς ὤφελες αὐτόθ' ὀλέσθαι

  ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν.

  ἦ μὲν δὴ πρίν γ' εὔχε' ἀρηϊφίλου Μενελάου 430

  σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι:

  ἀλλ' ἴθι νῦν προκάλεσσαι ἀρηί̈φιλον Μενέλαον

  ἐξαῦτις μαχέσασθαι ἐναντίον: ἀλλά σ' ἔγωγε

  παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ

  ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι 435

  ἀφραδέως, μή πως τάχ' ὑπ' αὐτοῦ δουρὶ δαμήῃς.

  τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε:

  μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε:

  νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ,

  κεῖνον δ' αὖτις ἐγώ: πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν. 440

  ἀλλ' ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε:

  οὐ γάρ πώ ποτέ μ' ὧδέ γ' ἔρως φρένας ἀμφεκάλυψεν,

  οὐδ' ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς

  ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι,

  νήσῳ δ' ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ, 445

  ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.

  ἦ ῥα, καὶ ἄρχε λέχος δὲ κιών: ἅμα δ' εἵπετ' ἄκοιτις.

  τὼ μὲν ἄρ' ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν,

  Ἀτρεί̈δης δ' ἀν' ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς

  εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα. 450

  ἀλλ' οὔ τις δύνατο Τρώων κλειτῶν τ' ἐπικούρων

  δεῖξαι Ἀλέξανδρον τότ' ἀρηϊφίλῳ Μενελάῳ:

  οὐ μὲν γὰρ φιλότητί γ' ἐκεύθανον εἴ τις ἴδοιτο:

  ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.

  τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων: 455

  κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ' ἐπίκουροι:

  νίκη μὲν δὴ φαίνετ' ἀρηϊφίλου Μενελάου,

  ὑμεῖς δ' Ἀργείην Ἑλένην καὶ κτήμαθ' ἅμ' αὐτῇ

  ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τιν' ἔοικεν,

  ἥ τε καὶ ἐσσομένοισι μετ' ἀνθρώποισι πέληται. 460

  ὣς ἔφατ' Ἀτρεί̈δης, ἐπὶ δ' ᾔνεον ἄλλοι Ἀχαιοί.

  Ῥαψωδία δ

  οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο

  χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη

  νέκταρ ἐοινοχόει: τοὶ δὲ χρυσέοις δεπάεσσι

  δειδέχατ' ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες:

  αὐτίκ' ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην 5

  κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων:

  δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων

  Ἥρη τ' Ἀργείη καὶ Ἀλαλκομενηὶ̈ς Ἀθήνη.

  ἀλλ' ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι

  τέρπεσθον: τῷ δ' αὖτε φιλομειδὴς Ἀφροδίτη 10

  αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει:

  καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι.

  ἀλλ' ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου:

  ἡμεῖς δὲ φραζώμεθ' ὅπως ἔσται τάδε ἔργα,

  ἤ ῥ' αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν 15

  ὄρσομεν, ἦ φιλότητα μετ' ἀμφοτέροισι βάλωμεν.

  εἰ δ' αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο,

  ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος,

  αὖτις δ' Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο.

  ὣς ἔφαθ', αἳ δ' ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη: 20

  πλησίαι αἵ γ' ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.

  ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε

  σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει:

  Ἥρῃ δ' οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα:

  αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες: 25

  πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδ' ἀτέλεστον,

  ἱδρῶ θ' ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποι

  λαὸν ἀγειρούσῃ, Πριάμῳ κακὰ τοῖό τε παισίν.

  ἕρδ': ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.

  τὴν δὲ μέ�
�' ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς: 30

  δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες

  τόσσα κακὰ ῥέζουσιν, ὅ τ' ἀσπερχὲς μενεαίνεις

  Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον;

  εἰ δὲ σύ γ' εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ

  ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας 35

  ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο.

  ἕρξον ὅπως ἐθέλεις: μὴ τοῦτό γε νεῖκος ὀπίσσω

  σοὶ καὶ ἐμοὶ μέγ' ἔρισμα μετ' ἀμφοτέροισι γένηται.

  ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν:

  ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι 40

  τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι,

  μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μ' ἐᾶσαι:

  καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ:

  αἳ γὰρ ὑπ' ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι

  ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων, 45

  τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ

  καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.

  οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐί̈σης

  λοιβῆς τε κνίσης τε: τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.

  τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια Ἥρη: 50

  ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες

  Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη:

  τὰς διαπέρσαι ὅτ' ἄν τοι ἀπέχθωνται περὶ κῆρι:

  τάων οὔ τοι ἐγὼ πρόσθ' ἵσταμαι οὐδὲ μεγαίρω.

  εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι, 55

  οὐκ ἀνύω φθονέουσ' ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι.

  ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον:

  καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί,

  καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης,

  ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις 60

  κέκλημαι, σὺ δὲ πᾶσι μετ' ἀθανάτοισιν ἀνάσσεις.

  ἀλλ' ἤτοι μὲν ταῦθ' ὑποείξομεν ἀλλήλοισι,

  σοὶ μὲν ἐγώ, σὺ δ' ἐμοί: ἐπὶ δ' ἕψονται θεοὶ ἄλλοι

  ἀθάνατοι: σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι

  ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν, 65

  πειρᾶν δ' ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς

  ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.

  ὣς ἔφατ', οὐδ' ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε:

  αὐτίκ' Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα:

  αἶψα μάλ' ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς, 70

  πειρᾶν δ' ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς

  ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.

  ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην,

  βῆ δὲ κατ' Οὐλύμποιο καρήνων ἀί̈ξασα.

  οἷον δ' ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω 75

  ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν

  λαμπρόν: τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται:

  τῷ ἐϊκυῖ' ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη,

  κὰδ δ' ἔθορ' ἐς μέσσον: θάμβος δ' ἔχεν εἰσορόωντας

  Τρῶάς θ' ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς: 80

  ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:

  ἦ ῥ' αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ

  ἔσσεται, ἢ φιλότητα μετ' ἀμφοτέροισι τίθησι

  Ζεύς, ὅς τ' ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.

  ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε. 85

  ἣ δ' ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθ' ὅμιλον

  Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ,

  Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι.

  εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε

  ἑσταότ': ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων 90

  λαῶν, οἵ οἱ ἕποντο ἀπ' Αἰσήποιο ῥοάων:

  ἀγχοῦ δ' ἱσταμένη ἔπεα πτερόεντα προσηύδα:

  ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαί̈φρον.

  τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν,

  πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο, 95

  ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ.

  τοῦ κεν δὴ πάμπρωτα παρ' ἀγλαὰ δῶρα φέροιο,

  αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν

  σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντ' ἀλεγεινῆς.

  ἀλλ' ἄγ' ὀί̈στευσον Μενελάου κυδαλίμοιο, 100

  εὔχεο δ' Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ

  ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην

  οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.

  ὣς φάτ' Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν:

  αὐτίκ' ἐσύλα τόξον ἐύ̈ξοον ἰξάλου αἰγὸς 105

  ἀγρίου, ὅν ῥά ποτ' αὐτὸς ὑπὸ στέρνοιο τυχήσας

  πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι

  βεβλήκει πρὸς στῆθος: ὃ δ' ὕπτιος ἔμπεσε πέτρῃ.

  τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει:

  καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων, 110

  πᾶν δ' εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην.

  καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ

  ἀγκλίνας: πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι

  μὴ πρὶν ἀναί̈ξειαν ἀρήϊο
ι υἷες Ἀχαιῶν

  πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν. 115

  αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δ' ἕλετ' ἰὸν

  ἀβλῆτα πτερόεντα μελαινέων ἕρμ' ὀδυνάων:

  αἶψα δ' ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν,

  εὔχετο δ' Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ

  ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην 120

  οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.

  ἕλκε δ' ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια:

  νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον.

  αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε,

  λίγξε βιός, νευρὴ δὲ μέγ' ἴαχεν, ἆλτο δ' ὀϊστὸς 125

  ὀξυβελὴς καθ' ὅμιλον ἐπιπτέσθαι μενεαίνων.

  οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο

  ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη,

  ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν.

  ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ 130

  παιδὸς ἐέργῃ μυῖαν ὅθ' ἡδέϊ λέξεται ὕπνῳ,

  αὐτὴ δ' αὖτ' ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες

  χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ.

  ἐν δ' ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός:

  διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο, 135

  καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο

  μίτρης θ', ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων,

  ἥ οἱ πλεῖστον ἔρυτο: διὰ πρὸ δὲ εἴσατο καὶ τῆς.

 

‹ Prev