Book Read Free

Delphi Septuagint

Page 859

by Lancelot C L Brenton (ed)

[72] αἱ γὰρ ἁμαρτίαι ἡμῶν ἐπλεόνασαν ὑπὲρ τὰς κεφαλὰς ἡμῶν, αἱ δὲ ἄγνοιαι ἡμῶν ὑπερήνεγκαν ἕως τοῦ οὐρανοῦ

  [72] For our sins are multiplied above our heads, and our ignorances have reached up unto heaven.

  [73] ἀπὸ τῶν χρόνων τῶν πατέρων ἡμῶν, καί ἐσμεν ἐν μεγάλῃ ἁμαρτίᾳ ἕως τῆς ἡμέρας ταύτης·

  [73] For ever since the time of our fathers we have been and are in great sin, even unto this day.

  [74] καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ τῶν πατέρων ἡμῶν παρεδόθημεν σὺν τοῖς ἀδελφοῖς ἡμῶν καὶ σὺν τοῖς βασιλεῦσιν ἡμῶν καὶ σὺν τοῖς ἱερεῦσιν ἡμῶν τοῖς βασιλεῦσιν τῆς γῆς εἰς ῥομφαίαν καὶ αἰχμαλωσίαν καὶ προνομὴν μετὰ αἰσχύνης μέχρι τῆς σήμερον ἡμέρας.

  [74] And for our sins and our fathers’ we with our brethren and our kings and our priests were given up unto the kings of the earth, to the sword, and to captivity, and for a prey with shame, unto this day.

  [75] καὶ νῦν κατὰ πόσον τι ἐγενήθη ἡμῖν ἔλεος παρὰ σοῦ, κύριε, καταλειφθῆναι ἡμῖν ῥίζαν καὶ ὄνομα ἐν τῷ τόπῳ τοῦ ἁγιάσματός σου

  [75] And now in some measure hath mercy been shewed unto us from thee, O Lord, that there should be left us a root and a name in the place of thy sanctuary;

  [76] καὶ τοῦ ἀνακαλύψαι φωστῆρα ἡμῶν ἐν τῷ οἴκῳ τοῦ κυρίου ἡμῶν δοῦναι ἡμῖν τροφὴν ἐν τῷ καιρῷ τῆς δουλείας ἡμῶν·

  [76] And to discover unto us a light in the house of the Lord our God, and to give us food in the time of our servitude. Yea, when we were in bondage, we were not forsaken of our Lord;

  [77] καὶ ἐν τῷ δουλεύειν ἡμᾶς οὐκ ἐγκατελείφθημεν ὑπὸ τοῦ κυρίου ἡμῶν, ἀλλὰ ἐποίησεν ἡμᾶς ἐν χάριτι ἐνώπιον τῶν βασιλέων Περσῶν

  [77] but he made us gracious before the kings of Persia, so that they gave us food;

  [78] δοῦναι ἡμῖν τροφὴν καὶ δοξάσαι τὸ ἱερὸν τοῦ κυρίου ἡμῶν καὶ ἐγεῖραι τὴν ἔρημον Σιων δοῦναι ἡμῖν στερέωμα ἐν τῇ Ιουδαίᾳ καὶ Ιερουσαλημ.

  [78] Yea, and honoured the temple of our Lord, and raised up the desolate Sion, that they have given us a sure abiding in Jewry and Jerusalem.

  [79] καὶ νῦν τί ἐροῦμεν, κύριε, ἔχοντες ταῦτα; παρέβημεν γὰρ τὰ προστάγματά σου, ἃ ἔδωκας ἐν χειρὶ τῶν παίδων σου τῶν προφητῶν λέγων ὅτι

  [79] And now, O Lord, what shall we say, having these things? for we have transgressed thy commandments, which thou gavest by the hand of thy servants the prophets, saying,

  [80] Ἡ γῆ, εἰς ἣν εἰσέρχεσθε κληρονομῆσαι, ἔστιν γῆ μεμολυσμένη μολυσμῷ τῶν ἀλλογενῶν τῆς γῆς, καὶ τῆς ἀκαθαρσίας αὐτῶν ἐνέπλησαν αὐτήν·

  [80] That the land, which ye enter into to possess as an heritage, is a land polluted with the pollutions of the strangers of the land, and they have filled it with their uncleanness.

