Book Read Free

Complete Works of Homer

Page 563

by Homer

Μηκιστηϊάδης καὶ ἀπ' ὤμων τεύχε' ἐσύλα.

  Ἀστύαλον δ' ἄρ' ἔπεφνε μενεπτόλεμος Πολυποίτης:

  Πιδύτην δ' Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν 30

  ἔγχεϊ χαλκείῳ, Τεῦκρος δ' Ἀρετάονα δῖον.

  Ἀντίλοχος δ' Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ

  Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων:

  ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρ' ὄχθας

  Πήδασον αἰπεινήν. Φύλακον δ' ἕλε Λήϊτος ἥρως 35

  φεύγοντ': Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.

  Ἄδρηστον δ' ἄρ' ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος

  ζωὸν ἕλ': ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο

  ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα

  ἄξαντ' ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην 40

  πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,

  αὐτὸς δ' ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη

  πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα: πὰρ δέ οἱ ἔστη

  Ἀτρεί̈δης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος.

  Ἄδρηστος δ' ἄρ' ἔπειτα λαβὼν ἐλίσσετο γούνων: 45

  ζώγρει Ἀτρέος υἱέ, σὺ δ' ἄξια δέξαι ἄποινα:

  πολλὰ δ' ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται

  χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,

  τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι' ἄποινα

  εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ' ἐπὶ νηυσὶν Ἀχαιῶν. 50

  ὣς φάτο, τῷ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε:

  καὶ δή μιν τάχ' ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν

  δώσειν ᾧ θεράποντι καταξέμεν: ἀλλ' Ἀγαμέμνων

  ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα:

  ὦ πέπον ὦ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτως 55

  ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον

  πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον

  χεῖράς θ' ἡμετέρας, μηδ' ὅν τινα γαστέρι μήτηρ

  κοῦρον ἐόντα φέροι, μηδ' ὃς φύγοι, ἀλλ' ἅμα πάντες

  Ἰλίου ἐξαπολοίατ' ἀκήδεστοι καὶ ἄφαντοι. 60

  ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως

  αἴσιμα παρειπών: ὃ δ' ἀπὸ ἕθεν ὤσατο χειρὶ

  ἥρω' Ἄδρηστον: τὸν δὲ κρείων Ἀγαμέμνων

  οὖτα κατὰ λαπάρην: ὃ δ' ἀνετράπετ', Ἀτρεί̈δης δὲ

  λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος. 65

  Νέστωρ δ' Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀύ̈σας:

  ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος

  μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε

  μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται,

  ἀλλ' ἄνδρας κτείνωμεν: ἔπειτα δὲ καὶ τὰ ἕκηλοι 70

  νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.

  ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.

  ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ' Ἀχαιῶν

  Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,

  εἰ μὴ ἄρ' Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς 75

  Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχ' ἄριστος:

  Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα

  Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκ' ἄριστοι

  πᾶσαν ἐπ' ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε,

  στῆτ' αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων 80

  πάντῃ ἐποιχόμενοι πρὶν αὖτ' ἐν χερσὶ γυναικῶν

  φεύγοντας πεσέειν, δηί̈οισι δὲ χάρμα γενέσθαι.

  αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,

  ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθ' αὖθι μένοντες,

  καὶ μάλα τειρόμενοί περ: ἀναγκαίη γὰρ ἐπείγει: 85

  Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δ' ἔπειτα

  μητέρι σῇ καὶ ἐμῇ: ἣ δὲ ξυνάγουσα γεραιὰς

  νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ

  οἴξασα κληῖ̈δι θύρας ἱεροῖο δόμοιο

  πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος 90

  εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ,

  θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,

  καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ

  ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κ' ἐλεήσῃ

  ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα, 95

  ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς

  ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο,

  ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.

  οὐδ' Ἀχιλῆά ποθ' ὧδέ γ' ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,

  ὅν πέρ φασι θεᾶς ἐξέμμεναι: ἀλλ' ὅδε λίην 100

  μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.

  ὣς ἔφαθ', Ἕκτωρ δ' οὔ τι κασιγνήτῳ ἀπίθησεν.

  αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,

  πάλλων δ' ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ

  ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. 105

  οἳ δ' ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν:

  Ἀργεῖοι δ' ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο,

  φὰν δέ τιν' ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος

  Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.

  Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀύ̈σας: 110

  Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τ' ἐπίκουροι

  ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,


  ὄφρ' ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν

  εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι

  δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δ' ἑκατόμβας. 115

  ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ:

  ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν

  ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.

