Delphi Septuagint
Page 858
[25] Then said Esdras the scribe, Blessed be the only Lord God of my fathers, who hath put these things into the heart of the king, to glorify his house that is in Jerusalem:
[26] καὶ ἐμὲ ἐτίμησεν ἔναντι τοῦ βασιλέως καὶ τῶν συμβουλευόντων καὶ πάντων τῶν φίλων καὶ μεγιστάνων αὐτοῦ.
[26] And hath honoured me in the sight of the king, and his counsellors, and all his friends and nobles.
[27] καὶ ἐγὼ εὐθαρσὴς ἐγενόμην κατὰ τὴν ἀντίλημψιν κυρίου τοῦ θεοῦ μου καὶ συνήγαγον ἐκ τοῦ Ισραηλ ἄνδρας ὥστε συναναβῆναί μοι.
[27] Therefore was I encouraged by the help of the Lord my God, and gathered together men of Israel to go up with me.
[28] Καὶ οὗτοι οἱ προηγούμενοι κατὰ τὰς πατριὰς αὐτῶν καὶ τὰς μεριδαρχίας οἱ ἀναβάντες μετ’ ἐμοῦ ἐκ Βαβυλῶνος ἐν τῇ βασιλείᾳ Ἀρταξέρξου τοῦ βασιλέως·
[28] And these are the chief according to their families and several dignities, that went up with me from Babylon in the reign of king Artaxerxes:
[29] ἐκ τῶν υἱῶν Φινεες Γαρσομος· ἐκ τῶν υἱῶν Ιεταμαρου Γαμηλος· ἐκ τῶν υἱῶν Δαυιδ Αττους ὁ Σεχενιου·
[29] Of the sons of Phinees, Gerson: of the sons of Ithamar, Gamael: of the sons of David, Lettus the son of Sechenias:
[30] ἐκ τῶν υἱῶν Φορος Ζαχαριας καὶ μετ’ αὐτοῦ ἀπὸ γραφῆς ἄνδρες ἑκατὸν πεντήκοντα·
[30] Of the sons of Pharez, Zacharias; and with him were counted an hundred and fifty men:
[31] ἐκ τῶν υἱῶν Φααθμωαβ Ελιαωνιας Ζαραιου καὶ μετ’ αὐτοῦ ἄνδρες διακόσιοι·
[31] Of the sons of Pahath Moab, Eliaonias, the son of Zaraias, and with him two hundred men:
[32] ἐκ τῶν υἱῶν Ζαθοης Σεχενιας Ιεζηλου καὶ μετ’ αὐτοῦ ἄνδρες τριακόσιοι· ἐκ τῶν υἱῶν Αδινου Βην – Ιωναθου καὶ μετ’ αὐτοῦ ἄνδρες διακόσιοι πεντήκοντα·
[32] Of the sons of Zathoe, Sechenias the son of Jezelus, and with him three hundred men: of the sons of Adin, Obeth the son of Jonathan, and with him two hundred and fifty men:
[33] ἐκ τῶν υἱῶν Ηλαμ Ιεσιας Γοθολιου καὶ μετ’ αὐτοῦ ἄνδρες ἑβδομήκοντα·
[33] Of the sons of Elam, Josias son of Gotholias, and with him seventy men:
[34] ἐκ τῶν υἱῶν Σαφατιου Ζαραιας Μιχαηλου καὶ μετ’ αὐτοῦ ἄνδρες ἑβδομήκοντα·
[34] Of the sons of Saphatias, Zaraias son of Michael, and with him threescore and ten men:
[35] ἐκ τῶν υἱῶν Ιωαβ Αβαδιας Ιεζηλου καὶ μετ’ αὐτοῦ ἄνδρες διακόσιοι δέκα δύο·
[35] Of the sons of Joab, Abadias son of Jezelus, and with him two hundred and twelve men:
[36] ἐκ τῶν υἱῶν Βανι Ασσαλιμωθ Ιωσαφιου καὶ μετ’ αὐτοῦ ἄνδρες ἑκατὸν ἑξήκοντα·
