Delphi Septuagint
Page 689
[10] And they shall stone him with stones, and he shall die, because he sought to draw thee away from the Lord thy God who brought thee out of the land of Egypt, out of the house of bondage.
[12] καὶ πᾶς Ισραηλ ἀκούσας φοβηθήσεται καὶ οὐ προσθήσουσιν ἔτι ποιῆσαι κατὰ τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο ἐν ὑμῖν.
[11] And all Israel shall hear, and fear, and shall not again do according to this evil thing among you.
[13] Ἐὰν δὲ ἀκούσῃς ἐν μιᾷ τῶν πόλεών σου, ὧν κύριος ὁ θεός σου δίδωσίν σοι κατοικεῖν σε ἐκεῖ, λεγόντων
[12] And if in one of thy cities which the Lord God gives thee to dwell therein, thou shalt hear men saying,
[14] Ἐξήλθοσαν ἄνδρες παράνομοι ἐξ ὑμῶν καὶ ἀπέστησαν πάντας τοὺς κατοικοῦντας τὴν πόλιν αὐτῶν λέγοντες Πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις, οὓς οὐκ ᾔδειτε,
[13] Evil men have gone out from you, and have caused all the inhabitants of their land to fall away, saying, Let us go and worship other gods, whom ye knew not,
[15] καὶ ἐρωτήσεις καὶ ἐραυνήσεις σφόδρα, καὶ ἰδοὺ ἀληθὴς σαφῶς ὁ λόγος, γεγένηται τὸ βδέλυγμα τοῦτο ἐν ὑμῖν,
[14] then thou shalt enquire and ask, and search diligently, and behold, if the thing is clearly true, and this abomination has taken place among you,
[16] ἀναιρῶν ἀνελεῖς πάντας τοὺς κατοικοῦντας ἐν τῇ πόλει ἐκείνῃ ἐν φόνῳ μαχαίρας, ἀναθέματι ἀναθεματιεῖτε αὐτὴν καὶ πάντα τὰ ἐν αὐτῇ
[15] thou shalt utterly destroy all the dwellers in that land with the edge of the sword; ye shall solemnly curse it, and all things in it.
[17] καὶ πάντα τὰ σκῦλα αὐτῆς συνάξεις εἰς τὰς διόδους αὐτῆς καὶ ἐμπρήσεις τὴν πόλιν ἐν πυρὶ καὶ πάντα τὰ σκῦλα αὐτῆς πανδημεὶ ἐναντίον κυρίου τοῦ θεοῦ σου, καὶ ἔσται ἀοίκητος εἰς τὸν αἰῶνα, οὐκ ἀνοικοδομηθήσεται ἔτι.
[16] And all its spoils thou shalt gather into its public ways, and thou shalt burn the city with fire, and all its spoils publicly before the Lord thy God; and it shall be uninhabited for ever, it shall not be built again.
[18] οὐ προσκολληθήσεται ἐν τῇ χειρί σου οὐδὲν ἀπὸ τοῦ ἀναθέματος, ἵνα ἀποστραφῇ κύριος ἀπὸ θυμοῦ τῆς ὀργῆς αὐτοῦ καὶ δώσει σοι ἔλεος καὶ ἐλεήσει σε καὶ πληθυνεῖ σε, ὃν τρόπον ὤμοσεν κύριος τοῖς πατράσιν σου,
[17] And there shall nothing of the cursed thing cleave to thy hand, that the Lord may turn from his fierce anger, and shew thee mercy, and pity thee, and multiply thee, as he sware to thy fathers;
[19] ἐὰν ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου φυλάσσειν πάσας τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ποιεῖν τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον κυρίου τοῦ θεοῦ σου.
[18] if thou wilt hear the voice of the Lord thy God, to keep his commandments, all that I charge thee this day, to do that which is good and pleasing before the Lord thy God.
CHAPTER 14
[1] Υἱοί ἐστε κυρίου τοῦ θεοῦ ὑμῶν· οὐ φοιβήσετε, οὐκ ἐπιθήσετε φαλάκρωμα ἀνὰ μέσον τῶν ὀφθαλμῶν ὑμῶν ἐπὶ νεκρῷ·
[1] Ye are the children of the Lord your God: ye shall not make any baldness between you eyes for the dead.
[2] ὅτι λαὸς ἅγιος εἶ κυρίῳ τῷ θεῷ σου, καὶ σὲ ἐξελέξατο κύριος ὁ θεός σου γενέσθαι σε αὐτῷ λαὸν περιούσιον ἀπὸ πάντων τῶν ἐθνῶν τῶν ἐπὶ προσώπου τῆς γῆς.
