Book Read Free

Delphi Complete Works of Epictetus (Illustrated) (Delphi Ancient Classics Book 86)

Page 83

by Epictetus


  οὐδενὶ οὖν διαφέρει ἄνθρωπος πελαργοῦ; [19] — μὴ γένοιτο: ἀλλὰ τούτοις οὐ διαφέρει. — τίνι οὖν διαφέρει; [20] — ζήτει καὶ εὑρήσεις, ὅτι ἄλλῳ διαφέρει. ὅρα μὴ τῷ παρακολουθεῖν οἷς ποιεῖ, ὅρα μὴ τῷ κοινωνικῷ, μὴ τῷ πιστῷ, τῷ αἰδήμονι, τῷ ἀσφαλεῖ, τῷ συνετῷ. [21] ποῦ οὖν τὸ μέγα ἐν ἀνθρώποις κακὸν καὶ ἀγαθόν; ὅπου ἡ διαφορά. ἂν σῴζηται τοῦτο καὶ περιτετειχισμένον μένῃ καὶ μὴ διαφθείρηται τὸ αἰδῆμον μηδὲ τὸ πιστὸν μηδὲ τὸ συνετόν, τότε σῴζεται καὶ αὐτός: ἂν δ᾽ ἀπολλύηταί τι τούτων καὶ ἐκπολιορκῆται, τότε καὶ αὐτὸς ἀπόλλυται. καὶ τὰ μεγάλα πράγματα ἐν τούτῳ ἐστίν. [22] ἔπταισεν μεγάλα ὁ Ἀλέξανδρος, ὅτ᾽ ἐπῆλθον † φασιν οἱ Ἕλληνες καὶ ὅτε ἐπόρθουν τὴν Τροίαν καὶ ὅτε οἱ ἀδελφοὶ αὐτοῦ ἀπώλλυντο; [23] οὐδαμῶς: δι᾽ ἀλλότριον γὰρ ἔργον πταίει οὐδείς: ἀλλὰ τότε πελαργῶν νεοσσιαὶ ἐπορθοῦντο. πταῖσμα δ᾽ ἦν, ὅτε ἀπώλεσε τὸν αἰδήμονα, τὸν πιστόν, τὸν φιλόξενον, τὸν κόσμιον. [24] πότ᾽ ἔπταισεν ὁ Ἀχιλλεύς; ὅτε ἀπέθανεν ὁ Πάτροκλος; μὴ γένοιτο: ἀλλ᾽ ὅτε ὠργίζετο, ὅτε κορασίδιον ἔκλαεν, ὅτ᾽ ἐπελάθετο ὅτι πάρεστιν οὐκ ἐπὶ τὸ ἐρωμένας κτᾶσθαι, ἀλλ᾽ ἐπὶ τὸ πολεμεῖν. [25] ταῦτ᾽ ἐστὶ τὰ ἀνθρωπικὰ πταίσματα, τοῦτό ἐστιν ἡ πολιορκία, τοῦτό ἐστι κατασκαφή, ὅταν τὰ δόγματα τὰ ὀρθὰ καθαιρῆται, ὅταν ἐκεῖνα διαφθείρηται. [26] — ὅταν οὖν γυναῖκες ἄγωνται καὶ παιδία αἰχμαλωτίζηται καὶ ὅταν αὐτοὶ κατασφάζωνται, ταῦτα οὐκ ἔστι κακά; [27] — πόθεν τοῦτο προσδοξάζεις; κἀμὲ δίδαξον. — οὔ: ἀλλὰ πόθεν σὺ λέγεις ὅτι οὐκ ἔστι κακά; [28] — ἔλθωμεν ἐπὶ τοὺς κανόνας, φέρε τὰς προλήψεις.