[36] Of the sons of Banid, Assalimoth son of Josaphias, and with him an hundred and threescore men:
[37] ἐκ τῶν υἱῶν Βαβι Ζαχαριας Βηβαι καὶ μετ’ αὐτοῦ ἄνδρες εἴκοσι ὀκτώ·
[37] Of the sons of Babi, Zacharias son of Bebai, and with him twenty and eight men:
[38] ἐκ τῶν υἱῶν Ασγαθ Ιωανης Ακαταν καὶ μετ’ αὐτοῦ ἄνδρες ἑκατὸν δέκα·
[38] Of the sons of Astath, Johannes son of Acatan, and with him an hundred and ten men:
[39] ἐκ τῶν υἱῶν Αδωνικαμ οἱ ἔσχατοι, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ελιφαλατος, Ιεουηλ καὶ Σαμαιας, καὶ μετ’ αὐτῶν ἄνδρες ἑβδομήκοντα·
[39] Of the sons of Adonikam the last, and these are the names of them, Eliphalet, Jewel, and Samaias, and with them seventy men:
[40] ἐκ τῶν υἱῶν Βαγο Ουθι ὁ τοῦ Ισταλκουρου καὶ μετ’ αὐτοῦ ἄνδρες ἑβδομήκοντα.
[40] Of the sons of Bago, Uthi the son of Istalcurus, and with him seventy men.
[41] Καὶ συνήγαγον αὐτοὺς ἐπὶ τὸν λεγόμενον Θεραν ποταμόν, καὶ παρενεβάλομεν αὐτόθι ἡμέρας τρεῖς, καὶ κατέμαθον αὐτούς.
[41] And these I gathered together to the river called Theras, where we pitched our tents three days: and then I surveyed them.
[42] καὶ ἐκ τῶν υἱῶν τῶν ἱερέων καὶ ἐκ τῶν Λευιτῶν οὐχ εὑρὼν ἐκεῖ
[42] But when I had found there none of the priests and Levites,
[43] ἀπέστειλα πρὸς Ελεαζαρον καὶ Ιδουηλον καὶ Μαασμαν καὶ Ελναταν καὶ Σαμαιαν καὶ Ιωριβον, Ναθαν, Ενναταν, Ζαχαριαν καὶ Μεσολαμον τοὺς ἡγουμένους καὶ ἐπιστήμονας
[43] Then sent I unto Eleazar, and Iduel, and Masman, And Alnathan, and Mamaias, and Joribas, and Nathan, Eunatan, Zacharias, and Mosollamon, principal men and learned.
[44] καὶ εἶπα αὐτοῖς ἐλθεῖν πρὸς Αδδαιον τὸν ἡγούμενον τὸν ἐν τῷ τόπῳ τοῦ γαζοφυλακίου
[44] And I bade them that they should go unto Saddeus the captain, who was in the place of the treasury:
[45] ἐντειλάμενος αὐτοῖς διαλεγῆναι Αδδαιω καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ τοῖς ἐν τῷ τόπῳ γαζοφύλαξιν ἀποστεῖλαι ἡμῖν τοὺς ἱερατεύσοντας ἐν τῷ οἴκῳ τοῦ κυρίου ἡμῶν.
[45] And commanded them that they should speak unto Daddeus, and to his brethren, and to the treasurers in that place, to send us such men as might execute the priests’ office in the house of the Lord.
[46] καὶ ἤγαγον ἡμῖν κατὰ τὴν κραταιὰν χεῖρα τοῦ κυρίου ἡμῶν ἄνδρας ἐπιστήμονας τῶν υἱῶν Μοολι τοῦ Λευι τοῦ Ισραηλ· Ασεβηβιαν καὶ τοὺς υἱοὺς καὶ τοὺς ἀδελφούς, δέκα ὀκτώ·
[46] And by the mighty hand of our Lord they brought unto us skilful men of the sons of Moli the son of Levi, the son of Israel, Asebebia, and his sons, and his brethren, who were eighteen.