[2] For thou art a holy people to the Lord thy God, and the Lord thy God has chosen thee to be a peculiar people to himself of all the nations on the face of the earth.
[3] Οὐ φάγεσθε πᾶν βδέλυγμα.
[3] Ye shall not eat any abominable thing.
[4] ταῦτα τὰ κτήνη, ἃ φάγεσθε· μόσχον ἐκ βοῶν καὶ ἀμνὸν ἐκ προβάτων καὶ χίμαρον ἐξ αἰγῶν,
[4] These are the beasts which ye shall eat; the calf of the herd, and lamb of the sheep, and kid of the goats;
[5] ἔλαφον καὶ δορκάδα καὶ βούβαλον καὶ τραγέλαφον καὶ πύγαργον, ὄρυγα καὶ καμηλοπάρδαλιν·
[5] the stag, and doe, and pygarg, and wild goat, and camelopard.
[6] πᾶν κτῆνος διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζον δύο χηλῶν καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσιν, ταῦτα φάγεσθε.
[6] Every beast that divides the hoofs, and makes claws of two divisions, and that chews the cud among beasts, these ye shall eat.
[7] καὶ ταῦτα οὐ φάγεσθε ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς καὶ ὀνυχιζόντων ὀνυχιστῆρας· τὸν κάμηλον καὶ δασύποδα καὶ χοιρογρύλλιον, ὅτι ἀνάγουσιν μηρυκισμὸν καὶ ὁπλὴν οὐ διχηλοῦσιν, ἀκάθαρτα ταῦτα ὑμῖν ἐστιν·
[7] And these ye shall not eat of them that chew the cud, and of those that divide the hoofs, and make distinct claws; the camel, and the hare, and the rabbit; because they chew the cud, and do not divide the hoof, these are unclean to you.
[8] καὶ τὸν ὗν, ὅτι διχηλεῖ ὁπλὴν τοῦτο καὶ ὀνυχίζει ὄνυχας ὁπλῆς καὶ τοῦτο μηρυκισμὸν οὐ μαρυκᾶται, ἀκάθαρτον τοῦτο ὑμῖν· ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ φάγεσθε καὶ τῶν θνησιμαίων αὐτῶν οὐχ ἅψεσθε. –
[8] And as for the swine, because he divides the hoof, and makes claws of the hoof, yet he chews not the cud, he is unclean to you; ye shall not eat of their flesh, ye shall not touch their dead bodies.
[9] καὶ ταῦτα φάγεσθε ἀπὸ πάντων τῶν ἐν τοῖς ὕδασιν· πάντα, ὅσα ἐστὶν ἐν αὐτοῖς πτερύγια καὶ λεπίδες, φάγεσθε.
[9] And these ye shall eat of all that are in the water, ye shall eat all that have fins and scales.
[10] καὶ πάντα, ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια καὶ λεπίδες, οὐ φάγεσθε, ἀκάθαρτα ὑμῖν ἐστιν. –
[10] And all that have not fins and scales ye shall not eat; they are unclean to you.
[11] πᾶν ὄρνεον καθαρὸν φάγεσθε.
[11] Ye shall eat every clean bird.
[12] καὶ ταῦτα οὐ φάγεσθε ἀπ’ αὐτῶν· τὸν ἀετὸν καὶ τὸν γρύπα καὶ τὸν ἁλιαίετον
[12] And these of them ye shall not eat; the eagle, and the ossifrage, and the sea-eagle,
[13] καὶ τὸν γύπα καὶ τὸν ἰκτῖνα καὶ τὰ ὅμοια αὐτῷ
[13] and the vulture, and the kite and the like to it,
[14] καὶ πάντα κόρακα καὶ τὰ ὅμοια αὐτῷ
[14] and every crow, and the like to it
[15] καὶ
στρουθὸν καὶ γλαῦκα καὶ λάρον
[15] and the sparrow, and the owl, and the seamew,
[16] καὶ ἐρωδιὸν καὶ κύκνον καὶ ἶβιν
[16] and the heron, and the swan, and the stork,
[17] καὶ καταράκτην καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ καὶ ἔποπα καὶ νυκτικόρακα
[17] and the cormorant, and the hawk, and its like, and the hoopoe, and the raven,
[18] καὶ πελεκᾶνα καὶ χαραδριὸν καὶ τὰ ὅμοια αὐτῷ καὶ πορφυρίωνα καὶ νυκτερίδα.
[18] and the pelican, and the diver and the like to it, and the red-bill and the bat.
