Book Read Free

Complete Works of Homer

Page 676

by Homer


  καρπαλίμως χαίροντα φίλην ἐς πατρίδ' ἔπεμπον

  εἰς Ἰθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ

  χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα,

  οὐλὴν ὅττι πάθοι: ὁ δ' ἄρα σφίσιν εὖ κατέλεξεν

  ὥς μιν θηρεύοντ' ἔλασεν σῦς λευκῷ ὀδόντι, 465

  Παρνησόνδ' ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.

  τὴν γρηὺ̈ς χείρεσσι καταπρηνέσσι λαβοῦσα

  γνῶ ῥ' ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι:

  ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός,

  ἂψ δ' ἑτέρωσ' ἐκλίθη: τὸ δ' ἐπὶ χθονὸς ἐξέχυθ' ὕδωρ. 470

  τὴν δ' ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε

  δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.

  ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν:

  "ἦ μάλ' Ὀδυσσεύς ἐσσι, φίλον τέκος: οὐδέ σ' ἐγώ γε

  πρὶν ἔγνων, πρὶν πάντα ἄνακτ' ἐμὸν ἀμφαφάασθαι." 475

  ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι,

  πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.

  ἡ δ' οὔτ' ἀθρῆσαι δύνατ' ἀντίη οὔτε νοῆσαι:

  τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν: αὐτὰρ Ὀδυσσεὺς

  χεῖρ' ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι, 480

  τῇ δ' ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε.

  "μαῖα, τίη μ' ἐθέλεις ὀλέσαι; σὺ δέ μ' ἔτρεφες αὐτὴ

  τῷ σῷ ἐπὶ μαζῷ: νῦν δ' ἄλγεα πολλὰ μογήσας

  ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.

  ἀλλ' ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ, 485

  σίγα, μή τίς τ' ἄλλος ἐνὶ μεγάροισι πύθηται.

  ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται:

  εἴ χ' ὑπ' ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,

  οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι, ὁππότ' ἂν ἄλλας

  δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας." 490

  τὸν δ' αὖτε προσέειπε περίφρων Εὐρύκλεια:

  "τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.

  οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδ' ἐπιεικτόν,

  ἕξω δ' ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος.

  ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν: 495

  εἴ χ' ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,

  δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας,

  αἵ τέ σ' ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι."

  τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς

  "μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι; οὐδέ τί σε χρή. 500

  εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομ' ἑκάστην:

  ἀλλ' ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν."

  ὣς ἄρ' ἔφη, γρηὺ̈ς δὲ διὲκ μεγάροιο βεβήκει

  οἰσομένη ποδάνιπτρα: τὰ γὰρ πρότερ' ἔκχυτο πάντα.

  αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπ' ἐλαίῳ, 505

  αὖτις ἄρ' ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺς

  θερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.

  τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια:

  "ξεῖνε, τὸ μέν σ' ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή:

  καὶ γὰρ δὴ κοίτοιο τάχ' ἔσσεται ἡδέος ὥρη, 510

  ὅν τινά γ' ὕπνος ἕλοι γλυκερός, καὶ κηδόμενόν περ.

  αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων:

  ἤματα μὲν γὰρ τέρπομ' ὀδυρομένη, γοόωσα,

  ἔς τ' ἐμὰ ἔργ' ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ:

  αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ, ἕλῃσί τε κοῖτος ἅπαντας, 515

  κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφ' ἀδινὸν κῆρ

  ὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν.

  ὡς δ' ὅτε Πανδαρέου κούρη, χλωρηὶ̈ς ἀηδών,

  καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο,

  δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν, 520

  ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν,

  παῖδ' ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ

  κτεῖνε δι' ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος,

  ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα,

  ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω, 525

  κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα,

  εὐνήν τ' αἰδομένη πόσιος δήμοιό τε φῆμιν,

  ἦ ἤδη ἅμ' ἕπωμαι Ἀχαιῶν ὅς τις ἄριστος

  μνᾶται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα.

  παῖς δ' ἐμὸς ἧος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων, 530

  γήμασθ' οὔ μ' εἴα πόσιος κατὰ δῶμα λιποῦσαν:

  νῦν δ' ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει,

  καὶ δή μ' ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο,

  κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί.

  ἀλλ' ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον. 535

  χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν

  ἐξ ὕδατος, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα:

  ἐλθὼν δ' ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης

  πᾶσι κατ' αὐχένας ἦξε καὶ ἔκτανεν: οἱ δ' ἐκέχυντο

  ἀθρόοι ἐν μεγάροις, ὁ δ' ἐς αἰθέρα δῖαν ἀέρθη. 540

  αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ,

  ἀμφὶ δ' ἔμ' ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί,

  οἴκτρ' ὀλοφυρ�
�μένην ὅ μοι αἰετὸς ἔκτανε χῆνας.

  ἂψ δ' ἐλθὼν κατ' ἄρ' ἕζετ' ἐπὶ προὔχοντι μελάθρῳ,

  φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε: 545

  "'θάρσει, Ἰκαρίου κούρη τηλεκλειτοῖο:

  οὐκ ὄναρ, ἀλλ' ὕπαρ ἐσθλόν, ὅ τοι τετελεσμένον ἔσται.

  χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνις

  ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα,

  ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω.' 550

  "ὣς ἔφατ', αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε:

  παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα

  πυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ."

  τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:

  "ὦ γύναι, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον 555

  ἄλλῃ ἀποκλίναντ', ἐπεὶ ἦ ῥά τοι αὐτὸς Ὀδυσσεὺς

  πέφραδ' ὅπως τελέει: μνηστῆρσι δὲ φαίνετ' ὄλεθρος

  πᾶσι μάλ', οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει."

  τὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια:

  "ξεῖν', ἦ τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι 560

  γίγνοντ', οὐδέ τι πάντα τελείεται ἀνθρώποισι.

  δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων:

  αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δ' ἐλέφαντι:

  τῶν οἳ μέν κ' ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος,

  οἵ ῥ' ἐλεφαίρονται, ἔπε' ἀκράαντα φέροντες: 565

  οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε,

  οἵ ῥ' ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται.

  ἀλλ' ἐμοὶ οὐκ ἐντεῦθεν ὀί̈ομαι αἰνὸν ὄνειρον

  ἐλθέμεν: ἦ κ' ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.

  ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν: 570

  ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μ' Ὀδυσῆος

  οἴκου ἀποσχήσει: νῦν γὰρ καταθήσω ἄεθλον,

  τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν

  ἵστασχ' ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας:

  στὰς δ' ὅ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν. 575

  νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω:

  ὃς δέ κε ῥηί̈τατ' ἐντανύσῃ βιὸν ἐν παλάμῃσι

  καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,

  τῷ κεν ἅμ' ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα

  κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο: 580

  τοῦ ποτὲ μεμνήσεσθαι ὀί̈ομαι ἔν περ ὀνείρῳ."

  τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς

  "ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,

  μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεθλον:

  πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδ' Ὀδυσσεύς, 585

  πρὶν τούτους τόδε τόξον ἐύ̈ξοον ἀμφαφόωντας

  νευρήν τ' ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου."

  τὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια:

  "εἴ κ' ἐθέλοις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι

  τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη. 590

  ἀλλ' οὐ γάρ πως ἔστιν ἀύ̈πνους ἔμμεναι αἰεὶ

  ἀνθρώπους: ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκαν

  ἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.

  ἀλλ' ἦ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα

  λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται, 595

  αἰεὶ δάκρυσ' ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς

  ᾤχετ' ἐποψόμενος Κακοί̈λιον οὐκ ὀνομαστήν.

  ἔνθα κε λεξαίμην: σὺ δὲ λέξεο τῷδ' ἐνὶ οἴκῳ,

  ἢ χαμάδις στορέσας ἤ τοι κατὰ δέμνια θέντων."

  ὣς εἰποῦσ' ἀνέβαιν' ὑπερώϊα σιγαλόεντα, 600

  οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.

  ἐς δ' ὑπερῷ' ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ

  κλαῖεν ἔπειτ' Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον

  ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.

  Ῥαψωδία υ

  αὐτὰρ ὁ ἐν προδόμῳ εὐνάζετο δῖος Ὀδυσσεύς:

  κὰμ μὲν ἀδέψητον βοέην στόρεσ', αὐτὰρ ὕπερθε

  κώεα πόλλ' ὀί̈ων, τοὺς ἱρεύεσκον Ἀχαιοί:

  Εὐρυνόμη δ' ἄρ' ἐπὶ χλαῖναν βάλε κοιμηθέντι.

  ἔνθ' Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ 5

  κεῖτ' ἐγρηγορόων: ταὶ δ' ἐκ μεγάροιο γυναῖκες

  ἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ,

  ἀλλήλῃσι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι.

  τοῦ δ' ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι:

  πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν, 10

  ἠὲ μεταί̈ξας θάνατον τεύξειεν ἑκάστῃ,

  ἦ ἔτ' ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι

  ὕστατα καὶ πύματα, κραδίη δέ οἱ ἔνδον ὑλάκτει.

  ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα

  ἄνδρ' ἀγνοιήσασ' ὑλάει μέμονέν τε μάχεσθαι, 15

  ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα:

  στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ:

  "τέτλαθι δή, κραδίη: καὶ κύντερον ἄλλο ποτ' ἔτλης.

  ἤματι τῷ ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ

  ἰφθίμους ἑτάρους: σὺ δ' ἐτόλμας, ὄφρα σε μῆτις 20

  ἐξάγαγ' ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι."

  ὣς ἔφατ', �
�ν στήθεσσι καθαπτόμενος φίλον ἦτορ:

  τῷ δὲ μάλ' ἐν πείσῃ κραδίη μένε τετληυῖα

  νωλεμέως: ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα.

  ὡς δ' ὅτε γαστέρ' ἀνὴρ πολέος πυρὸς αἰθομένοιο, 25

  ἐμπλείην κνίσης τε καὶ αἵματος, ἔνθα καὶ ἔνθα

  αἰόλλῃ, μάλα δ' ὦκα λιλαίεται ὀπτηθῆναι,

  ὣς ἄρ' ὅ γ' ἔνθα καὶ ἔνθα ἑλίσσετο, μερμηρίζων

  ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει

  μοῦνος ἐὼν πολέσι. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη 30

  οὐρανόθεν καταβᾶσα: δέμας δ' ἤϊκτο γυναικί:

  στῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε:

  "τίπτ' αὖτ' ἐγρήσσεις, πάντων περὶ κάμμορε φωτῶν;

  οἶκος μέν τοι ὅδ' ἐστί, γυνὴ δέ τοι ἥδ' ἐνὶ οἴκῳ

  καὶ, πάϊς, οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα." 35

  τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:

  "ναὶ δὴ ταῦτά γε πάντα, θεά, κατὰ μοῖραν ἔειπες:

  ἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,

  ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω,

  μοῦνος ἐών: οἱ δ' αἰὲν ἀολλέες ἔνδον ἔασι. 40

  πρὸς δ' ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω:

  εἴ περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι,

  πῆ κεν ὑπεκπροφύγοιμι; τά σε φράζεσθαι ἄνωγα."

 

‹ Prev