Book Read Free

Complete Works of Homer

Page 650

by Homer


  αὐτὰρ ὁ Κύκλωπας μεγάλ' ἤπυεν, οἵ ῥά μιν ἀμφὶς

  ᾤκεον ἐν σπήεσσι δι' ἄκριας ἠνεμοέσσας. 400

  οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος,

  ἱστάμενοι δ' εἴροντο περὶ σπέος ὅττι ἑ κήδοι:

  "'τίπτε τόσον, Πολύφημ', ἀρημένος ὧδ' ἐβόησας

  νύκτα δι' ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα;

  ἦ μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει; 405

  ἦ μή τίς σ' αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν;"

  "τοὺς δ' αὖτ' ἐξ ἄντρου προσέφη κρατερὸς Πολύφημος:

  'ὦ φίλοι, Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν.'

  "οἱ δ' ἀπαμειβόμενοι ἔπεα πτερόεντ' ἀγόρευον:

  εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα, 410

  νοῦσον γ' οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι,

  ἀλλὰ σύ γ' εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι.'

  "ὣς ἄρ' ἔφαν ἀπιόντες, ἐμὸν δ' ἐγέλασσε φίλον κῆρ,

  ὡς ὄνομ' ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων.

  Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι 415

  χερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων,

  αὐτὸς δ' εἰνὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας,

  εἴ τινά που μετ' ὄεσσι λάβοι στείχοντα θύραζε:

  οὕτω γάρ πού μ' ἤλπετ' ἐνὶ φρεσὶ νήπιον εἶναι.

  αὐτὰρ ἐγὼ βούλευον, ὅπως ὄχ' ἄριστα γένοιτο, 420

  εἴ τιν' ἑταίροισιν θανάτου λύσιν ἠδ' ἐμοὶ αὐτῷ

  εὑροίμην: πάντας δὲ δόλους καὶ μῆτιν ὕφαινον

  ὥς τε περὶ ψυχῆς: μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν.

  ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.

  ἄρσενες ὄιες ἦσαν ἐυτρεφέες, δασύμαλλοι, 425

  καλοί τε μεγάλοι τε, ἰοδνεφὲς εἶρος ἔχοντες:

  τοὺς ἀκέων συνέεργον ἐυστρεφέεσσι λύγοισιν,

  τῇς ἔπι Κύκλωψ εὗδε πέλωρ, ἀθεμίστια εἰδώς,

  σύντρεις αἰνύμενος: ὁ μὲν ἐν μέσῳ ἄνδρα φέρεσκε,

  τὼ δ' ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους. 430

  τρεῖς δὲ ἕκαστον φῶτ' ὄιες φέρον: αὐτὰρ ἐγώ γε--

  ἀρνειὸς γὰρ ἔην μήλων ὄχ' ἄριστος ἁπάντων,

  τοῦ κατὰ νῶτα λαβών, λασίην ὑπὸ γαστέρ' ἐλυσθεὶς

  κείμην: αὐτὰρ χερσὶν ἀώτου θεσπεσίοιο

  νωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ. 435

  ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.

  "ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

  καὶ τότ' ἔπειτα νομόνδ' ἐξέσσυτο ἄρσενα μῆλα,

  θήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκούς:

  οὔθατα γὰρ σφαραγεῦντο. ἄναξ δ' ὀδύνῃσι κακῇσι 440

  τειρόμενος πάντων ὀίων ἐπεμαίετο νῶτα

  ὀρθῶν ἑσταότων: τὸ δὲ νήπιος οὐκ ἐνόησεν,

  ὥς οἱ ὑπ' εἰροπόκων ὀίων στέρνοισι δέδεντο.

  ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζε

  λάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι. 445

  τὸν δ' ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος:

  "'κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο μήλων

  ὕστατος; οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν,

  ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρεν' ἄνθεα ποίης

  μακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις, 450

  πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαι

  ἑσπέριος: νῦν αὖτε πανύστατος. ἦ σύ γ' ἄνακτος

  ὀφθαλμὸν ποθέεις, τὸν ἀνὴρ κακὸς ἐξαλάωσε

  σὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ,

  Οὖτις, ὃν οὔ πώ φημι πεφυγμένον εἶναι ὄλεθρον. 455

  εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιο

  εἰπεῖν ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει:

  τῷ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃ

  θεινομένου ῥαίοιτο πρὸς οὔδεϊ, κὰδ δέ κ' ἐμὸν κῆρ

  λωφήσειε κακῶν, τά μοι οὐτιδανὸς πόρεν Οὖτις.' 460

  "ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε.