[19] πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν ἀκάθαρτα ταῦτά ἐστιν ὑμῖν, οὐ φάγεσθε ἀπ’ αὐτῶν.
[19] All winged animals that creep are unclean to you; ye shall not eat of them.
[20] πᾶν πετεινὸν καθαρὸν φάγεσθε. –
[20] Ye shall eat every clean bird.
[21] πᾶν θνησιμαῖον οὐ φάγεσθε· τῷ παροίκῳ τῷ ἐν ταῖς πόλεσίν σου δοθήσεται, καὶ φάγεται, ἢ ἀποδώσῃ τῷ ἀλλοτρίῳ· ὅτι λαὸς ἅγιος εἶ κυρίῳ τῷ θεῷ σου. – οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ.
[21] Ye shall eat nothing that dies of itself; it shall be given to the sojourner in thy cities and he shall eat it, or thou shalt sell it to a stranger, because thou art a holy people to the Lord thy God. Thou shalt not boil a lamb in his mother’s milk.
[22] Δεκάτην ἀποδεκατώσεις παντὸς γενήματος τοῦ σπέρματός σου, τὸ γένημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατ’ ἐνιαυτόν,
[22] Thou shalt tithe a tenth of all the produce of thy seed, the fruit of thy field year by year.
[23] καὶ φάγῃ αὐτὸ ἔναντι κυρίου τοῦ θεοῦ σου ἐν τῷ τόπῳ, ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ· οἴσετε τὰ ἐπιδέκατα τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου καὶ τῶν προβάτων σου, ἵνα μάθῃς φοβεῖσθαι κύριον τὸν θεόν σου πάσας τὰς ἡμέρας.
[23] And thou shalt eat it in the place which the Lord thy God shall choose to have his name called there; ye shall bring the tithe of thy corn and of thy wine, and of thine oil, the first-born of thy herd and of thy flock, that thou mayest learn to fear the Lord thy God always.
[24] ἐὰν δὲ μακρὰν γένηται ἀπὸ σοῦ ἡ ὁδὸς καὶ μὴ δύνῃ ἀναφέρειν αὐτά, ὅτι μακρὰν ἀπὸ σοῦ ὁ τόπος, ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ὅτι εὐλογήσει σε κύριος ὁ θεός σου,
[24] And if the journey be too far for thee, and thou art not able to bring them, because the place is far from thee which the Lord thy God shall choose to have his name called there, because the Lord thy God will bless thee;
[25] καὶ ἀποδώσῃ αὐτὰ ἀργυρίου καὶ λήμψῃ τὸ ἀργύριον ἐν ταῖς χερσίν σου καὶ πορεύσῃ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν,
[25] then thou shalt sell them for money, and thou shalt take the money in thy hands, and thou shalt go to the place which the Lord thy God shall choose.
[26] καὶ δώσεις τὸ ἀργύριον ἐπὶ παντός, οὗ ἐὰν ἐπιθυμῇ ἡ ψυχή σου, ἐπὶ βουσὶ ἢ ἐπὶ προβάτοις, ἐπὶ οἴνῳ ἢ ἐπὶ σικερα ἢ ἐπὶ παντός, οὗ ἐὰν ἐπιθυμῇ ἡ ψυχή σου, καὶ φάγῃ ἐκεῖ ἐναντίον κυρίου τοῦ θεοῦ σου καὶ εὐφρανθήσῃ σὺ καὶ ὁ οἶκός σου
[26] And thou shalt give the money for whatsoever thy soul shall desire, for oxen or for sheep, or for wine, or thou shalt lay it out on strong drink, or on whatsoever thy soul may desire, and thou shalt eat there before the Lord thy God, and thou shalt rejoice and thy house,
[27] καὶ ὁ Λευίτης ὁ ἐν ταῖς πόλεσίν σου, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ. –
[27] and the Levite that is in thy cities, because he has not a portion or inheritance with thee.
[28] μετὰ τρία ἔτη ἐξοίσεις πᾶν τὸ ἐπιδέκατον τῶν γενημάτων σου· ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ θήσεις αὐτὸ ἐν ταῖς πόλεσίν σου,
[28] After three years thou shalt bring out all the tithes of thy fruits, in that year thou shalt lay it up in thy cities.
[29] καὶ ἐλεύσεται ὁ Λευίτης, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ, καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ ἐν ταῖς πόλεσίν σου καὶ φάγονται καὶ ἐμπλησθήσονται, ἵνα εὐλογήσῃ σε κύριος ὁ θεός σου ἐν πᾶσιν τοῖς ἔργοις, οἷς ἐὰν ποιῇς.
