Book Read Free

Complete Works of Homer

Page 649

by Homer


  τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ᾖα

  κωρύκῳ: αὐτίκα γάρ μοι ὀίσατο θυμὸς ἀγήνωρ

  ἄνδρ' ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν,

  ἄγριον, οὔτε δίκας ἐὺ εἰδότα οὔτε θέμιστας. 215

  "καρπαλίμως δ' εἰς ἄντρον ἀφικόμεθ', οὐδέ μιν ἔνδον

  εὕρομεν, ἀλλ' ἐνόμευε νομὸν κάτα πίονα μῆλα.

  ἐλθόντες δ' εἰς ἄντρον ἐθηεύμεσθα ἕκαστα.

  ταρσοὶ μὲν τυρῶν βρῖθον, στείνοντο δὲ σηκοὶ

  ἀρνῶν ἠδ' ἐρίφων: διακεκριμέναι δὲ ἕκασται 220

  ἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι,

  χωρὶς δ' αὖθ' ἕρσαι. ναῖον δ' ὀρῷ ἄγγεα πάντα,

  γαυλοί τε σκαφίδες τε, τετυγμένα, τοῖς ἐνάμελγεν.

  ἔνθ' ἐμὲ μὲν πρώτισθ' ἕταροι λίσσοντ' ἐπέεσσιν

  τυρῶν αἰνυμένους ἰέναι πάλιν, αὐτὰρ ἔπειτα 225

  καρπαλίμως ἐπὶ νῆα θοὴν ἐρίφους τε καὶ ἄρνας

  σηκῶν ἐξελάσαντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ:

  ἀλλ' ἐγὼ οὐ πιθόμην, ἦ τ' ἂν πολὺ κέρδιον ἦεν,

  ὄφρ' αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη.

  οὐδ' ἄρ' ἔμελλ' ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι. 230

  "ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ

  τυρῶν αἰνύμενοι φάγομεν, μένομέν τέ μιν ἔνδον

  ἥμενοι, ἧος ἐπῆλθε νέμων. φέρε δ' ὄβριμον ἄχθος

  ὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη,

  ἔντοσθεν δ' ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν: 235

  ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθ' ἐς μυχὸν ἄντρου.

  αὐτὰρ ὅ γ' εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα

  πάντα μάλ' ὅσσ' ἤμελγε, τὰ δ' ἄρσενα λεῖπε θύρηφιν,

  ἀρνειούς τε τράγους τε, βαθείης ἔκτοθεν αὐλῆς.

  αὐτὰρ ἔπειτ' ἐπέθηκε θυρεὸν μέγαν ὑψόσ' ἀείρας, 240

  ὄβριμον: οὐκ ἂν τόν γε δύω καὶ εἴκοσ' ἄμαξαι

  ἐσθλαὶ τετράκυκλοι ἀπ' οὔδεος ὀχλίσσειαν:

  τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσιν.

  ἑζόμενος δ' ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,

  πάντα κατὰ μοῖραν, καὶ ὑπ' ἔμβρυον ἧκεν ἑκάστῃ. 245

  αὐτίκα δ' ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος

  πλεκτοῖς ἐν ταλάροισιν ἀμησάμενος κατέθηκεν,

  ἥμισυ δ' αὖτ' ἔστησεν ἐν ἄγγεσιν, ὄφρα οἱ εἴη

  πίνειν αἰνυμένῳ καί οἱ ποτιδόρπιον εἴη.

  αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα, 250

  καὶ τότε πῦρ ἀνέκαιε καὶ εἴσιδεν, εἴρετο δ' ἡμέας:

  " 'ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθ' ὑγρὰ κέλευθα;

  ἦ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε,

  οἷά τε ληιστῆρες, ὑπεὶρ ἅλα, τοί τ' ἀλόωνται

  ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;" 255

  "ὣς ἔφαθ', ἡμῖν δ' αὖτε κατεκλάσθη φίλον ἦτορ,

  δεισάντων φθόγγον τε βαρὺν αὐτόν τε πέλωρον.

  ἀλλὰ καὶ ὥς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον:

  " 'ἡμεῖς τοι Τροίηθεν ἀποπλαγχθέντες Ἀχαιοὶ

  παντοίοις ἀνέμοισιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης, 260

  οἴκαδε ἱέμενοι, ἄλλην ὁδὸν ἄλλα κέλευθα

  ἤλθομεν: οὕτω που Ζεὺς ἤθελε μητίσασθαι.

  λαοὶ δ' Ἀτρεί̈δεω Ἀγαμέμνονος εὐχόμεθ' εἶναι,

  τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστί:

  τόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπώλεσε λαοὺς 265

  πολλούς. ἡμεῖς δ' αὖτε κιχανόμενοι τὰ σὰ γοῦνα

  ἱκόμεθ', εἴ τι πόροις ξεινήιον ἠὲ καὶ ἄλλως

  δοίης δωτίνην, ἥ τε ξείνων θέμις ἐστίν.

