Book Read Free

Complete Works of Homer

Page 556

by Homer


  ἀκρότατον δ' ἄρ' ὀϊστὸς ἐπέγραψε χρόα φωτός:

  αὐτίκα δ' ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς. 140

  ὡς δ' ὅτε τίς τ' ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ

  Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων:

  κεῖται δ' ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο

  ἱππῆες φορέειν: βασιλῆϊ δὲ κεῖται ἄγαλμα,

  ἀμφότερον κόσμός θ' ἵππῳ ἐλατῆρί τε κῦδος: 145

  τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ

  εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλ' ὑπένερθε.

  ῥίγησεν δ' ἄρ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων

  ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς:

  ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηί̈φιλος Μενέλαος. 150

  ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας

  ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη.

  τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων

  χειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δ' ἑταῖροι:

  φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκι' ἔταμνον 155

  οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι,

  ὥς σ' ἔβαλον Τρῶες, κατὰ δ' ὅρκια πιστὰ πάτησαν.

  οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶν

  σπονδαί τ' ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν.

  εἴ περ γάρ τε καὶ αὐτίκ' Ὀλύμπιος οὐκ ἐτέλεσσεν, 160

  ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν

  σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν.

  εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν:

  ἔσσεται ἦμαρ ὅτ' ἄν ποτ' ὀλώλῃ Ἴλιος ἱρὴ

  καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο, 165

  Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων

  αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι

  τῆσδ' ἀπάτης κοτέων: τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα:

  ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε

  αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο. 170

  καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην:

  αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης:

  κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν

  Ἀργείην Ἑλένην: σέο δ' ὀστέα πύσει ἄρουρα

  κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ. 175

  καί κέ τις ὧδ' ἐρέει Τρώων ὑπερηνορεόντων

  τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο:

  αἴθ' οὕτως ἐπὶ πᾶσι χόλον τελέσει' Ἀγαμέμνων,

  ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδ' Ἀχαιῶν,

  καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν 180

  σὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον.

  ὥς ποτέ τις ἐρέει: τότε μοι χάνοι εὐρεῖα χθών.

  τὸν δ' ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος:

  θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν:

  οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν 185

  εἰρύσατο ζωστήρ τε παναίολος ἠδ' ὑπένερθε

  ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες.

  τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων:

  αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε:

  ἕλκος δ' ἰητὴρ ἐπιμάσσεται ἠδ' ἐπιθήσει 190

  φάρμαχ' ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων.

  ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα:

  Ταλθύβι' ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον

  φῶτ' Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος,

  ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν, 195

  ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐὺ̈ εἰδὼς

  Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.

  ὣς ἔφατ', οὐδ' ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,

  βῆ δ' ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων

  παπταίνων ἥρωα Μαχάονα: τὸν δὲ νόησεν 200

  ἑσταότ': ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων

  λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο.

  ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα:

  ὄρσ' Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων,

  ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν, 205

  ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐὺ̈ εἰδὼς

  Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.

  ὣς φάτο, τῷ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε:

  βὰν δ' ἰέναι καθ' ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν.

  ἀλλ' ὅτε δή ῥ' ἵκανον ὅθι ξανθὸς Μενέλαος 210

  βλήμενος ἦν, περὶ δ' αὐτὸν ἀγηγέραθ' ὅσσοι ἄριστοι

  κυκλόσ', ὃ δ' ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς,

  αὐτίκα δ' ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν:

  τοῦ δ' ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι.

  λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδ' ὑπένερθε 215

  ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες.

  αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθ' ἔμπεσε πικρὸς ὀϊστός,

  αἷμ' ἐκμυζήσας ἐπ' ἄρ' ἤπια φάρμακα εἰδὼς

  πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων.

  ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον, 220

  τόφρα δ' ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων:

  οἳ δ' αὖτις κατὰ τεύχε' ἔδυν, μνήσαντο δὲ χάρμης.

&nb
sp; ἔνθ' οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον

  οὐδὲ καταπτώσσοντ' οὐδ' οὐκ ἐθέλοντα μάχεσθαι,

  ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν. 225

  ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ:

  καὶ τοὺς μὲν θεράπων ἀπάνευθ' ἔχε φυσιόωντας

  Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραί̈δαο:

  τῷ μάλα πόλλ' ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν

  γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα: 230

  αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν:

  καί ῥ' οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων,

  τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν:

  Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς:

  οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετ' ἀρωγός, 235

  ἀλλ' οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο

  τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται,

  ἡμεῖς αὖτ' ἀλόχους τε φίλας καὶ νήπια τέκνα

  ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν.

  οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο, 240

  τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν:

  Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε;

  τίφθ' οὕτως ἔστητε τεθηπότες ἠύ̈τε νεβροί,

  αἵ τ' ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι

  ἑστᾶσ', οὐδ' ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή: 245

  ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε.

  ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες

  εἰρύατ' εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης,

  ὄφρα ἴδητ' αἴ κ' ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων;

  ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν: 250

  ἦλθε δ' ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.

  οἳ δ' ἀμφ' Ἰδομενῆα δαί̈φρονα θωρήσσοντο:

  Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συὶ̈ εἴκελος ἀλκήν,

  Μηριόνης δ' ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας.

  τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, 255

  αὐτίκα δ' Ἰδομενῆα προσηύδα μειλιχίοισιν:

  Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων

  ἠμὲν ἐνὶ πτολέμῳ ἠδ' ἀλλοίῳ ἐπὶ ἔργῳ

  ἠδ' ἐν δαίθ', ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον

  Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται. 260

  εἴ περ γάρ τ' ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ

  δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ

  ἕστηχ', ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι.

  ἀλλ' ὄρσευ πόλεμον δ' οἷος πάρος εὔχεαι εἶναι.

  τὸν δ' αὖτ' Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα: 265

  Ἀτρεί̈δη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος

  ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα:

  ἀλλ' ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς

  ὄφρα τάχιστα μαχώμεθ', ἐπεὶ σύν γ' ὅρκι' ἔχευαν

  Τρῶες: τοῖσιν δ' αὖ θάνατος καὶ κήδε' ὀπίσσω 270

  ἔσσετ' ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο.

  ὣς ἔφατ', Ἀτρεί̈δης δὲ παρῴχετο γηθόσυνος κῆρ:

  ἦλθε δ' ἐπ' Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν:

  τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν.

  ὡς δ' ὅτ' ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ 275

  ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς:

  τῷ δέ τ' ἄνευθεν ἐόντι μελάντερον ἠύ̈τε πίσσα

  φαίνετ' ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν,

  ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα:

  τοῖαι ἅμ' Αἰάντεσσι διοτρεφέων αἰζηῶν 280

  δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες

  κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι.

  καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,

  καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα:

  Αἴαντ' Ἀργείων ἡγήτορε χαλκοχιτώνων, 285

  σφῶϊ μέν: οὐ γὰρ ἔοικ' ὀτρυνέμεν: οὔ τι κελεύω:

  αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι.

  αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον

  τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο:

  τώ κε τάχ' ἠμύσειε πόλις Πριάμοιο ἄνακτος 290

  χερσὶν ὑφ' ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.

  ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετ' ἄλλους:

  ἔνθ' ὅ γε Νέστορ' ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν

  οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι

  ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε 295

  Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν:

  ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι,

  πεζοὺς δ' ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς

  ἕρκος ἔμεν πολέμοιο: κακοὺς δ' ἐς μέσσον ἔλασσεν,

  ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι. 300

  ἱππεῦσιν μὲν πρῶτ' ἐπετέλλετο: τοὺς γὰρ ἀνώγει

  σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ:

  μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς

  οἶος πρόσθ' ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι,

  μηδ' ἀναχωρείτω: ἀλαπαδνότεροι γὰρ ἔσεσθε. 305

  ὃς δέ κ' ἀνὴρ ἀπὸ ὧν ὀχέω�
� ἕτερ' ἅρμαθ' ἵκηται

  ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω.

  ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχε' ἐπόρθεον

  τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες.

  ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐὺ̈ εἰδώς: 310

  καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,

  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

  ὦ γέρον εἴθ' ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν

  ὥς τοι γούναθ' ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη:

  ἀλλά σε γῆρας τείρει ὁμοίϊον: ὡς ὄφελέν τις 315

  ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι.

  τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:

  Ἀτρεί̈δη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς

  ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν.

  ἀλλ' οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν: 320

  εἰ τότε κοῦρος ἔα νῦν αὖτέ με γῆρας ὀπάζει.

  ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσω

  βουλῇ καὶ μύθοισι: τὸ γὰρ γέρας ἐστὶ γερόντων.

  αἰχμὰς δ' αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖο

  ὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν. 325

  ὣς ἔφατ', Ἀτρεί̈δης δὲ παρῴχετο γηθόσυνος κῆρ.

  εὗρ' υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον

  ἑσταότ': ἀμφὶ δ' Ἀθηναῖοι μήστωρες ἀϋτῆς:

  αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς,

 

‹ Prev