Book Read Free

Complete Works of Homer

Page 675

by Homer


  ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα 270

  ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,

  ζωοῦ: αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ

  αἰτίζων ἀνὰ δῆμον. ἀτὰρ ἐρίηρας ἑταίρους

  ὤλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ,

  Θρινακίης ἄπο νήσου ἰών: ὀδύσαντο γὰρ αὐτῷ 275

  Ζεύς τε καὶ Ἠέλιος: τοῦ γὰρ βόας ἔκταν ἑταῖροι.

  οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ:

  τὸν δ' ἄρ' ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμ' ἐπὶ χέρσου,

  Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,

  οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο 280

  καί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶ

  οἴκαδ' ἀπήμαντον. καί κεν πάλαι ἐνθάδ' Ὀδυσσεὺς

  ἤην: ἀλλ' ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ,

  χρήματ' ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι:

  ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπων 285

  οἶδ' Ὀδυσεύς, οὐδ' ἄν τις ἐρίσσειε βροτὸς ἄλλος.

  ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων:

  ὤμνυε δὲ πρὸς ἔμ' αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,

  νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,

  οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν. 290

  ἀλλ' ἐμὲ πρὶν ἀπέπεμψε: τύχησε γὰρ ἐρχομένη νηῦς

  ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.

  καί μοι κτήματ' ἔδειξεν, ὅσα ξυναγείρατ' Ὀδυσσεύς:

  καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γ' ἔτι βόσκοι,

  ὅσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος. 295

  τὸν δ' ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο

  ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,

  ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖαν

  ἤδη δὴν ἀπεών, ἤ ἀμφαδὸν ἦε κρυφηδόν.

  "ὣς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη 300

  ἄγχι μάλ', οὐδ' ἔτι τῆλε φίλων καὶ πατρίδος αἴης

  δηρὸν ἀπεσσεῖται: ἔμπης δέ τοι ὅρκια δώσω.

  ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,

  ἱστίη τ' Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω:

  ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω. 305

  τοῦδ' αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδ' Ὀδυσσεύς,

  τοῦ μὲν φθίνοντος μηνός, τοῦ δ' ἱσταμένοιο."

  τὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια:

  "αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη:

  τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα 310

  ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.

  ἀλλά μοι ὧδ' ἀνὰ θυμὸν ὀί̈εται, ὡς ἔσεταί περ:

  οὔτ' Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται, οὔτε σὺ πομπῆς

  τεύξῃ, ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσ' ἐνὶ οἴκῳ

  οἷος Ὀδυσσεὺς ἔσκε μετ' ἀνδράσιν, εἴ ποτ' ἔην γε, 315

  ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι.

  ἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δ' εὐνήν,

  δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα,

  ὥς κ' εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται.

  ἠῶθεν δὲ μάλ' ἦρι λοέσσαι τε χρῖσαί τε, 320

  ὥς κ' ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται

  ἥμενος ἐν μεγάρῳ: τῷ δ' ἄλγιον ὅς κεν ἐκείνων

  τοῦτον ἀνιάζῃ θυμοφθόρος: οὐδέ τι ἔργον

  ἐνθάδ' ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς.

  πῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι εἴ τι γυναικῶν 325

  ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν,

  εἴ κεν ἀϋσταλέος, κακὰ εἱμένος ἐν μεγάροισιν

  δαινύῃ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν.

  ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ,

  τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγε' ὀπίσσω 330

  ζωῷ, ἀτὰρ τεθνεῶτί γ' ἐφεψιόωνται ἅπαντες:

  ὃς δ' ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ,

  τοῦ μέν τε κλέος εὐρὺ δὶα ξεῖνοι φορέουσι

  πάντας ἐπ' ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον."

  τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς: 335

  "ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,

  ἦ τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα

  ἤχθεθ', ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα

  νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο,

  κείω δ' ὡς τὸ πάρος περ ἀύ̈πνους νύκτας ἴαυον: 340

  πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ

  ἄεσα καί τ' ἀνέμεινα ἐύ̈θρονον Ἠῶ δῖαν.

  οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ

  γίγνεται: οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο

  τάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν, 345

  εἰ μή τις γρηῦς ἔστι παλαιή, κεδνὰ ἰδυῖα,

  ἥ τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τ' ἐγώ περ:

  τῇ δ' οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο."

  τὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια:

  "ξεῖνε φίλ': οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε 350

  ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα,

  ὡς σὺ μάλ' εὐφραδέως πεπνυμένα πάντ' ἀγορεύεις:

  ἔστι δέ μοι γρηὺ̈ς πυκινὰ φρεσὶ μήδε' ἔχουσα

  �
�� κεῖνον δύστηνον ἐὺ̈ τρέφεν ἠδ' ἀτίταλλε,

  δεξαμένη χείρεσσ', ὅτε μιν πρῶτον τέκε μήτηρ, 355

  ἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης.

  ἀλλ' ἄγε νῦν ἀνστᾶσα, περίφρων Εὐρύκλεια,

  νίψον σοῖο ἄνακτος ὁμήλικα: καί που Ὀδυσσεὺς

  ἤδη τοιόσδ' ἐστὶ πόδας τοιόσδε τε χεῖρας:

  αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν." 360

  ὣς ἄρ' ἔφη, γρηὺ̈ς δὲ κατέσχετο χερσὶ πρόσωπα,

  δάκρυα δ' ἔκβαλε θερμά, ἔπος δ' ὀλοφυδνὸν ἔειπεν:

  "ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος: ἦ σε περὶ Ζεὺς

  ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα.

  οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ 365

  πίονα μηρί' ἔκη' οὐδ' ἐξαίτους ἑκατόμβας,

  ὅσσα σὺ τῷ ἐδίδους, ἀρώμενος ἧος ἵκοιο

  γῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν:

  νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ.

  οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκες 370

  ξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαθ' ἵκοιτο,

  ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι,

  τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλ' ἀλεείνων

  οὐκ ἐάας νίζειν: ἐμὲ δ' οὐκ ἀέκουσαν ἄνωγε

  κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια. 375

  τῷ σε πόδας νίψω ἅμα τ' αὐτῆς Πηνελοπείης

  καὶ σέθεν εἵνεκ', ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς

  κήδεσιν. ἀλλ' ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω:

  πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδ' ἵκοντο,

  ἀλλ' οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι 380

  ὡς σὺ δέμας φωνήν τε πόδας τ' Ὀδυσῆϊ ἔοικας."

  τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:

  "ὦ γρηῦ, οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσιν

  ἡμέας ἀμφοτέρους, μάλα εἰκέλω ἀλλήλοιϊν

  ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσ' ἀγορεύεις." 385

  ὣς ἄρ' ἔφη, γρηὺ̈ς δὲ λέβηθ' ἕλε παμφανόωντα

  τοῦ πόδας ἐξαπένιζεν, ὕδωρ δ' ἐνεχεύατο πουλὺ

  ψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. αὐτὰρ Ὀδυσσεὺς

  ἷζεν ἐπ' ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετ' αἶψα:

  αὐτίκα γὰρ κατὰ θυμὸν ὀί̈σατο, μή ἑ λαβοῦσα 390

  οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο.

  νίζε δ' ἄρ' ἆσσον ἰοῦσα ἄναχθ' ἑόν: αὐτίκα δ' ἔγνω

  οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι

  Παρνησόνδ' ἐλθόντα μετ' Αὐτόλυκόν τε καὶ υἷας,

  μητρὸς ἑῆς πάτερ' ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστο 395

  κλεπτοσύνῃ θ' ὅρκῳ τε: θεὸς δέ οἱ αὐτὸς ἔδωκεν

  Ἑρμείας: τῷ γὰρ κεχαρισμένα μηρία καῖεν

  ἀρνῶν ἠδ' ἐρίφων: ὁ δέ οἱ πρόφρων ἅμ' ὀπήδει.

  Αὐτόλυκος δ' ἐλθὼν Ἰθάκης ἐς πίονα δῆμον

  παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς: 400

  τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε

  παυομένῳ δόρποιο, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν:

  "Αὐτόλυκ', αὐτὸς νῦν ὄνομ' εὕρεο ὅττι κε θῆαι

  παιδὸς παιδὶ φίλῳ: πολυάρητος δέ τοί ἐστιν."