  διὰ τοῦτο γὰρ οὐκ ἔστιν ἱκανῶς θαυμάσαι τὸ γινόμενον. ὅπου βάρη κρῖναι θέλομεν, οὐκ εἰκῇ κρίνομεν: ὅπου τὰ εὐθέα καὶ στρεβλά, οὐκ εἰκῇ: [29] ἁπλῶς ὅπου διαφέρει ἡμῖν γνῶναι τὸ κατὰ τὸν τόπον ἀληθές, οὐδέποθ᾽ ἡμῶν οὐδεὶς οὐδὲν εἰκῇ ποιήσει. [30] ὅπου δὲ τὸ πρῶτον καὶ μόνον αἴτιόν ἐστι τοῦ κατορθοῦν ἢ ἁμαρτάνειν, τοῦ εὐροεῖν ἢ δυσροεῖν, τοῦ ἀτυχεῖν ἢ εὐτυχεῖν, ἐνθάδε μόνον εἰκαῖοι καὶ προπετεῖς. οὐδαμοῦ ὅμοιόν τι ζυγῷ, οὐδαμοῦ ὅμοιόν τι κανόνι, ἀλλά τι ἐφάνη καὶ εὐθὺς ποιῶ τὸ φανέν. [31] κρείσσων γάρ εἰμι τοῦ Ἀγαμέμνονος ἢ τοῦ Ἀχιλλέως, ἵν᾽ ἐκεῖνοι μὲν διὰ τὸ ἀκολουθῆσαι τοῖς φαινομένοις τοιαῦτα κακὰ ποιήσωσι καὶ πάθωσιν, ἐμοὶ δὲ μὴ ἀρκῇ τὸ φαινόμενον; [32] καὶ ποία τραγῳδία ἄλλην ἀρχὴν ἔχει; Ἀτρεὺς Εὐριπίδου τί ἐστιν; τὸ φαινόμενον. Οἰδίπους Σοφοκλέους τί ἐστιν; τὸ φαινόμενον. Φοῖνιξ; [33] τὸ φαινόμενον. Ἱππόλυτος; τὸ φαινόμενον. τούτου οὖν μηδεμίαν ἐπιμέλειαν ποιεῖσθαι τίνος ὑμῖν δοκεῖ; τίνες δὲ λέγονται οἱ παντὶ τῷ φαινομένῳ ἀκολουθοῦντες; — μαινόμενοι. — ἡμεῖς οὖν ἄλλο τι ποιοῦμεν;

  περὶ εὐσταθείας.

  οὐσία τοῦ ἀγαθοῦ προαίρεσις ποιά, τοῦ κακοῦ προαίρεσις ποιά. [2] τί οὖν τὰ ἐκτός; ὗλαι τῇ προαιρέσει, περὶ ἃς ἀναστρεφομένη τεύξεται τοῦ ἰδίου ἀγαθοῦ ἢ κακοῦ. πῶς τοῦ ἀγαθοῦ τεύξεται; [3] ἂν τὰς ὕλας μὴ θαυμάσῃ. τὰ γὰρ περὶ τῶν ὑλῶν δόγματα ὀρθὰ μὲν ὄντα ἀγαθὴν ποιεῖ τὴν προαίρεσιν, στρεβλὰ δὲ καὶ διεστραμμένα κακήν. [4] τοῦτον τὸν νόμον ὁ θεὸς τέθεικεν καὶ φησίν ‘εἰ τι ἀγαθὸν θέλεις, παρὰ σεαυτοῦ λάβε.’ σὺ λέγεις ‘οὔ: ἀλλὰ παρ᾽ ἄλλου.’ μή, ἀλλὰ παρὰ σεαυτοῦ. λοιπὸν ὅταν ἀπειλῇ ὁ τύραννος καὶ μὴ καλῇ, λέγω [5] ‘τίνι ἀπειλεῖ;’ ἂν λέγῃ ‘δήσω σε,’ φημὶ ὅτι ‘ταῖς χερσὶν ἀπειλεῖ καὶ τοῖς ποσίν.’ [6] ἂν λέγῃ ‘τραχηλοκοπήσω σε,’ λέγω ‘τῷ τραχήλῳ ἀπειλεῖ.’ ἂν λέγῃ ‘εἰς φυλακήν σε βαλῶ,’ ‘ὅλῳ τῷ σαρκιδίῳ:’ κἂν ἐξορισμὸν ἀπειλῇ, τὸ αὐτό. [7] — σοὶ οὖν οὐδὲν ἀπειλεῖ; — εἰ πέπονθα ὅτι ταῦτα οὐδέν ἐστι πρὸς ἐμέ, οὐδέν: εἰ δὲ φοβοῦμαί τι τούτων, ἐμοὶ ἀπειλεῖ. [8] τίνα λοιπὸν δέδοικα; τὸν τίνων ὄντα κύριον; τῶν ἐπ᾽ ἐμοί; οὐδὲ εἷς ἐστιν. τῶν οὐκ ἐπ᾽ ἐμοί; καὶ τί μοι αὐτῶν μέλει; [9]

