Book Read Free

Complete Works of Homer

Page 567

by Homer


  δεύτερος αὖτ' Αἴας πολὺ μείζονα λᾶαν ἀείρας

  ἧκ' ἐπιδινήσας, ἐπέρεισε δὲ ἶν' ἀπέλεθρον,

  εἴσω δ' ἀσπίδ' ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ, 270

  βλάψε δέ οἱ φίλα γούναθ': ὃ δ' ὕπτιος ἐξετανύσθη

  ἀσπίδι ἐγχριμφθείς: τὸν δ' αἶψ' ὤρθωσεν Ἀπόλλων.

  καί νύ κε δὴ ξιφέεσσ' αὐτοσχεδὸν οὐτάζοντο,

  εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν

  ἦλθον, ὃ μὲν Τρώων, ὃ δ' Ἀχαιῶν χαλκοχιτώνων, 275

  Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω:

  μέσσῳ δ' ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον

  κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς:

  μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθον:

  ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς, 280

  ἄμφω δ' αἰχμητά: τό γε δὴ καὶ ἴδμεν ἅπαντες.

  νὺξ δ' ἤδη τελέθει: ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.

  τὸν δ' ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας:

  Ἰδαῖ' Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι:

  αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους. 285

  ἀρχέτω: αὐτὰρ ἐγὼ μάλα πείσομαι ᾗ περ ἂν οὗτος.

  τὸν δ' αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ:

  Αἶαν ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε

  καὶ πινυτήν, περὶ δ' ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι,

  νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος 290

  σήμερον: ὕστερον αὖτε μαχησόμεθ' εἰς ὅ κε δαίμων

  ἄμμε διακρίνῃ, δώῃ δ' ἑτέροισί γε νίκην.

  νὺξ δ' ἤδη τελέθει: ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι,

  ὡς σύ τ' ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς,

  σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν: 295

  αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος

  Τρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους,

  αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα.

  δῶρα δ' ἄγ' ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω,

  ὄφρά τις ὧδ' εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε: 300

  ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο,

  ἠδ' αὖτ' ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε.

  ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον

  σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι:

  Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν. 305

  τὼ δὲ διακρινθέντε ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν

  ἤϊ', ὃ δ' ἐς Τρώων ὅμαδον κίε: τοὶ δὲ χάρησαν,

  ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα,

  Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους:

  καί ῥ' ἦγον προτὶ ἄστυ ἀελπτέοντες σόον εἶναι. 310

  Αἴαντ' αὖθ' ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ

  εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ.

  οἳ δ' ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεί̈δαο γένοντο,

  τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων

  ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι. 315

  τὸν δέρον ἀμφί θ' ἕπον, καί μιν διέχευαν ἅπαντα,

  μίστυλλόν τ' ἄρ' ἐπισταμένως πεῖράν τ' ὀβελοῖσιν,

  ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.

  αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα,

  δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐί̈σης: 320

  νώτοισιν δ' Αἴαντα διηνεκέεσσι γέραιρεν

  ἥρως Ἀτρεί̈δης εὐρὺ κρείων Ἀγαμέμνων.

  αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

  τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν

  Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή: 325

  ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν:

  Ἀτρεί̈δη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,

  πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί,

  τῶν νῦν αἷμα κελαινὸν ἐύ̈ρροον ἀμφὶ Σκάμανδρον

  ἐσκέδασ' ὀξὺς Ἄρης, ψυχαὶ δ' Ἄϊδος δὲ κατῆλθον: 330

  τώ σε χρὴ πόλεμον μὲν ἅμ' ἠοῖ παῦσαι Ἀχαιῶν,

  αὐτοὶ δ' ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς

  βουσὶ καὶ ἡμιόνοισιν: ἀτὰρ κατακήομεν αὐτοὺς

  τυτθὸν ἀπὸ πρὸ νεῶν, ὥς κ' ὀστέα παισὶν ἕκαστος

  οἴκαδ' ἄγῃ ὅτ' ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν. 335

  τύμβον δ' ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες

  ἄκριτον ἐκ πεδίου: ποτὶ δ' αὐτὸν δείμομεν ὦκα

  πύργους ὑψηλοὺς εἶλαρ νηῶν τε καὶ αὐτῶν.

  ἐν δ' αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας,

  ὄφρα δι' αὐτάων ἱππηλασίη ὁδὸς εἴη: 340

  ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον,

  ἥ χ' ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα,

  μή ποτ' ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων.

  ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπῄνησαν βασιλῆες.

  Τρώων αὖτ' ἀγορὴ γένετ' Ἰλίου ἐν πόλει ἄκρῃ 345

  δεινὴ τετρηχυῖα, παρὰ Πριάμοιο θύρῃσι:

  τοῖσιν δ' Ἀντήνωρ πεπνυμένος ἦρχ' ἀγορεύειν:

  κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ' ἐπίκουροι,

  ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.

  δεῦτ' ἄγετ' Ἀργείην Ἑλένην καὶ κτήμαθ' ἅμ' αὐτῇ 350

  δώομεν Ἀτρεί̈δῃσιν ἄγειν: νῦν δ' ὅρκια πιστ�


  ψευσάμενοι μαχόμεσθα: τὼ οὔ νύ τι κέρδιον ἡμῖν

  ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε.

  ἤτοι ὅ γ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο: τοῖσι δ' ἀνέστη

  δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο, 355

  ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα:

  Ἀντῆνορ σὺ μὲν οὐκέτ' ἐμοὶ φίλα ταῦτ' ἀγορεύεις:

  οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.

  εἰ δ' ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,

  ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί. 360

  αὐτὰρ ἐγὼ Τρώεσσι μεθ' ἱπποδάμοις ἀγορεύσω:

  ἀντικρὺ δ' ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω:

  κτήματα δ' ὅσσ' ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ

  πάντ' ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλ' ἐπιθεῖναι.