[29] And the Levite shall come, because he has no part or lot with thee, and the stranger, and the orphan, and the widow which is in thy cities; and they shall eat and be filled, that the Lord thy God may bless thee in all the works which thou shalt do.
CHAPTER 15
[1] Δι ἑπτὰ ἐτῶν ποιήσεις ἄφεσιν.
[1] Every seven years thou shalt make a release.
[2] καὶ οὕτως τὸ πρόσταγμα τῆς ἀφέσεως· ἀφήσεις πᾶν χρέος ἴδιον, ὃ ὀφείλει σοι ὁ πλησίον, καὶ τὸν ἀδελφόν σου οὐκ ἀπαιτήσεις, ὅτι ἐπικέκληται ἄφεσις κυρίῳ τῷ θεῷ σου.
[2] And this is the ordinance of the release: thou shalt remit every private debt which thy neighbour owes thee, and thou shalt not ask payment of it from thy brother; for it has been called a release to the Lord thy God.
[3] τὸν ἀλλότριον ἀπαιτήσεις ὅσα ἐὰν ᾖ σοι παρ’ αὐτῷ, τοῦ ἀδελφοῦ σου ἄφεσιν ποιήσεις τοῦ χρέους σου·
[3] Of a stranger thou shalt ask again whatsoever he has of thine, but to thy brother thou shalt remit his debt to thee.
[4] ὅτι οὐκ ἔσται ἐν σοὶ ἐνδεής, ὅτι εὐλογῶν εὐλογήσει σε κύριος ὁ θεός σου ἐν τῇ γῇ, ᾗ κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ κατακληρονομῆσαι αὐτήν,
[4] For thus there shall not be a poor person in the midst of thee, for the Lord thy God will surely bless thee in the land which the Lord thy God gives thee by inheritance, that thou shouldest inherit it.
[5] ἐὰν δὲ ἀκοῇ εἰσακούσητε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον.
[5] And if ye shall indeed hearken to the voice of the Lord your God, to keep and do all these commandments, as many as I charge thee this day,
[6] ὅτι κύριος ὁ θεός σου εὐλόγησέν σε, ὃν τρόπον ἐλάλησέν σοι, καὶ δανιεῖς ἔθνεσιν πολλοῖς, σὺ δὲ οὐ δανιῇ, καὶ ἄρξεις σὺ ἐθνῶν πολλῶν, σοῦ δὲ οὐκ ἄρξουσιν.
[6] (for the Lord thy God has blessed t
hee in the way of which he spoke to thee,)then thou shalt lend to many nations, but thou shalt not borrow; and thou shalt rule over many nations, but they shall not rule over thee.
[7] Ἐὰν δὲ γένηται ἐν σοὶ ἐνδεὴς τῶν ἀδελφῶν σου ἐν μιᾷ τῶν πόλεων σου ἐν τῇ γῇ, ᾗ κύριος ὁ θεός σου δίδωσίν σοι, οὐκ ἀποστέρξεις τὴν καρδίαν σου οὐδ’ οὐ μὴ συσφίγξῃς τὴν χεῖρά σου ἀπὸ τοῦ ἀδελφοῦ σου τοῦ ἐπιδεομένου·
[7] And if there shall be in the midst of thee a poor man of thy brethren in one of thy cities in the land, which the Lord thy God gives thee, thou shalt not harden thine heart, neither shalt thou by any means close up thine hand from thy brother who is in want.
[8] ἀνοίγων ἀνοίξεις τὰς χεῖράς σου αὐτῷ, δάνειον δανιεῖς αὐτῷ ὅσον ἐπιδέεται, καθ’ ὅσον ἐνδεεῖται.
[8] Thou shalt surely open thine hands to him, and shalt lend to him as much as he wants according to his need.
[9] πρόσεχε σεαυτῷ μὴ γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου, ἀνόμημα, λέγων Ἐγγίζει τὸ ἔτος τὸ ἕβδομον, ἔτος τῆς ἀφέσεως, καὶ πονηρεύσηται ὁ ὀφθαλμός σου τῷ ἀδελφῷ σου τῷ ἐπιδεομένῳ, καὶ οὐ δώσεις αὐτῷ, καὶ βοήσεται κατὰ σοῦ πρὸς κύριον, καὶ ἔσται ἐν σοὶ ἁμαρτία μεγάλη.
[9] Take heed to thyself that there be not a secret thing in thine heart, an iniquity, saying, The seventh year, the year of release, draws nigh; and thine eye shall be evil to thy brother that is in want, and thou shalt not give to him, and he shall cry against thee to the Lord, and there shall be great sin in thee.