  ὑμεῖς οὖν οἱ φιλόσοφοι διδάσκετε καταφρονεῖν τῶν βασιλέων; — μὴ γένοιτο. τίς ἡμῶν διδάσκει ἀντιποιεῖσθαι πρὸς αὐτούς, ὧν ἐκεῖνοι ἔχουσιν ἐξουσίαν; [10] τὸ σωμάτιον λάβε, τὴν κτῆσιν λάβε, τὴν φήμην λάβε, τοὺς περὶ ἐμὲ λάβε. ἄν τινας τούτων ἀναπείθω ἀντιποιεῖσθαι, τῷ ὄντι ἐγκαλείτω μοι. [11] ‘ναί: ἀλλὰ καὶ τῶν δογμάτων ἄρχειν θέλω.’ καὶ τίς σοι ταύτην τὴν ἐξουσίαν δέδωκεν; [12] ποῦ δύνασαι νικῆσαι δόγμα ἀλλότριον; ‘προσάγων,’ φησίν, ‘αὐτῷ φόβον νικήσω.’ ἀγνοεῖς ὅτι αὐτὸ αὑτὸ ἐνίκησεν, οὐχ ὑπ᾽ ἄλλου ἐνικήθη: προαίρεσιν δὲ οὐδὲν ἄλλο νικῆσαι δύναται, πλὴν αὐτὴ ἑαυτήν. [13] διὰ τοῦτο καὶ ὁ τοῦ θεοῦ νόμος κράτιστός ἐστι καὶ δικαιότατος: τὸ κρεῖσσον ἀεὶ περιγινέσθω τοῦ χείρονος. [14] ‘κρείττονές εἰσιν οἱ δέκα τοῦ ἑνός.’ πρὸς τί; πρὸς τὸ δῆσαι, πρὸς τὸ ἀποκτεῖναι, πρὸς τὸ ἀπαγαγεῖν ὅπου θέλουσιν, πρὸς τὸ ἀφελέσθαι τὰ ὄντα. νικῶσιν τοίνυν οἱ δέκα τὸν ἕνα ἐν τούτῳ, ἐν ᾧ κρείσσονές εἰσιν. [15] ἐν τίνι οὖν χείρονές εἰσιν; ἂν ὁ μὲν ἔχῃ δόγματα ὀρθά, οἱ δὲ μή. τί οὖν; ἐν τούτῳ δύνανται νικῆσαι; πόθεν; εἰ δ᾽ ἱστάμεθα ἐπὶ ζυγοῦ, οὐκ ἔδει τὸν βαρύτερον καθελκύσαι;