[47] καὶ Ασεβιαν καὶ Αννουνον καὶ Ωσαιαν ἀδελφὸν ἐκ τῶν υἱῶν Χανουναιου καὶ οἱ υἱοὶ αὐτῶν, ἄνδρες εἴκοσι·
[47] And Asebia, and Annuus, and Osaias his brother, of the sons of Channuneus, and their sons, were twenty men.
[48] καὶ ἐκ τῶν ἱεροδούλων, ὧν ἔδωκεν Δαυιδ καὶ οἱ ἡγούμενοι εἰς τὴν ἐργασίαν τῶν Λευιτῶν, ἱερόδουλοι διακόσιοι εἴκοσι· πάντων ἐσημάνθη ἡ ὀνοματογραφία.
[48] And of the servants of the temple whom David had ordained, and the principal men for the service of the Levites to wit, the servants of the temple two hundred and twenty, the catalogue of whose names were shewed.
[49] καὶ εὐξάμην ἐκεῖ νηστείαν τοῖς νεανίσκοις ἔναντι τοῦ κυρίου ἡμῶν
[49] And there I vowed a fast unto the young men before our Lord,
[50] ζητῆσαι παρ’ αὐτοῦ εὐοδίαν ἡ
μῖν τε καὶ τοῖς συνοῦσιν ἡμῖν τέκνοις ἡμῶν καὶ κτήνεσιν.
[50] to desire of him a prosperous journey both for us and them that were with us, for our children, and for the cattle:
[51] ἐνετράπην γὰρ αἰτῆσαι τὸν βασιλέα πεζούς τε καὶ ἱππεῖς καὶ προπομπὴν ἕνεκεν ἀσφαλείας τῆς πρὸς τοὺς ἐναντιουμένους ἡμῖν·
[51] For I was ashamed to ask the king footmen, and horsemen, and conduct for safeguard against our adversaries.
[52] εἴπαμεν γὰρ τῷ βασιλεῖ ὅτι Ἰσχὺς τοῦ κυρίου ἡμῶν ἔσται μετὰ τῶν ἐπιζητούντων αὐτὸν εἰς πᾶσαν ἐπανόρθωσιν.
[52] For we had said unto the king, that the power of the Lord our God should be with them that seek him, to support them in all ways.
[53] καὶ πάλιν ἐδεήθημεν τοῦ κυρίου ἡμῶν κατὰ ταῦτα καὶ εὐιλάτου ἐτύχομεν.
[53] And again we besought our Lord as touching these things, and found him favourable unto us.
[54] καὶ ἐχώρισα τῶν φυλάρχων τῶν ἱερέων ἄνδρας δέκα δύο, καὶ Σερεβιαν καὶ Ασαβιαν καὶ μετ’ αὐτῶν ἐκ τῶν ἀδελφῶν αὐτῶν ἄνδρας δέκα,
[54] Then I separated twelve of the chief of the priests, Esebrias, and Samias, and ten men of their brethren with them:
[55] καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου τοῦ κυρίου ἡμῶν, ἃ αὐτὸς ἐδωρήσατο ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ μεγιστᾶνες καὶ πᾶς Ισραηλ.
[55] And I weighed them the gold, and the silver, and the holy vessels of the house of our Lord, which the king, and his council, and the princes, and all Israel, had given.
[56] καὶ στήσας παρέδωκα αὐτοῖς ἀργυρίου τάλαντα ἑξακόσια πεντήκοντα καὶ σκεύη ἀργυρᾶ ταλάντων ἑκατὸν καὶ χρυσίου τάλαντα ἑκατὸν καὶ χρυσώματα εἴκοσι καὶ σκεύη χαλκᾶ ἀπὸ χρηστοῦ χαλκοῦ στίλβοντα χρυσοειδῆ σκεύη δώδεκα.
[56] And when I had weighed it, I delivered unto them six hundred and fifty talents of silver, and silver vessels of an hundred talents, and an hundred talents of gold, And twenty golden vessels, and twelve vessels of brass, even of fine brass, glittering like gold.