  ἀλλ' αἰδεῖο, φέριστε, θεούς: ἱκέται δέ τοί εἰμεν,

  Ζεὺς δ' ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε, 270

  ξείνιος, ὃς ξείνοισιν ἅμ' αἰδοίοισιν ὀπηδεῖ.'

  ὣς ἐφάμην, ὁ δέ μ' αὐτίκ' ἀμείβετο νηλέι θυμῷ:

  "νήπιός εἰς, ὦ ξεῖν', ἢ τηλόθεν εἰλήλουθας,

  ὅς με θεοὺς κέλεαι ἢ δειδίμεν ἢ ἀλέασθαι:

  οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν 275

  οὐδὲ θεῶν μακάρων, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν:

  οὐδ' ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην

  οὔτε σεῦ οὔθ' ἑτάρων, εἰ μὴ θυμός με κελεύοι.

  ἀλλά μοι εἴφ' ὅπῃ ἔσχες ἰὼν ἐυεργέα νῆα,

  ἤ που ἐπ' ἐσχατιῆς, ἦ καὶ σχεδόν, ὄφρα δαείω.' 280

  "ὣς φάτο πειράζων, ἐμὲ δ' οὐ λάθεν εἰδότα πολλά,

  ἀλλά μιν ἄψορρον προσέφην δολίοις ἐπέεσσι:

  " 'νέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχθων

  πρὸς πέτρῃσι βαλὼν ὑμῆς ἐπὶ πείρασι γαίης,

  ἄκρῃ προσπελάσας: ἄνεμος δ' ἐκ πόντου ἔνεικεν: 285

  αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὺν ὄλεθρον.'

  "ὣς ἐφάμην, ὁ δέ μ' οὐδὲν ἀμείβετο νηλέι θυμῷ,

  ἀλλ' ὅ γ' ἀναί̈ξας ἑτάροις ἐπὶ χεῖρας ἴαλλε,

  σὺν δὲ δύω μάρψας ὥς τε σκύλακας ποτὶ γαίῃ

  κόπτ': ἐκ δ' ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν. 290

  τοὺς δὲ διὰ μελεϊστὶ ταμὼν ὡπλίσσατο δόρπον:

  ἤσθιε δ' ὥς τε λέων ὀρεσίτροφος, οὐδ' ἀπέλειπεν,

  ἔγκατά τε σάρκας τε καὶ ὀστέα μυελόεντα.

  ἡμεῖς δὲ κλαίοντες ἀνεσχέ�
�ομεν Διὶ χεῖρας,

  σχέτλια ἔργ' ὁρόωντες, ἀμηχανίη δ' ἔχε θυμόν. 295

  αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺν

  ἀνδρόμεα κρέ' ἔδων καὶ ἐπ' ἄκρητον γάλα πίνων,

  κεῖτ' ἔντοσθ' ἄντροιο τανυσσάμενος διὰ μήλων.

  τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸν

  ἆσσον ἰών, ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ, 300

  οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι,

  χείρ' ἐπιμασσάμενος: ἕτερος δέ με θυμὸς ἔρυκεν.

  αὐτοῦ γάρ κε καὶ ἄμμες ἀπωλόμεθ' αἰπὺν ὄλεθρον:

  οὐ γάρ κεν δυνάμεσθα θυράων ὑψηλάων

  χερσὶν ἀπώσασθαι λίθον ὄβριμον, ὃν προσέθηκεν. 305

  ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.

  "ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

  καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα,

  πάντα κατὰ μοῖραν, καὶ ὑπ' ἔμβρυον ἧκεν ἑκάστῃ.

  αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα, 310

  σὺν δ' ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δεῖπνον.

  δειπνήσας δ' ἄντρου ἐξήλασε πίονα μῆλα,

  ῥηιδίως ἀφελὼν θυρεὸν μέγαν: αὐτὰρ ἔπειτα

  ἂψ ἐπέθηχ', ὡς εἴ τε φαρέτρῃ πῶμ' ἐπιθείη.

  πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα 315

  Κύκλωψ: αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων,

  εἴ πως τισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη.

  "ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.

  Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ,

  χλωρὸν ἐλαί̈νεον: τὸ μὲν ἔκταμεν, ὄφρα φοροίη 320

  αὐανθέν. τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντες

  ὅσσον θ' ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης,

  φορτίδος εὐρείης, ἥ τ' ἐκπεράᾳ μέγα λαῖτμα:

  τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι.

  τοῦ μὲν ὅσον τ' ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰς 325

  καὶ παρέθηχ' ἑτάροισιν, ἀποξῦναι δ' ἐκέλευσα:

  οἱ δ' ὁμαλὸν ποίησαν: ἐγὼ δ' ἐθόωσα παραστὰς

  ἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.

  καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ,

  ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλ' ἤλιθα πολλή: 330

  αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον,

  ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας

  τρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι.

