Book Read Free

Complete Works of Homer

Page 562

by Homer

χρυσείην, ἑκατὸν πολίων πρυλέεσσ' ἀραρυῖαν:

  ἐς δ' ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δ' ἔγχος 745

  βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν

  ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη.

  Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ' ἄρ' ἵππους:

  αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,

  τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε 750

  ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ' ἐπιθεῖναι.

  τῇ ῥα δι' αὐτάων κεντρηνεκέας ἔχον ἵππους:

  εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων

  ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.

  ἔνθ' ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη 755

  Ζῆν' ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε:

  Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα

  ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν

  μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δ' ἄχος, οἳ δὲ ἕκηλοι

  τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων 760

  ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα;

  Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηα

  λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι;

  τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:

  ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην, 765

  ἥ ἑ μάλιστ' εἴωθε κακῇς ὀδύνῃσι πελάζειν.

  ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ λευκώλενος Ἥρη,

  μάστιξεν δ' ἵππους: τὼ δ' οὐκ ἀέκοντε πετέσθην

  μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.

  ὅσσον δ' ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν 770

  ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον,

  τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι.

  ἀλλ' ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε,

  ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος,

  ἔνθ' ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη 775

  λύσασ' ἐξ ὀχέων, περὶ δ' ἠέρα πουλὺν ἔχευε:

  τοῖσιν δ' ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι.

  αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθ' ὁμοῖαι

  ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι:

  ἀλλ' ὅτε δή ῥ' ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι 780

  ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο

  εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν

  ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,

  ἔνθα στᾶσ' ἤϋσε θεὰ λευκώλενος Ἥρη

  Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ, 785

  ὃς τόσον αὐδήσασχ' ὅσον ἄλλοι πεντήκοντα:

  αἰδὼς Ἀργεῖοι κάκ' ἐλέγχεα εἶδος ἀγητοί:

  ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς,

  οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων

  οἴχνεσκον: κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος: 790

  νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται.

  ὣς εἰποῦσ' ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.

  Τυδεί̈δῃ δ' ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη:

  εὗρε δὲ τόν γε ἄνακτα παρ' ἵπποισιν καὶ ὄχεσφιν

  ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ. 795

  ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος

  ἀσπίδος εὐκύκλου: τῷ τείρετο, κάμνε δὲ χεῖρα,

  ἂν δ' ἴσχων τελαμῶνα κελαινεφὲς αἷμ' ἀπομόργνυ.

  ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε:

  ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς. 800

  Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής:

  καί ῥ' ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον

  οὐδ' ἐκπαιφάσσειν, ὅτε τ' ἤλυθε νόσφιν Ἀχαιῶν

  ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας:

  δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον: 805

  αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ

  κούρους Καδμείων προκαλίζετο, πάντα δ' ἐνίκα

  ῥηϊδίως: τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.

  σοὶ δ' ἤτοι μὲν ἐγὼ παρά θ' ἵσταμαι ἠδὲ φυλάσσω,

  καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι: 810

  ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν

  ἤ νύ σέ που δέος ἴσχει ἀκήριον: οὐ σύ γ' ἔπειτα

  Τυδέος ἔκγονός ἐσσι δαί̈φρονος Οἰνεί̈δαο.

  τὴν δ' ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης:

  γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο: 815

  τώ τοι προφρονέως ἐρέω ἔπος οὐδ' ἐπικεύσω.

  οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος,

  ἀλλ' ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας:

  οὔ μ' εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι

  τοῖς ἄλλοις: ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη 820

  ἔλθῃσ' ἐς πόλεμον, τήν γ' οὐτάμεν ὀξέϊ χαλκῷ.

  τοὔνεκα νῦν αὐτός τ' ἀναχάζομαι ἠδὲ καὶ ἄλλους

  Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας:

  γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.

  τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη: 825

  Τυδεί̈δη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ

  μήτε σύ γ' Ἄρηα τό γε δείδιθι μήτε τιν' ἄλλον

  ἀθανάτων, τοίη τοι ἐγὼν ἐ�
�ιτάρροθός εἰμι:

  ἀλλ' ἄγ' ἐπ' Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους,

  τύψον δὲ σχεδίην μηδ' ἅζεο θοῦρον Ἄρηα 830

  τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον,

  ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτ' ἀγορεύων

  Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν,

  νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.

  ὣς φαμένη Σθένελον μὲν ἀφ' ἵππων ὦσε χαμᾶζε, 835

  χειρὶ πάλιν ἐρύσασ', ὃ δ' ἄρ' ἐμμαπέως ἀπόρουσεν:

  ἣ δ' ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον

  ἐμμεμαυῖα θεά: μέγα δ' ἔβραχε φήγινος ἄξων

  βριθοσύνῃ: δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τ' ἄριστον.

  λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη: 840

  αὐτίκ' ἐπ' Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους.

  ἤτοι ὃ μὲν Περίφαντα πελώριον ἐξενάριζεν

  Αἰτωλῶν ὄχ' ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν:

  τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος: αὐτὰρ Ἀθήνη

  δῦν' Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης. 845

  ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον,

  ἤτοι ὃ μὲν Περίφαντα πελώριον αὐτόθ' ἔασε

  κεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν,

  αὐτὰρ ὃ βῆ ῥ' ἰθὺς Διομήδεος ἱπποδάμοιο.

  οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες, 850

  πρόσθεν Ἄρης ὠρέξαθ' ὑπὲρ ζυγὸν ἡνία θ' ἵππων

  ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι:

  καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη

  ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.

  δεύτερος αὖθ' ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης 855

  ἔγχεϊ χαλκείῳ: ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη

  νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ:

  τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν,

  ἐκ δὲ δόρυ σπάσεν αὖτις: ὃ δ' ἔβραχε χάλκεος Ἄρης

  ὅσσόν τ' ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι 860

  ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος.

  τοὺς δ' ἄρ' ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε

  δείσαντας: τόσον ἔβραχ' Ἄρης ἆτος πολέμοιο.

  οἵη δ' ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ

  καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο, 865

  τοῖος Τυδεί̈δῃ Διομήδεϊ χάλκεος Ἄρης

  φαίνεθ' ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν.

  καρπαλίμως δ' ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον,

  πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων,

  δεῖξεν δ' ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς, 870

  καί ῥ' ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα:

  Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα;

  αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν

  ἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες.

  σοὶ πάντες μαχόμεσθα: σὺ γὰρ τέκες ἄφρονα κούρην 875

  οὐλομένην, ᾗ τ' αἰὲν ἀήσυλα ἔργα μέμηλεν.

  ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσ' ἐν Ὀλύμπῳ

  σοί τ' ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος:

  ταύτην δ' οὔτ' ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ,

  ἀλλ' ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδ' ἀί̈δηλον: 880

  ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα

  μαργαίνειν ἀνέηκεν ἐπ' ἀθανάτοισι θεοῖσι.

  Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρ' ἐπὶ καρπῷ,

  αὐτὰρ ἔπειτ' αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος:

  ἀλλά μ' ὑπήνεικαν ταχέες πόδες: ἦ τέ κε δηρὸν 885

  αὐτοῦ πήματ' ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν,

  ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι.

  τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς.

  μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε.

  ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν: 890

  αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.

  μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν

  Ἥρης: τὴν μὲν ἐγὼ σπουδῇ δάμνημ' ἐπέεσσι:

  τώ σ' ὀί̈ω κείνης τάδε πάσχειν ἐννεσίῃσιν.

  ἀλλ' οὐ μάν σ' ἔτι δηρὸν ἀνέξομαι ἄλγε' ἔχοντα: 895

  ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ:

  εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδ' ἀί̈δηλος

  καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων.

  ὣς φάτο, καὶ Παιήον' ἀνώγειν ἰήσασθαι.

  τῷ δ' ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων 900

  ἠκέσατ': οὐ μὲν γάρ τι καταθνητός γ' ἐτέτυκτο.

  ὡς δ' ὅτ' ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν

  ὑγρὸν ἐόν, μάλα δ' ὦκα περιτρέφεται κυκόωντι,

  ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα.

  τὸν δ' Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε: 905

  πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων.

  αἳ δ' αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο

  Ἥρη τ' Ἀργείη καὶ Ἀλαλκομενηὶ̈ς Ἀθήνη

  παύσασαι βροτολοιγὸν Ἄρη' ἀνδροκτασιάων.

  Ῥαψωδία ζ

  Τρώων δ' οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή:

  πολλὰ δ' ἄρ' ἔνθα καὶ ἔνθ' ἴθυσε μάχη πεδίοιο

  ἀλλήλων ἰθυνομένων χ
αλκήρεα δοῦρα

  μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.

  Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν 5

  Τρώων ῥῆξε φάλαγγα, φόως δ' ἑτάροισιν ἔθηκεν,

  ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο

  υἱὸν Ἐϋσσώρου Ἀκάμαντ' ἠύ̈ν τε μέγαν τε.

  τόν ῥ' ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,

  ἐν δὲ μετώπῳ πῆξε, πέρησε δ' ἄρ' ὀστέον εἴσω 10

  αἰχμὴ χαλκείη: τὸν δὲ σκότος ὄσσε κάλυψεν.

  Ἄξυλον δ' ἄρ' ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης

  Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ

  ?φνειὸς βιότοιο, φίλος δ' ἦν ἀνθρώποισι.

  πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων. 15

  ἀλλά οἱ οὔ τις τῶν γε τότ' ἤρκεσε λυγρὸν ὄλεθρον

  πρόσθεν ὑπαντιάσας, ἀλλ' ἄμφω θυμὸν ἀπηύρα

  αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθ' ἵππων

  ἔσκεν ὑφηνίοχος: τὼ δ' ἄμφω γαῖαν ἐδύτην.

  Δρῆσον δ' Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε: 20

  βῆ δὲ μετ' Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη

  νηὶ̈ς Ἀβαρβαρέη τέκ' ἀμύμονι Βουκολίωνι.

  Βουκολίων δ' ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος

  πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ:

  ποιμαίνων δ' ἐπ' ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ, 25

  ἣ δ' ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.

  καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα

 

‹ Prev