  [81] καὶ νῦν τὰς θυγατέρας ὑμῶν μὴ συνοικίσητε τοῖς υἱοῖς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν μὴ λάβητε τοῖς υἱοῖς ὑμῶν·

  [81] Therefore now shall ye not join your daughters unto their sons, neither shall ye take their daughters unto your sons.

  [82] καὶ οὐ ζητήσετε εἰρηνεῦσαι τὰ πρὸς αὐτοὺς τὸν ἅπαντα χρόνον, ἵνα ἰσχύσαντες φάγητε τὰ ἀγαθὰ τῆς γῆς καὶ κατακληρονομήσητε τοῖς υἱοῖς ὑμῶν ἕως αἰῶνος.

  [82] Moreover ye shall never seek to have peace with them, that ye may be strong, and eat the good things of the land, and that ye may leave the inheritance of the land unto your children for evermore

  [83] καὶ τὰ συμβαίνοντα πάντα ἡμῖν γίγνεται διὰ τὰ ἔργα ἡμῶν τὰ πονηρὰ καὶ τὰς μεγάλας ἁμαρτίας ἡμῶν.

  [83] And all that is befallen is done unto us for our wicked works and great sins; for thou, O Lord, didst make our sins light, And

  [84] σὺ γάρ, κύριε, ἐκούφισας τὰς ἁμαρτίας ἡμῶν καὶ ἔδωκας ἡμῖν τοιαύτην ῥίζαν· πάλιν ἀνεκάμψαμεν παραβῆναι τὸν νόμον σου εἰς τὸ ἐπιμιγῆναι τῇ ἀκαθαρσίᾳ τῶν ἐθνῶν τῆς γῆς.

  [84] didst give unto us such a root: but we have turned back again to transgress thy law, and to mingle ourselves with the uncleanness of the nations of the land.

  [85] οὐχὶ ὠργίσθης ἡμῖν ἀπολέσαι ἡμᾶς ἕως τοῦ μὴ καταλιπεῖν ῥίζαν καὶ σπέρμα καὶ ὄνομα ἡμῶν;

  [85] Mightest not thou be angry with us to destroy us, till thou hadst left us neither root, seed, nor name?

  [86] κύριε τοῦ Ισραηλ, ἀληθινὸς εἶ· κατελείφθημεν γὰρ ῥίζα ἐν τῇ σήμερον.

  [86] O Lord of Israel, thou art true: for we are left a root this day.

  [87] ἰδοὺ νῦν ἐσμεν ἐνώπιόν σου ἐν ταῖς ἀνομίαις ἡμῶν· οὐ γὰρ ἔστιν στῆναι ἔτι ἔμπροσθέν σου ἐπὶ τούτοις.

  [87] Behold, now are we before thee in our iniquities, for we cannot stand any longer by reason of these things before thee.

  [88] Καὶ ὅτε προσευχόμενος Εσδρας ἀνθωμολογεῖτο κλαίων χαμαιπετὴς ἔμπροσθεν τοῦ ἱεροῦ, ἐπισυνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ιερουσαλημ ὄχλος πολὺς σφόδρα, ἄνδρες καὶ γυναῖκες καὶ νεανίαι· κλαυθμὸς γὰρ ἦν μέγας ἐν τῷ πλήθει.

  [88] And as Esdras in his prayer made his confession, weeping, and lying flat upon the ground before the temple, there gathered unto him from Jerusalem a very great multitude of men and women and children: for there was great weeping among the multitude.

  [89] καὶ φωνήσας Ιεχονιας Ιεηλου τῶν υἱῶν Ισραηλ εἶπεν Εσδρα Ἡμεῖς ἡμάρτομεν εἰς τὸν κύριον καὶ συνῳκίσαμεν γυναῖκας ἀλλογενεῖς ἐκ τῶν ἐθνῶν τῆς γῆς· καὶ νῦν ἐστιν ἐλπὶς τῷ Ισραηλ.

  [89] Then Jechonias the son of Jeelus, one of the sons of Israel, called out, and said, O Esdras, we have sinned against the Lord God, we have married strange women of the nations of the land, and now is all Israel aloft.