[57] καὶ εἶπα αὐτοῖς Καὶ ὑμεῖς ἅγιοί ἐστε τῷ κυρίῳ, καὶ τὰ σκεύη ἅγια, καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον εὐχὴ τῷ κυρίῳ κυρίῳ τῶν πατέρων ἡμῶν·
[57] And I said unto them, Both ye are holy unto the Lord, and the vessels are holy, and the gold and the silver is a vow unto the Lord, the Lord of our fathers.
[58] ἀγρυπνεῖτε καὶ φυλάσσετε ἕως τοῦ παραδοῦναι αὐτὰ ὑμᾶς τοῖς φυλάρχοις τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν τοῦ Ισραηλ ἐν Ιερουσαλημ ἐν τοῖς παστοφορίοις τοῦ οἴκου τοῦ κυρίου ἡμῶν.
[58] Watch ye, and keep them till ye deliver them to the chief of the priests and Levites, and to the principal men of the families of Israel, in Jerusalem, into the chambers of the house of our God.
[59] καὶ οἱ παραλαβόντες οἱ ἱερεῖς καὶ οἱ Λευῖται τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη τὰ ἐν Ιερουσαλημ εἰσήνεγκαν εἰς τὸ ἱερὸν τοῦ κυρίου.
[59] So the priests and the Levites, who had received the silver and the gold and the vessels, brought them unto Jerusalem, into the temple of the Lord.
[60] Καὶ ἀναζεύξαντες ἀπὸ τοῦ ποταμοῦ Θερα τῇ δωδεκάτῃ τοῦ πρώτου μηνὸς εἰσήλθομεν εἰς Ιερουσαλημ κατὰ τὴν κραταιὰν χεῖρα τοῦ κυρίου ἡμῶν τὴν ἐφ’ ἡμῖν· καὶ ἐρρύσατο ἡμᾶς ἐπὶ τῆς εἰσόδου ἀπὸ παντὸς ἐχθροῦ, καὶ ἤλθομεν εἰς Ιερουσαλημ.
[60] And from the river Theras we departed the twelfth day of the first month, and came to Jerusalem by the mighty hand of our Lord, which was with us: and from the beginning of our journey the Lord delivered us from every enemy, and so we came to Jerusalem.
[61] καὶ γενομένης αὐτόθι ἡμέρας τρίτης σταθὲν τὸ ἀργύριον καὶ τὸ χρυσίον παρεδόθη ἐν τῷ οἴκῳ τοῦ κυρίου ἡμῶν Μαρμωθι Ουρια ἱερεῖ
[61] And when we had been there three days, the gold and silver that was weighed was delivered in the house of our Lord on the fourth day unto Marmoth the priest the son of Iri.
[62] – καὶ μετ’ αὐτοῦ Ελεαζαρ ὁ τοῦ Φινεες, καὶ ἦσαν μετ’ αὐτῶν Ιωσαβδος Ἰησοῦ καὶ Μωεθ Σαβαννου οἱ Λευῖται – πρὸς ἀριθμὸν καὶ ὁλκὴν ἅπαντα, καὶ ἐγράφη πᾶσα ἡ ὁλκὴ αὐτῶν αὐτῇ τῇ ὥρᾳ.
[62] And with him was Eleazar the son of Phinees, and with them were Josabad the son of Jesu and Moeth the son of Sabban, Levites: all was delivered them by number and weight. And all the weight of them was written up the same hour.
[63] οἱ δὲ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας προσήνεγκαν θυσίας τῷ θεῷ τοῦ Ισραηλ κυρίῳ ταύρους δώδεκα ὑπὲρ παντὸς Ισραηλ, κριοὺς ἐνενήκοντα ἕξ, ἄρνας ἑβδομήκοντα δύο, τράγους ὑπὲρ σωτηρίου δέκα δύο· ἅπαντα θυσίαν τῷ κυρίῳ.