  ἐλθόντες δ' ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆς

  πρῶτος ὑπ' ἀρνειοῦ λυόμην, ὑπέλυσα δ' ἑταίρους.

  καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ,

  πολλὰ περιτροπέοντες ἐλαύνομεν, ὄφρ' ἐπὶ νῆα 465

  ἱκόμεθ'. ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν,

  οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες.

  ἀλλ' ἐγὼ οὐκ εἴων, ἀνὰ δ' ὀφρύσι νεῦον ἑκάστῳ,

  κλαίειν, ἀλλ' ἐκέλευσα θοῶς καλλίτριχα μῆλα

  πόλλ' ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ. 470

  οἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,

  ἑξῆς δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.

  ἀλλ' ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας,

  καὶ τότ' ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι:

  "Κύκλωψ, οὐκ ἄρ' ἔμελλες ἀνάλκιδος ἀνδρὸς ἑταίρους 475

  ἔδμεναι ἐν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι.

  καὶ λίην σέ γ' ἔμελλε κιχήσεσθαι κακὰ ἔργα,

  σχέτλι', ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳ

  ἐσθέμεναι: τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι.'

  "ὣς ἐφάμην, ὁ δ' ἔπειτα χολώσατο κηρόθι μᾶλλον, 480

  ἧκε δ' ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο,r />
  κὰδ δ' ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιο.

  ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης:

  τὴν δ' αἶψ' ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα,

  πλημυρὶς ἐκ πόντοιο, θέμωσε δὲ χέρσον ἱκέσθαι. 485

  αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν

  ὦσα παρέξ, ἑτάροισι δ' ἐποτρύνας ἐκέλευσα

  ἐμβαλέειν κώπῃς, ἵν' ὑπὲκ κακότητα φύγοιμεν,

  κρατὶ κατανεύων: οἱ δὲ προπεσόντες ἔρεσσον.

  ἀλλ' ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν, 490

  καὶ τότε δὴ Κύκλωπα προσηύδων: ἀμφὶ δ' ἑταῖροι

  μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος:

  "'σχέτλιε, τίπτ' ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα;

  ὃς καὶ νῦν πόντονδε βαλὼν βέλος ἤγαγε νῆα

  αὖτις ἐς ἤπειρον, καὶ δὴ φάμεν αὐτόθ' ὀλέσθαι. 495

  εἰ δὲ φθεγξαμένου τευ ἢ αὐδήσαντος ἄκουσε,

  σύν κεν ἄραξ' ἡμέων κεφαλὰς καὶ νήια δοῦρα

  μαρμάρῳ ὀκριόεντι βαλών: τόσσον γὰρ ἵησιν.'

  "ὣς φάσαν, ἀλλ' οὐ πεῖθον ἐμὸν μεγαλήτορα θυμόν,

  ἀλλά μιν ἄψορρον προσέφην κεκοτηότι θυμῷ: 500

  "Κύκλωψ, αἴ κέν τίς σε καταθνητῶν ἀνθρώπων

  ὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν,

  φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι,

  υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκί' ἔχοντα.'

  "ὣς ἐφάμην, ὁ δέ μ' οἰμώξας ἠμείβετο μύθῳ: 505

  'ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθ' ἱκάνει.

  ἔσκε τις ἐνθάδε μάντις ἀνὴρ ἠύς τε μέγας τε,

  Τήλεμος Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστο

  καὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν:

  ὅς μοι ἔφη τάδε πάντα τελευτήσεσθαι ὀπίσσω, 510

  χειρῶν ἐξ Ὀδυσῆος ἁμαρτήσεσθαι ὀπωπῆς.