  [90] ἐν τούτῳ γενέσθω ἡμῖν ὁρκωμοσία πρὸς τὸν κύριον, ἐκβαλεῖν πάσας τὰς γυναῖκας ἡμῶν τὰς ἐκ τῶν ἀλλογενῶν σὺν τοῖς τέκνοις αὐτῶν, ὡς ἐκρίθη σοι καὶ ὅσοι πειθαρχοῦσιν τῷ νόμῳ τοῦ κυρίου.

  [90] Let us make an oath to the Lord, that we will put away all our wives, which we have taken of the heathen, with their children, Like as thou hast decreed, and as many as do obey the law of the Lord.

  [91] ἀναστὰς ἐπιτέλει· πρὸς σὲ γὰρ τὸ πρᾶγμα, καὶ ἡμεῖς μετὰ σοῦ ἰσχὺν ποιεῖν.

  [91] Arise and put in execution: fo
r to thee doth this matter appertain, and we will be with thee: do valiantly.

  [92] καὶ ἀναστὰς Εσδρας ὥρκισεν τοὺς φυλάρχους τῶν ἱερέων καὶ Λευιτῶν παντὸς τοῦ Ισραηλ ποιῆσαι κατὰ ταῦτα· καὶ ὤμοσαν.

  [92] So Esdras arose, and took an oath of the chief of the priests and Levites of all Israel to do after these things; and so they sware.

  CHAPTER 9

  [1] καὶ ἀναστὰς Εσδρας ἀπὸ τῆς αὐλῆς τοῦ ἱεροῦ ἐπορεύθη εἰς τὸ παστοφόριον Ιωαναν τοῦ Ελιασιβου

  [1] Then Esdras rising from the court of the temple went to the chamber of Joanan the son of Eliasib,

  [2] καὶ αὐλισθεὶς ἐκεῖ ἄρτου οὐκ ἐγεύσατο οὐδὲ ὕδωρ ἔπιεν πενθῶν ὑπὲρ τῶν ἀνομιῶν τῶν μεγάλων τοῦ πλήθους.

  [2] And remained there, and did eat no meat nor drink water, mourning for the great iniquities of the multitude.

  [3] καὶ ἐγένετο κήρυγμα ἐν ὅλῃ τῇ Ιουδαίᾳ καὶ Ιερουσαλημ πᾶσι τοῖς ἐκ τῆς αἰχμαλωσίας συναχθῆναι εἰς Ιερουσαλημ·

  [3] And there was a proclamation in all Jewry and Jerusalem to all them that were of the captivity, that they should be gathered together at Jerusalem:

  [4] καὶ ὅσοι ἂν μὴ ἀπαντήσωσιν ἐν δυσὶν ἢ τρισὶν ἡμέραις κατὰ τὸ κρίμα τῶν προκαθημένων πρεσβυτέρων, ἀνιερωθήσονται τὰ κτήνη αὐτῶν, καὶ αὐτὸς ἀλλοτριωθήσεται ἀπὸ τοῦ πλήθους τῆς αἰχμαλωσίας.

  [4] And that whosoever met not there within two or three days according as the elders that bare rule appointed, their cattle should be seized to the use of the temple, and himself cast out from them that were of the captivity.

  [5] Καὶ ἐπισυνήχθησαν οἱ ἐκ τῆς φυλῆς Ιουδα καὶ Βενιαμιν ἐν τρισὶν ἡμέραις εἰς Ιερουσαλημ [οὗτος ὁ μὴν ἔνατος τῇ εἰκάδι τοῦ μηνός],

  [5] And in three days were all they of the tribe of Judah and Benjamin gathered together at Jerusalem the twentieth day of the ninth month.

  [6] καὶ συνεκάθισαν πᾶν τὸ πλῆθος ἐν τῇ εὐρυχώρῳ τοῦ ἱεροῦ τρέμοντες διὰ τὸν ἐνεστῶτα χειμῶνα.

  [6] And all the multitude sat trembling in the broad court of the temple because of the present foul weather.

  [7] καὶ ἀναστὰς Εσδρας εἶπεν αὐτοῖς Ὑμεῖς ἠνομήσατε καὶ συνῳκίσατε γυναῖκας ἀλλογενεῖς τοῦ προσθεῖναι ἁμαρτίαν τῷ Ισραηλ·

  [7] So Esdras arose up, and said unto them, Ye have transgressed the law in marrying strange wives, thereby to increase the sins of Israel.