[63] Moreover they that were come out of the captivity offered sacrifice unto the Lord God of Israel, even twelve bullocks for all Israel, fourscore and sixteen rams, Threescore and twelve lambs, goats for a peace offering, twelve; all of them a sacrifice to the Lord.
[64] καὶ ἀπέδωκαν τὰ προστάγματα τοῦ βασιλέως τοῖς βασιλικοῖς οἰκονόμοις καὶ τοῖς ἐπάρχοις Κοίλης Συρίας καὶ Φοινίκης, καὶ ἐδόξασαν τὸ ἔθνος καὶ τὸ ἱερὸν τοῦ κυρίου.
[64] And they delivered the king’s commandments unto the king’s stewards’ and to the governors of Celosyria and Phenice; and they honoured the people and the temple of God.
[65] Καὶ τούτων τελεσθέντων προσήλθοσάν μοι οἱ ἡγούμενοι λέγοντες
[65] Now when these things were done, the rulers came unto me, and said,
[66] Οὐκ ἐχώρισαν τὸ ἔθνος τοῦ Ισραηλ καὶ οἱ ἄρχοντες καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται τὰ ἀλλογενῆ ἔθνη τῆς γῆς καὶ τὰς ἀκαθαρσίας αὐτῶν, Χαναναίων καὶ Χετταίων καὶ Φερεζαίων καὶ Ιεβουσαίων καὶ Μωαβιτῶν καὶ Αἰγυπτίων καὶ Ιδουμαίων·
[66] The nation of Israel, the princes, the priests and Levites, have not put away from them the strange people of the land, nor the pollutions of the Gentiles to wit, of the Canaanites, Hittites, Pheresites, Jebusites, and the Moabites, Egyptians, and Edomites.
[67] συνῴκησαν γὰρ μετὰ τῶν θυγατέρων αὐτῶν καὶ αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν, καὶ ἐπεμίγη τὸ σπέρμα τὸ ἅγιον εἰς τὰ ἀλλογενῆ ἔθνη τῆς γῆ
ς, καὶ μετεῖχον οἱ προηγούμενοι καὶ οἱ μεγιστᾶνες τῆς ἀνομίας ταύτης ἀπὸ τῆς ἀρχῆς τοῦ πράγματος.
[67] For both they and their sons have married with their daughters, and the holy seed is mixed with the strange people of the land; and from the beginning of this matter the rulers and the great men have been partakers of this iniquity.
[68] καὶ ἅμα τῷ ἀκοῦσαί με ταῦτα διέρρηξα τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα καὶ κατέτιλα τοῦ τριχώματος τῆς κεφαλῆς καὶ τοῦ πώγωνος καὶ ἐκάθισα σύννους καὶ περίλυπος.
[68] And as soon as I had heard these things, I rent my clothes, and the holy garment, and pulled off the hair from off my head and beard, and sat me down sad and very heavy.
[69] καὶ ἐπισυνήχθησαν πρός με ὅσοι ποτὲ ἐπεκινοῦντο τῷ ῥήματι κυρίου τοῦ Ισραηλ, ἐμοῦ πενθοῦντος ἐπὶ τῇ ἀνομίᾳ, καὶ ἐκαθήμην περίλυπος ἕως τῆς δειλινῆς θυσίας.
[69] So all they that were then moved at the word of the Lord God of Israel assembled unto me, whilst I mourned for the iniquity: but I sat still full of heaviness until the evening sacrifice.
[70] καὶ ἐξεγερθεὶς ἐκ τῆς νηστείας διερρηγμένα ἔχων τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα κάμψας τὰ γόνατα καὶ ἐκτείνας τὰς χεῖρας πρὸς τὸν κύριον ἔλεγον
[70] Then rising up from the fast with my clothes and the holy garment rent, and bowing my knees, and stretching forth my hands unto the Lord, I said,
[71] Κύριε, ᾔσχυμμαι, ἐντέτραμμαι κατὰ πρόσωπόν σου·
[71] O Lord, I am confounded and ashamed before thy face;