Book Read Free

Complete Works of Homer

Page 566

by Homer


  ὧδε δὲ μυθέομαι, Ζεὺς δ' ἄμμ' ἐπιμάρτυρος ἔστω:

  εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ,

  τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας,

  σῶμα δὲ οἴκαδ' ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με

  Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα. 80

  εἰ δέ κ' ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων,

  τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν,

  καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο,

  τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω,

  ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί, 85

  σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ.

  καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων

  νηὶ̈ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον:

  ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος,

  ὅν ποτ' ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ. 90

  ὥς ποτέ τις ἐρέει: τὸ δ' ἐμὸν κλέος οὔ ποτ' ὀλεῖται.

  ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ:

  αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δ' ὑποδέχθαι:

  ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε

  νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ: 95

  ὤ μοι ἀπειλητῆρες Ἀχαιί̈δες οὐκέτ' Ἀχαιοί:

  ἦ μὲν δὴ λώβη τάδε γ' ἔσσεται αἰνόθεν αἰνῶς

  εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν.

  ἀλλ' ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε

  ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως: 100

  τῷδε δ' ἐγὼν αὐτὸς θωρήξομαι: αὐτὰρ ὕπερθε

  νίκης πείρατ' ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν.

  ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά.

  ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ

  Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν, 105

  εἰ μὴ ἀναί̈ξαντες ἕλον βασιλῆες Ἀχαιῶν,

  αὐτός τ' Ἀτρεί̈δης εὐρὺ κρείων Ἀγαμέμνων

  δεξιτερῆς ἕλε χειρὸς ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν:

  ἀφραίνεις Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ

  ταύτης ἀφροσύνης: ἀνὰ δὲ σχέο κηδόμενός περ, 110

  μηδ' ἔθελ' ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι

  Ἕκτορι Πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι.

  καὶ δ' Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ

  ἔρριγ' ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων.

  ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων, 115

  τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί.

  εἴ περ ἀδειής τ' ἐστὶ καὶ εἰ μόθου ἔστ' ἀκόρητος,

  φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσι

  δηί̈ου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.

  ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως 120

  αἴσιμα παρειπών, ὃ δ' ἐπείθετο: τοῦ μὲν ἔπειτα

  γηθόσυνοι θεράποντες ἀπ' ὤμων τεύχε' ἕλοντο:

  Νέστωρ δ' Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν:

  ὢ πόποι ἦ μέγα πένθος Ἀχαιί̈δα γαῖαν ἱκάνει.

  ἦ κε μέγ' οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς 125

  ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδ' ἀγορητής,

  ὅς ποτέ μ' εἰρόμενος μέγ' ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ

  πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε.

  τοὺς νῦν εἰ πτώσσοντας ὑφ' Ἕκτορι πάντας ἀκούσαι,

  πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι 130

  θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω.

  αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον

  ἡβῷμ' ὡς ὅτ' ἐπ' ὠκυρόῳ Κελάδοντι μάχοντο

  ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι

  Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα. 135

  τοῖσι δ' Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς

  τεύχε' ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος

  δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην

  ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες

  οὕνεκ' ἄρ' οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ, 140

  ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας.

  τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεί̈ γε,

  στεινωπῷ ἐν ὁδῷ ὅθ' ἄρ' οὐ κορύνη οἱ ὄλεθρον

  χραῖσμε σιδηρείη: πρὶν γὰρ Λυκόοργος ὑποφθὰς

  δουρὶ μέσον περόνησεν, ὃ δ' ὕπτιος οὔδει ἐρείσθη: 145

  τεύχεα δ' ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης.

  καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος:

  αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα,

  δῶκε δ' Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι:

  τοῦ ὅ γε τεύχε' ἔχων προκαλίζετο πάντας ἀρίστους. 150

  οἳ δὲ μάλ' ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη:

  ἀλλ' ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν

  θάρσεϊ ᾧ: γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων:

  καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη.

  τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα: 155

  πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα.

  εἴθ' ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη:

  τώ κε τάχ' ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ.

  ὑμέων δ' οἵ περ ἔασιν ἀρ
ιστῆες Παναχαιῶν

  οὐδ' οἳ προφρονέως μέμαθ' Ἕκτορος ἀντίον ἐλθεῖν. 160

  ὣς νείκεσσ' ὃ γέρων, οἳ δ' ἐννέα πάντες ἀνέσταν.

  ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,

  τῷ δ' ἐπὶ Τυδεί̈δης ὦρτο κρατερὸς Διομήδης,

  τοῖσι δ' ἐπ' Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,

  τοῖσι δ' ἐπ' Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος 165

  Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,

  τοῖσι δ' ἐπ' Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός,

  ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς:

  πάντες ἄρ' οἵ γ' ἔθελον πολεμίζειν Ἕκτορι δίῳ.

  τοῖς δ' αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ: 170

  κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν:

  οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς,

  καὶ δ' αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι

  δηί̈ου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.

  ὣς ἔφαθ', οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος, 175

  ἐν δ' ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεί̈δαο.