  [8] καὶ νῦν δότε ὁμολογίαν δόξαν τῷ κυρίῳ θεῷ τῶν πατέρων ἡμῶν

  [8] And now by confessing give glory unto the Lord God of our fathers,

  [9] καὶ ποιήσατε τὸ θέλημα αὐτοῦ καὶ χωρίσθητε ἀπὸ τῶν ἐθνῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλογενῶν.

  [9] And do his will, and separate yourselves from the heathen of the land, and from the strange women.

  [10] καὶ ἐφώνησαν ἅπαν τὸ πλῆθος καὶ εἶπον μεγάλῃ τῇ φωνῇ Οὕτως ὡς εἴρηκας ποιήσομεν·

  [10] Then cried the whole multitude, and said with a loud voice, Like as thou hast spoken, so will we do.

  [11] ἀλλὰ τὸ πλῆθος πολὺ καὶ ἡ ὥρα χειμερινή, καὶ οὐκ ἰσχύομεν στῆναι αἴθριοι καὶ οὐχ εὕρομεν, καὶ τὸ ἔργον ἡμῖν οὐκ ἔστιν ἡμέρας μιᾶς οὐδὲ δύο· ἐπὶ πλεῖον γὰρ ἡμάρτομεν ἐν τούτοις.

  [11] But forasmuch as the people are many, and it is foul weather, so that we cannot stand without, and this is not a work of a day or two, seeing our sin in these things is spread far:

  [12] στήτωσαν δὲ οἱ προηγούμενοι τοῦ πλήθους, καὶ πάντες οἱ ἐκ τῶν κατοικιῶν ἡμῶν, ὅσοι ἔχουσιν γυναῖκας ἀλλογενεῖς, παραγενηθήτωσαν λαβόντες χρόνον·

  [12] Therefore let the rulers of the multitude stay, and let all them of our habitations that have strange wives come at the time appointed,

  [13] καὶ ἑκάστου δὲ τόπου τοὺς πρεσβυτέρους καὶ τοὺς κριτὰς ἕως τοῦ λῦσαι τὴν ὀργὴν τοῦ κυρίου ἀφ’ ἡμῶν τοῦ πράγματος τούτου.

  [13] And with them the rulers and judges of every place, till we turn away the wrath of the Lord from us for this matter.

  [14] Ιωναθας Αζαηλου καὶ Ιεζιας Θοκανου ἐπεδέξαντο κατὰ ταῦτα, καὶ Μοσολλαμος καὶ Λευις καὶ Σαββαταιος συνεβράβευσαν αὐτοῖς.

  [14] Then Jonathan the son of Azael and Ezechias the son of Theocanus accordingly took this matter upon them: and Mosollam and Levis and Sabbatheus helped them.

  [15] καὶ ἐποίησαν κατὰ πάντα ταῦτα οἱ ἐκ τῆς αἰχμαλωσίας.

  [15] And they that were of the captivity did according to all these things.

  [16] καὶ ἐπελέξατο ἑαυτῷ Εσδρας ὁ ἱερεὺς ἄνδρας ἡγουμένους τῶν πατριῶν αὐτῶν, κατ’ ὄνομα πάντας, καὶ συνεκάθισαν τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ δεκάτου ἐτάσαι τὸ πρᾶγμα.

  [16] And Esdras the priest chose unto him the principal men of their families, all by name: and in the first day of the tenth month they sat together to examine the matter.

  [17] καὶ ἤχθη ἐπὶ πέρας τὰ κατὰ τοὺς ἄνδρας τοὺς ἐπισυνέχοντας γυναῖκας ἀλλογενεῖς ἕως τῆς νουμηνίας τοῦ πρώτου μηνός.

  [17] So their cause that held strange wives was brought to an end in the first day of the first month.