  Σωκράτης οὖν ἵνα πάθῃ ταῦτα ὑπ᾽ Ἀθηναίων; [16] — ἀνδράποδον, τί λέγεις τὸ Σωκράτης; ὡς ἔχει τὸ
πρᾶγμα λέγε: ἵν᾽ οὖν τὸ Σωκράτους σωμάτιον ἀπαχθῇ καὶ συρῇ ὑπὸ τῶν ἰσχυροτέρων εἰς δεσμωτήριον καὶ κώνειόν τις δῷ τῷ σωματίῳ τῷ Σωκράτους κἀκεῖνο ἀποψυγῇ; [17] ταῦτά σοι φαίνεται θαυμαστά, ταῦτα ἄδικα, ἐπὶ τούτοις ἐγκαλεῖς τῷ θεῷ; οὐδὲν οὖν εἶχε Σωκράτης ἀντὶ τούτων; ποῦ ἦν ἡ οὐσία αὐτῷ τοῦ ἀγαθοῦ; [18] τίνι προσσχῶμεν; σοὶ ἢ αὐτῷ; καὶ τί λέγει ἐκεῖνος; ‘ἐμὲ δ᾽ Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δ᾽ οὔ.’ καὶ πάλιν ‘εἰ ταύτῃ τῷ θεῷ φίλον, ταύτῃ γινέσθω.’ [19] ἀλλὰ δεῖξον ὅτι χείρονα ἔχων δόγματα κρατεῖ τοῦ κρείττονος ἐν δόγμασιν. οὐ δείξεις: οὐδ᾽ ἐγγύς. νόμος γὰρ τῆς φύσεως. καὶ τοῦ θεοῦ οὗτος τὸ κρεῖσσον ἀεὶ περιγινέσθω τοῦ χείρονος. ἐν τίνι; ἐν ᾧ κρεῖσσόν ἐστιν. [20] σῶμα σώματος ἰσχυρότερον, οἱ πλείονες τοῦ ἑνός, ὁ κλέπτης τοῦ μὴ κλέπτου. [21] διὰ τοῦτο κἀγὼ τὸν λύχνον ἀπώλεσα, ὅτι ἐν τῷ ἀγρυπνεῖν μου κρείσσων ἦν ὁ κλέπτης. ἀλλ᾽ ἐκεῖνος τοσούτου ὠνήσατο λύχνον: ἀντὶ λύχνου κλέπτης ἐγένετο, ἀντὶ λύχνου ἄπιστος, ἀντὶ λύχνου θηριώδης. τοῦτο ἔδοξεν αὐτῷ λυσιτελεῖν.

  [22] ἔστω: ἀλλ᾽ εἴληπταί μού τις τοῦ ἱματίου καὶ ἕλκει μ᾽ εἰς τὴν ἀγοράν, εἶτα ἐπικραυγάζουσιν ἄλλοι ‘φιλόσοφε, τί σε ὠφέληκε τὰ δόγματα; ἰδοὺ σύρῃ εἰς τὸ δεσμωτήριον, ἰδοὺ μέλλεις τραχηλοκοπεῖσθαι.’ [23] καὶ ποίαν ἔπραξα ἂν εἰσαγωγήν, ἵν᾽, ἂν ἰσχυρότερος ἐπιλάβηταί μου τοῦ ἱματίου, μὴ σύρωμαι; ἵνα, ἄν με δέκα περισπάσαντες εἰς τὸ δεσμωτήριον ἐμβάλωσιν, μὴ ἐμβληθῶ; [24] ἄλλο οὖν οὐδὲν ἔμαθον; ἔμαθον, ἵνα: πᾶν τὸ γινόμενον ἴδω ὅτι, ἂν ἀπροαίρετον ᾖ, οὐδέν ἐστι πρὸς ἐμέ. [25] πρὸς τοῦτο οὖν οὐκ ὠφέλησαι; τί οὖν ἐν ἄλλῳ ζητεῖς τὴν ὠφέλειαν ἢ ἐν ᾧ ἔμαθες; [26] καθήμενος λοιπὸν ἐν τῇ φυλακῇ λέγω ‘οὗτος ὁ ταῦτα κραυγάζων οὔτε τοῦ σημαινομένου ἀκούει οὔτε τῷ λεγομένῳ παρακολουθεῖ οὔτε ὅλως μεμέληκεν αὐτῷ εἰδέναι περὶ τῶν φιλοσόφων τί λέγουσιν ἢ τί ποιοῦσιν. ἄφες αὐτόν.’ [27] ‘ἀλλ᾽ ἔξελθε πάλιν ἀπὸ τῆς φυλακῆς.’ εἰ μηκέτι χρείαν ἔχητέ μου ἐν τῇ φυλακῇ, ἐξέρχομαι: ἂν πάλιν σχῆτε, εἰσελεύσομαι. [28] μέχρι τίνος; μέχρις ἂν οὗ λόγος αἱρῇ συνεῖναί με τῷ σωματίῳ: ὅταν δὲ μὴ αἱρῇ, λάβετε αὐτὸ καὶ ὑγιαίνετε. [29] μόνον μὴ ἀλογίστως, μόνον μὴ μαλακῶς, μὴ ἐκ τῆς τυχούσης προφάσεως. πάλιν γὰρ ὁ θεὸς οὐ βούλεται: χρείαν γὰρ ἔχει κόσμου τοιούτου, τῶν ἐπὶ γῆς ἀναστρεφομένων τοιούτων. ἐὰν δὲ σημήνῃ τὸ ἀνακλητικὸν ὡς τῷ Σωκράτει, πείθεσθαι δεῖ τῷ σημαίνοντι ὡς στρατηγῷ.