  ἤτοι ὅ γ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο: τοῖσι δ' ἀνέστη 365

  Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος,

  ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε:

  κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ' ἐπίκουροι,

  ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.

  νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ, 370

  καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος:

  ἠῶθεν δ' Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας

  εἰπέμεν Ἀτρεί̈δῃς Ἀγαμέμνονι καὶ Μενελάῳ

  μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε:

  καὶ δὲ τόδ' εἰπέμεναι πυκινὸν ἔπος, αἴ κ' ἐθέλωσι 375

  παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς

  κήομεν: ὕστερον αὖτε μαχησόμεθ' εἰς ὅ κε δαίμων

  ἄμμε διακρίνῃ, δώῃ δ' ἑτέροισί γε νίκην.

  ὣς ἔφαθ', οἳ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο:

  δόρπον ἔπειθ' εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν: 380

  ἠῶθεν δ' Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας:

  τοὺς δ' εὗρ' εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος

  νηὶ̈ πάρα πρύμνῃ Ἀγαμέμνονος: αὐτὰρ ὃ τοῖσι

  στὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ:

  Ἀτρεί̈δη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν 385

  ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ

  εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο,

  μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε:

  κτήματα μὲν ὅσ' Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν

  ἠγάγετο Τροίηνδ': ὡς πρὶν ὤφελλ' ἀπολέσθαι: 390

  πάντ' ἐθέλει δόμεναι καὶ οἴκοθεν ἄλλ' ἐπιθεῖναι:

  κουριδίην δ' ἄλοχον Μενελάου κυδαλίμοιο

  οὔ φησιν δώσειν: ἦ μὴν Τρῶές γε κέλονται.

  καὶ δὲ τόδ' ἠνώγεον εἰπεῖν ἔπος αἴ κ' ἐθέλητε

  παύσασθαι πολέμοιο δυσηχέος εἰς ὅ κε νεκροὺς 395

  κήομεν: ὕστερον αὖτε μαχησόμεθ' εἰς ὅ κε δαίμων

  ἄμμε διακρίνῃ, δώῃ δ' ἑτέροισί γε νίκην.

  ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ:

  ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης:

  μήτ' ἄρ τις νῦν κτήματ' Ἀλεξάνδροιο δεχέσθω 400

  μήθ' Ἑλένην: γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν

  ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατ' ἐφῆπται.

  ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν

  μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο:

  καὶ τότ' ἄρ' Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων: 405

  Ἰδαῖ' ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις

  ὥς τοι ὑποκρίνονται: ἐμοὶ δ' ἐπιανδάνει οὕτως

  ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω:

  οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων

  γίγνετ' ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα. 410

  ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης.

  ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν,

  ἄψορρον δ' Ἰδαῖος ἔβη προτὶ Ἴλιον ἱρήν.

  οἳ δ' ἕατ' εἰν ἀγορῇ Τρῶες καὶ Δαρδανίωνες

  πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότ' ἄρ' ἔλθοι 415

  Ἰδαῖος: ὃ δ' ἄρ' ἦλθε καὶ ἀγγελίην ἀπέειπε

  στὰς ἐν μέσσοισιν: τοὶ δ' ὁπλίζοντο μάλ' ὦκα,

  ἀμφότερον νέκυάς τ' ἀγέμεν ἕτεροι δὲ μεθ' ὕλην:

  Ἀργεῖοι δ' ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶν

  ὀτρύνοντο νέκυς τ' ἀγέμεν, ἕτεροι δὲ μεθ' ὕλην. 420

  Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας

  ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο

  οὐρανὸν εἰσανιών: οἳ δ' ἤντεον ἀλλήλοισιν.

  ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον:

  ἀλλ' ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα 425

  δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν.

  οὐδ' εἴα κλαίειν Πρίαμος μέγας: οἳ δὲ σιωπῇ

  νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,

  ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν.

  ὣς δ' αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ 430

  νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,

  ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας.

  ἦμος δ' οὔτ' ἄρ πω ἠώς, ἔτι δ' ἀμφιλύκη νύξ,

  τῆμος ἄρ' ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν,

  τύμβον δ' ἀμφ' αὐτὴν ἕνα ποίεον ἐ
ξαγαγόντες 435

  ἄκριτον ἐκ πεδίου, ποτὶ δ' αὐτὸν τεῖχος ἔδειμαν

  πύργους θ' ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν.

  ἐν δ' αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας,

  ὄφρα δι' αὐτάων ἱππηλασίη ὁδὸς εἴη:

  ἔκτοσθεν δὲ βαθεῖαν ἐπ' αὐτῷ τάφρον ὄρυξαν 440

  εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν.

  ὣς οἳ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί:

  οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ

  θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων.

  τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων: 445

  Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπ' ἀπείρονα γαῖαν

  ὅς τις ἔτ' ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει;

  οὐχ ὁράᾳς ὅτι δ' αὖτε κάρη κομόωντες Ἀχαιοὶ

  τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον

  ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας; 450

  τοῦ δ' ἤτοι κλέος ἔσται ὅσον τ' ἐπικίδναται ἠώς:

  τοῦ δ' ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων

  ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε.

  τὸν δὲ μέγ' ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς:

  ὢ πόποι ἐννοσίγαι' εὐρυσθενές, οἷον ἔειπες. 455

  ἄλλός κέν τις τοῦτο θεῶν δείσειε νόημα,

  ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε:

  σὸν δ' ἤτοι κλέος ἔσται ὅσον τ' ἐπικίδναται ἠώς.

  ἄγρει μὰν ὅτ' ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶ

 

‹ Prev