  [18] Καὶ εὑρέθησαν τῶν ἱερέων οἱ ἐπισυναχθέντες ἀλλογενεῖς γυναῖκας ἔχοντες·

  [18] And of the priests that were come together, and had strange wives, there were found:

  [19] ἐκ τῶν υἱῶν Ἰησοῦ τοῦ Ιωσεδεκ καὶ τῶν ἀδελφῶν Μασηας καὶ Ελεαζαρος καὶ Ιωριβος καὶ Ιωδανος·

  [19] Of the sons of Jesus the son of Josedec, and his brethren; Matthelas and Eleazar, and Joribus and Joadanus.

  [20] καὶ ἐπέβαλον τὰς χεῖρας ἐκβαλεῖν τὰς γυναῖκας αὐτῶν, καὶ εἰς ἐξιλασμὸν κριοὺς ὑπὲρ τῆς ἀγνοίας αὐτῶν.

  [20] And they gave their hands to put away their wives and to offer rams to make reconcilement for their errors.

  [21] καὶ ἐκ τῶν υἱῶν Εμμηρ Ανανιας καὶ Ζαβδαιος καὶ Μανης καὶ Σαμαιος καὶ Ιιηλ καὶ Αζαριας.

  [21] And of the sons of Emmer; Ananias, and Zabdeus, and Eanes, and Sameius, and Hiereel, and Azarias.

  [22] καὶ ἐκ τῶν υἱῶν Φαισουρ Ελιωναις, Μασσιας, Ισμαηλος καὶ Ναθαναηλος καὶ Ωκιδηλος καὶ Σαλθας. –

  [22] And of the sons of Phaisur; Elionas, Massias Israel, and Nathanael, and Ocidelus and Talsas.

  [23] καὶ ἐκ τῶν Λε
υιτῶν· Ιωζαβδος καὶ Σεμεις καὶ Κωλιος [οὗτος Καλιτας] καὶ Παθαιος καὶ Ωουδας καὶ Ιωανας·

  [23] And of the Levites; Jozabad, and Semis, and Colius, who was called Calitas, and Patheus, and Judas, and Jonas.

  [24] ἐκ τῶν ἱεροψαλτῶν Ελιασιβος, Βακχουρος·

  [24] Of the holy singers; Eleazurus, Bacchurus.

  [25] ἐκ τῶν θυρωρῶν Σαλλουμος καὶ Τολβανης. –

  [25] Of the porters; Sallumus, and Tolbanes.

  [26] ἐκ τοῦ Ισραηλ· ἐκ τῶν υἱῶν Φορος Ιερμας καὶ Ιεζιας καὶ Μελχιας καὶ Μιαμινος καὶ Ελεαζαρος καὶ Ασιβιας καὶ Βανναιας·

  [26] Of them of Israel, of the sons of Phoros; Hiermas, and Eddias, and Melchias, and Maelus, and Eleazar, and Asibias, and Baanias.

  [27] ἐκ τῶν υἱῶν Ηλαμ Ματανιας καὶ Ζαχαριας, Ιεζριηλος καὶ Ωβαδιος καὶ Ιερεμωθ καὶ Ηλιας·

  [27] Of the sons of Ela; Matthanias, Zacharias, and Hierielus, and Hieremoth, and Aedias.

  [28] καὶ ἐκ τῶν υἱῶν Ζαμοθ Ελιαδας, Ελιασιμος, Οθονιας, Ιαριμωθ καὶ Σαβαθος καὶ Ζερδαιας·

  [28] And of the sons of Zamoth; Eliadas, Elisimus, Othonias, Jarimoth, and Sabatus, and Sardeus.

  [29] καὶ ἐκ τῶν υἱῶν Βηβαι Ιωαννης καὶ Ανανιας καὶ Ζαβδος καὶ Εμαθις·

  [29] Of the sons of Babai; Johannes, and Ananias and Josabad, and Amatheis.

  [30] καὶ ἐκ τῶν υἱῶν Μανι Ωλαμος, Μαμουχος, Ιεδαιος, Ιασουβος καὶ Ασαηλος καὶ Ιερεμωθ·

  [30] Of the sons of Mani; Olamus, Mamuchus, Jedeus, Jasubus, Jasael, and Hieremoth.

  [31] καὶ ἐκ τῶν υἱῶν Αδδι Νααθος καὶ Μοοσσιας, Λακκουνος καὶ Ναιδος καὶ Βεσκασπασμυς καὶ Σεσθηλ καὶ Βαλνουος καὶ Μανασσηας·

 

‹ Prev