  Γλαῦκος δ' Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς

  ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι. 120

  οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντε,

  τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης:

  τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;

  οὐ μὲν γάρ ποτ' ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ

  τὸ πρίν: ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων 125

  σῷ θάρσει, ὅ τ' ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας:

  δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.

  εἰ δέ τις ἀθανάτων γε κατ' οὐρανοῦ εἰλήλουθας,

  οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.

  οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος 130

  δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν:

  ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας

  σεῦε κατ' ἠγάθεον Νυσήϊον: αἳ δ' ἅμα πᾶσαι

  θύσθλα χαμαὶ κατέχευαν ὑπ' ἀνδροφόνοιο Λυκούργου

  θεινόμεναι βουπλῆγι: Διώνυσος δὲ φοβηθεὶς 135

  δύσεθ' ἁλὸς κατὰ κῦμα, Θέτις δ' ὑπεδέξατο κόλπῳ

  δειδιότα: κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.

  τῷ μὲν ἔπειτ' ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,

  καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς: οὐδ' ἄρ' ἔτι δὴν

  ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν: 140

  οὐδ' ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.

  εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν,

  ἆσσον ἴθ' ὥς κεν θᾶσσον ὀλέθρου πείραθ' ἵκηαι.

  τὸν δ' αὖθ' Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός:

  Τυδεί̈δη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις; 145

  οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.

  φύλλα τὰ μέν τ' ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ' ὕλη

  τηλεθόωσα φύει, ἔαρος δ' ἐπιγίγνεται ὥρη:

  ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δ' ἀπολήγει.

  εἰ δ' ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρ' ἐὺ̈ εἰδῇς 150

  ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν:

  ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,

  ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ' ἀνδρῶν,

  Σίσυφος Αἰολίδης: ὃ δ' ἄρα Γλαῦκον τέκεθ' υἱόν,

  αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην: 155

  τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν

  ὤπασαν: αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,

  ὅς ῥ' ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν,

  Ἀργείων: Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.

  τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖ' Ἄντεια 160

  κρυπταδίῃ φιλότητι μιγήμεναι: ἀλλὰ τὸν οὔ τι

  πεῖθ' ἀγαθὰ φρονέοντα δαί̈φρονα Βελλεροφόντην.

  ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα:

  τεθναίης ὦ Προῖτ', ἢ κάκτανε Βελλεροφόντην,

  ὅς μ' ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ. 165

  ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε:

  κτεῖναι μέν ῥ' ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ,

  πέμπε δέ μιν Λυκίην δέ, πόρεν δ' ὅ γε σήματα λυγρὰ

  γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά,

  δεῖξαι δ' ἠνώγειν ᾧ πενθερῷ ὄφρ' ἀπόλοιτο. 170

  αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπ' ἀμύμονι πομπῇ.

  ἀλλ' ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα,

  προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης:

  ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν.

  ἀλλ' ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς 175

  καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι

  ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.

  αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,

  πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε

  πεφνέμεν: ἣ δ' ἄρ' ἔην θεῖον γένος οὐδ' ἀνθρώπων, 180

  πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,

  δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο,

  καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.

  δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι:

  καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν. 185

  τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.

  τῷ δ' ἄρ' ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε:

  κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους

  εἷσε λόχον: τοὶ δ' οὔ τι πάλιν οἶκον δὲ νέοντο:

  πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης. 190

  ἀλλ' ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠὺ̈ν ἐόντα

  αὐτοῦ μιν κατέρυκε, δίδου δ' ὅ γε θυγατέρα ἥν,

  δῶκε δέ οἱ τιμῆς βασιληί̈δος ἥμισυ πάσης:

  καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων

  καλὸν φυταλιῆς καὶ ἀρούρης, �
��φρα νέμοιτο. 195

  ἣ δ' ἔτεκε τρία τέκνα δαί̈φρονι Βελλεροφόντῃ

  Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν.

  Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς,

  ἣ δ' ἔτεκ' ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν.

  ἀλλ' ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν, 200

  ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο

  ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων:

  Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο

  μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι:

  τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα. 205

  Ἱππόλοχος δέ μ' ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι:

  πέμπε δέ μ' ἐς Τροίην, καί μοι μάλα πόλλ' ἐπέτελλεν

  αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,

  μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγ' ἄριστοι

  ἔν τ' Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ. 210

  ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.

  ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης:

  ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ,

  αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν:

  ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός: 215

  Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην

  ξείνισ' ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματ' ἐρύξας:

  οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά:

  Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν,

  Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον 220

 

‹ Prev