  οἱ δ' ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι,

  τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην. 335

  ἑσπέριος δ' ἦλθεν καλλίτριχα μῆλα νομεύων.

  αὐτίκα δ' εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα

  πάντα μάλ', οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς,

  ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν.

  αὐτὰρ ἔπειτ' ἐπέθηκε θυρεὸν μέγαν ὑψόσ' ἀείρας, 340

  ἑζόμενος δ' ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,

  πάντα κατὰ μοῖραν, καὶ ὑπ' ἔμβρυον ἧκεν ἑκάστῃ.

  αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,

  σὺν δ' ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δόρπον.

  καὶ τότ' ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς, 345

  κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο:

  "Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα,

  ὄφρ' εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθει

  ἡμετέρη. σοὶ δ' αὖ λοιβὴν φέρον, εἴ μ' ἐλεήσας

  οἴκαδε πέμψειας: σὺ δὲ μαίνεαι οὐκέτ' ἀνεκτῶς. 350

  σχέτλιε, πῶς κέν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτο

  ἀνθρώπων πολέων, ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας;"

  "ὣς ἐφάμην, ὁ δ' ἔδεκτο καὶ ἔκπιεν: ἥσατο δ' αἰνῶς

  ἡδὺ ποτὸν πίνων καὶ μ' ᾔτεε δεύτερον αὖτις:

  "'δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα εἰπὲ 355

  αὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίρῃς:

  καὶ γὰρ Κυκλώπεσσι φέρει ζείδωρος ἄρουρα

  οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει:

  ἀλλὰ τόδ' ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ.'

  "ὣς φάτ', ἀτάρ οἱ αὖτις ἐγὼ πόρον αἴθοπα οἶνον. 360

  τρὶς μὲν ἔδωκα φέρων, τρὶς δ' ἔκπιεν ἀφραδίῃσιν.

  αὐτὰρ ἐπεὶ Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος,

  καὶ τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι:

  "Κύκλωψ, εἰρωτᾷς μ' ὄνομα κλυτόν, αὐτὰρ ἐγώ τοι

  ἐξερέω: σὺ δέ μοι δὸς ξείνιον, ὥς περ ὑπέστης. 365

  Οὖτις ἐμοί γ' ὄνομα: Οὖτιν δέ με κικλήσκουσι

  μήτηρ ἠδὲ πατὴρ ἠδ' ἄλλοι πάντες ἑταῖροι.'

  "ὣς ἐφάμην, ὁ δέ μ' αὐτίκ' ἀμείβετο νηλέι θυμῷ:

  "Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισιν,

  τοὺς δ' ἄλλους πρόσθεν: τὸ δέ τοι ξεινήιον ἔσται. 370

  "ἦ καὶ ἀνακλινθεὶς πέσεν ὕπτιος, αὐτὰρ ἔπειτα

  κεῖτ' ἀποδοχμώσας παχὺν αὐχένα, κὰδ δέ μιν ὕπνος

  ᾕρει πανδαμάτωρ: φάρυγος δ' ἐξέσσυτο οἶνος

  ψωμοί τ' ἀνδρόμεοι: ὁ δ' ἐρεύγετο οἰνοβαρείων.

  καὶ τότ' ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς, 375

  ἧος θερμαίνοιτο: ἔπεσσι
δὲ πάντας ἑταίρους

  θάρσυνον, μή τίς μοι ὑποδείσας ἀναδύη.

  ἀλλ' ὅτε δὴ τάχ' ὁ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλεν

  ἅψεσθαι, χλωρός περ ἐών, διεφαίνετο δ' αἰνῶς,

  καὶ τότ' ἐγὼν ἆσσον φέρον ἐκ πυρός, ἀμφὶ δ' ἑταῖροι 380

  ἵσταντ': αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων.

  οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον, ὀξὺν ἐπ' ἄκρῳ,

  ὀφθαλμῷ ἐνέρεισαν: ἐγὼ δ' ἐφύπερθεν ἐρεισθεὶς

  δίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρ

  τρυπάνῳ, οἱ δέ τ' ἔνερθεν ὑποσσείουσιν ἱμάντι 385

  ἁψάμενοι ἑκάτερθε, τὸ δὲ τρέχει ἐμμενὲς αἰεί.

  ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες

  δινέομεν, τὸν δ' αἷμα περίρρεε θερμὸν ἐόντα.

  πάντα δέ οἱ βλέφαρ' ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴ

  γλήνης καιομένης, σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι. 390

  ὡς δ' ὅτ' ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον

  εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα

  φαρμάσσων: τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν

  ὣς τοῦ σίζ' ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ.

  σμερδαλέον δὲ μέγ' ᾤμωξεν, περὶ δ' ἴαχε πέτρη, 395

  ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθ': αὐτὰρ ὁ μοχλὸν

  ἐξέρυσ' ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ.

  τὸν μὲν ἔπειτ' ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων,

 

‹ Prev