  ἀλλ' αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμην

  ἐνθάδ' ἐλεύσεσθαι, μεγάλην ἐπιειμένον ἀλκήν:

  νῦν δέ μ' ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς

  ὀφθαλμοῦ ἀλάωσεν, ἐπεί μ' ἐδαμάσσατο οἴνῳ. 515

  ἀλλ' ἄγε δεῦρ', Ὀδυσεῦ, ἵνα τοι πὰρ ξείνια θείω

  πομπήν τ' ὀτρύνω δόμεναι κλυτὸν ἐννοσίγαιον:

  τοῦ γὰρ ἐγὼ πάϊς εἰμί, πατὴρ δ' ἐμὸς εὔχεται εἶναι.

  αὐτὸς δ', αἴ κ' ἐθέλῃσ', ἰήσεται, οὐδέ τις ἄλλος

  οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.' 520

  "ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:

  αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην

  εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω,

  ὡς οὐκ ὀφθαλμόν γ' ἰήσεται οὐδ' ἐνοσίχθων.'

  "ὣς ἐφάμην, ὁ δ' ἔπειτα Ποσειδάωνι ἄνακτι 525

  εὔχετο χεῖρ' ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα:

  'κλῦθι, Ποσείδαον γαιήοχε κυανοχαῖτα,

  εἰ ἐτεόν γε σός εἰμι, πατὴρ δ' ἐμὸς εὔχεαι εἶναι,

  δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδ' ἱκέσθαι

  υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκί' ἔχοντα. 530

  ἀλλ' εἴ οἱ μοῖρ' ἐστὶ φίλους τ' ἰδέειν καὶ ἱκέσθαι

  οἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν,

  ὀψὲ κακῶς ἔλθοι, ὀλέσας ἄπο πάντας ἑταίρους,

  νηὸς ἐπ' ἀλλοτρίης, εὕροι δ' ἐν πήματα οἴκῳ.'

  "ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε κυανοχαίτης. 535

  αὐτὰρ ὅ γ' ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείρας

  ἧκ' ἐπιδινήσας, ἐπέρεισε δὲ ἶν' ἀπέλεθρον,

  κὰδ' δ' ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιο

  τυτθόν, ἐδεύησεν δ' οἰήιον ἄκρον ἱκέσθαι.

  ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης: 540

  τὴν δὲ πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι.

  "ἀλλ' ὅτε δὴ τὴν νῆσον ἀφικόμεθ', ἔνθα περ ἄλλαι

  νῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφὶ δ' ἑταῖροι

  ἥατ' ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί,

  νῆα μὲν ἔνθ' ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν, 545

  ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης.

  μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες

  δασσάμεθ', ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.

  ἀρνειὸν δ' ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροι

  μήλων δαιομένων δόσαν ἔξοχα: τὸν δ' ἐπὶ θινὶ 550

  Ζηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει,

  ῥέξας μηρί' ἔκαιον: ὁ δ' οὐκ ἐμπάζετο ἱρῶν,

  ἀλλ' ὅ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι

  νῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι.

  "ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα 555

  ἥμεθα δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέθυ ἡδύ:

  ἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,

  δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.

  ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

  δὴ τότ' ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσα 560

  αὐτούς τ' ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι:

  οἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,

  ἑξῆς δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.

  "ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,

  ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρ
ους. 565

  Ῥαψωδία κ

  "Αἰολίην δ' ἐς νῆσον ἀφικόμεθ': ἔνθα δ' ἔναιεν

  Αἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν,

  πλωτῇ ἐνὶ νήσῳ: πᾶσαν δέ τέ μιν πέρι τεῖχος

  χάλκεον ἄρρηκτον, λισσὴ δ' ἀναδέδρομε πέτρη.

  τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν, 5

  ἓξ μὲν θυγατέρες, ἓξ δ' υἱέες ἡβώοντες:

  ἔνθ' ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις.

  οἱ δ' αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ

  δαίνυνται, παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται,

  κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ 10

  ἤματα: νύκτας δ' αὖτε παρ' αἰδοίῃς ἀλόχοισιν

  εὕδουσ' ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι.

  καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά.

  μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα,

  Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν: 15

  καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα.

  ἀλλ' ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδ' ἐκέλευον

  πεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν.

  δῶκε δέ μ' ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο,

  ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα: 20

  κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων,

  ἠμὲν παυέμεναι ἠδ' ὀρνύμεν, ὅν κ' ἐθέλῃσι.

 

‹ Prev