  λαοὶ δ' ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον:

  ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν:

  Ζεῦ πάτερ ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν,

  ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης. 180

  ὣς ἄρ' ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ,

  ἐκ δ' ἔθορε κλῆρος κυνέης ὃν ἄρ' ἤθελον αὐτοὶ

  Αἴαντος: κῆρυξ δὲ φέρων ἀν' ὅμιλον ἁπάντῃ

  δεῖξ' ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν.

  οἳ δ' οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος. 185

  ἀλλ' ὅτε δὴ τὸν ἵκανε φέρων ἀν' ὅμιλον ἁπάντῃ

  ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας,

  ἤτοι ὑπέσχεθε χεῖρ', ὃ δ' ἄρ' ἔμβαλεν ἄγχι παραστάς,

  γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ.

  τὸν μὲν πὰρ πόδ' ἑὸν χαμάδις βάλε φώνησέν τε: 190

  ὦ φίλοι ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς

  θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον.

  ἀλλ' ἄγετ' ὄφρ' ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω,

  τόφρ' ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι

  σιγῇ ἐφ' ὑμείων ἵνα μὴ Τρῶές γε πύθωνται, 195

  ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης:

  οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται

  οὐδέ τι ἰδρείῃ, ἐπεὶ οὐδ' ἐμὲ νήϊδά γ' οὕτως

  ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε.

  ὣς ἔφαθ', οἳ δ' εὔχοντο Διὶ Κρονίωνι ἄνακτι: 200

  ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν:

  Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε

  δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι:

  εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ,

  ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον. 205

  ὣς ἄρ' ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ.

  αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροὶ̈ ἕσσατο τεύχεα,

  σεύατ' ἔπειθ' οἷός τε πελώριος ἔρχεται Ἄρης,

  ὅς τ' εἶσιν πόλεμον δὲ μετ' ἀνέρας οὕς τε Κρονίων

  θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι. 210

  τοῖος ἄρ' Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶν

  μειδιόων βλοσυροῖσι προσώπασι: νέρθε δὲ ποσσὶν

  ἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος.

  τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες,

  Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον, 215

  Ἕκτορί τ' αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν:

  ἀλλ' οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδ' ἀναδῦναι

  ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ.

  Αἴας δ' ἐγγύθεν ἦλθε φέρων σάκος ἠύ̈τε πύργον

  χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων 220

  σκυτοτόμων ὄχ' ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων,

  ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον

  ταύρων ζατρεφέων, ἐπὶ δ' ὄγδοον ἤλασε χαλκόν.

  τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας

  στῆ ῥα μάλ' Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα: 225

  Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος

  οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι

  καὶ μετ' Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.

  ἀλλ' ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι

  κεῖτ' ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν: 230

  ἡμεῖς δ' εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν

  καὶ πολέες: ἀλλ' ἄρχε μάχης ἠδὲ πτολέμοιο.

  τὸν δ' αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ:

  Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν

  μή τί μευ ἠύ̈τε παιδὸς ἀφαυροῦ πειρήτιζε 235

  ἠὲ γυναικός, ἣ οὐκ οἶδεν πολεμήϊα ἔργα.

  αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τ' ἀνδροκτασίας τε:

  οἶδ' ἐπὶ δεξιά, οἶδ' ἐπ' ἀριστερὰ νωμῆσαι βῶν

  ἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν:

  οἶδα δ' ἐπαί̈ξαι μόθον ἵππων ὠκειάων: 240

  οἶδα δ' ἐνὶ σταδίῃ δηί̈ῳ μέλπεσθαι Ἄρηϊ.

  ἀλλ' οὐ γάρ σ' ἐθέλω βαλέειν τοιοῦτον ἐόντα

  λάθρῃ ὀπιπεύσας, ἀλλ' ἀμφαδόν, αἴ κε τύχωμι.

&nbs
p; ἦ ῥα, καὶ ἀμπεπαλὼν προί̈ει δολιχόσκιον ἔγχος,

  καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον 245

  ἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπ' αὐτῷ.

  ἓξ δὲ διὰ πτύχας ἦλθε δαί̈ζων χαλκὸς ἀτειρής,

  ἐν τῇ δ' ἑβδομάτῃ ῥινῷ σχέτο: δεύτερος αὖτε

  Αἴας διογενὴς προί̈ει δολιχόσκιον ἔγχος,

  καὶ βάλε Πριαμίδαο κατ' ἀσπίδα πάντοσ' ἐί̈σην. 250

  διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,

  καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο:

  ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα

  ἔγχος: ὃ δ' ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.

  τὼ δ' ἐκσπασσαμένω δολίχ' ἔγχεα χερσὶν ἅμ' ἄμφω 255

  σύν ῥ' ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν

  ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.

  Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί,

  οὐδ' ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή.

  Αἴας δ' ἀσπίδα νύξεν ἐπάλμενος: ἣ δὲ διαπρὸ 260

  ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα,

  τμήδην δ' αὐχέν' ἐπῆλθε, μέλαν δ' ἀνεκήκιεν αἷμα,

  ἀλλ' οὐδ' ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ,

  ἀλλ' ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ

  κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε: 265

  τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον

  μέσσον ἐπομφάλιον: περιήχησεν δ' ἄρα χαλκός.

 

‹ Prev