  τὴν δ' αὖτ' Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε: 405

  "γαμβρὸς ἐμὸς θυγάτηρ τε, τίθεσθ' ὄνομ' ὅττι κεν εἴπω:

  πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδ' ἱκάνω,

  ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν:

  τῷ δ' Ὀδυσεὺς ὄνομ' ἔστω ἐπώνυμον: αὐτὰρ ἐγώ γε,

  ὁππότ' ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα 410

  ἔλθῃ Παρνησόνδ', ὅθι πού μοι κτήματ' ἔασι,

  τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντ' ἀποπέμψω."

  τῶν ἕνεκ' ἦλθ' Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα.

  τὸν μὲν ἄρ' Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο

  χερσίν τ' ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι: 415

  μήτηρ δ' Ἀμφιθέη μητρὸς περιφῦσ' Ὀδυσῆϊ

  κύσσ' ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά.

  Αὐτόλυκος δ' υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι

  δεῖπνον ἐφοπλίσσαι: τοὶ δ' ὀτρύνοντος ἄκουσαν,

  αὐτίκα δ' εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον: 420

  τὸν δέρον ἀμφί θ' ἕπον, καί μιν διέχευαν ἅπαντα,

  μίστυλλόν τ' ἄρ' ἐπισταμένως πεῖράν τ' ὀβελοῖσιν,

  ὤπτησάν τε περιφραδέως, δάσσαντό τε μοίρας.

  ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

  δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐί̈σης: 425

  ἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,

  δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.

  ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

  βάν ῥ' ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ

  υἱέες Αὐτολύκου: μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς 430

  ἤϊεν: αἰπὺ δ' ὄρος προσέβαν καταειμένον ὕλῃ

  Παρνησοῦ, τάχα δ' ἵκανον πτύχας ἠνεμοέσσας.

  Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας

  ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο,

  οἱ δ' ἐς βῆσσαν ἵκανον ἐπακτῆρες: πρὸ δ' ἄρ' αὐτῶν 435

  ἴχνι' ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθεν

  υ�
��έες Αὐτολύκου: μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς

  ἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος.

  ἔνθα δ' ἄρ' ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς:

  τὴν μὲν ἄρ' οὔτ' ἀνέμων διάει μένος ὑγρὸν ἀέντων, 440

  οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,

  οὔτ' ὄμβρος περάασκε διαμπερές: ὣς ἄρα πυκνὴ

  ἦεν, ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή.

  τὸν δ' ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν,

  ὡς ἐπάγοντες ἐπῇσαν: ὁ δ' ἀντίος ἐκ ξυλόχοιο 445

  φρίξας εὖ λοφιήν, πῦρ δ' ὀφθαλμοῖσι δεδορκώς,

  στῆ ῥ' αὐτῶν σχεδόθεν: ὁ δ' ἄρα πρώτιστος Ὀδυσσεὺς

  ἔσσυτ' ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ,

  οὐτάμεναι μεμαώς: ὁ δέ μιν φθάμενος ἔλασεν σῦς

  γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι 450

  λικριφὶς ἀί̈ξας, οὐδ' ὀστέον ἵκετο φωτός.

  τὸν δ' Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον,

  ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή:

  κὰδ δ' ἔπεσ' ἐν κονίῃσι μακών, ἀπὸ δ' ἔπτατο θυμός.

  τὸν μὲν ἄρ' Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο, 455

  ὠτειλὴν δ' Ὀδυσῆος ἀμύμονος ἀντιθέοιο

  δῆσαν ἐπισταμένως, ἐπαοιδῇ δ' αἷμα κελαινὸν

  ἔσχεθον, αἶψα δ' ἵκοντο φίλου πρὸς δώματα πατρός.

  τὸν μὲν ἄρ' Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο

  εὖ ἰησάμενοι ἠδ' ἀγλαὰ δῶρα πορόντες 460

 

‹ Prev