  [30] τί οὖν; λέγειν δεῖ ταῦτα πρὸς τοὺς πολλούς; — ἵνα τί; [31] οὐ γὰρ ἀρκεῖ τὸ αὐτὸν πείθεσθαι; τοῖς γὰρ παιδίοις, ὅταν προσελθόντα κροτῇ καὶ λέγῃ ‘σήμερον Σατορνάλια ἀγαθά,’ λέγομεν ‘οὐκ ἔστιν ἀγαθὰ ταῦτα;’ οὐδαμῶς: ἀλλὰ καὶ αὐτοὶ ἐπικροτοῦμεν. [32] καὶ σὺ τοίνυν, ὅταν μεταπεῖσαί τινα μὴ δύνῃ, γίγνωσκε ὅτι παιδίον ἐστὶ καὶ ἐπικρότει αὐτῷ: ἂν δὲ μὴ τοῦτο θέλῃς, σιώπα λοιπόν. [33]

  [34] τούτων δεῖ μεμνῆσθαι καὶ κληθέντα εἴς τινα τοιαύτην περίστασιν εἰδέναι, ὅτι ἐλήλυθεν ὁ καιρὸς τοῦ ἀποδεῖξαι, εἰ πεπαιδεύμεθα. νέος γὰρ ἀπὸ σχολῆς ἀπιὼν εἰς περίστασιν ὅμοιός ἐστι τῷ μεμελετηκότι συλλογισμοὺς ἀναλύειν, κἄν τις εὔλυτον αὐτῷ προτείνῃ, λέγει ‘μᾶλλόν μοι πεπλεγμένον κομψῶς προτείνατε, ἵνα γυμνασθῶ.’ καὶ οἱ ἀθληταὶ τοῖς κούφοις νεανίσκοις δυσαρεστοῦσιν: [35] ‘οὐ βαστάζει με,’ φησίν. οὗτός ἐστιν εὐφυὴς νέος. οὔ: ἀλλὰ καλέσαντος τοῦ καιροῦ κλάειν δεῖ καὶ λέγειν ‘ἤθελον ἔτι μανθάνειν.’ τίνα; εἰ ταῦτα οὐκ ἔμαθες οὐχ ὥστ᾽ ἔργῳ δεῖξαι, πρὸς τί αὐτὰ ἔμαθες; [36] ἐγώ τινα οἶμαι τῶν καθημένων ἐνταῦθα ὠδίνειν αὐτὸν ἐφ᾽ ἑαυτοῦ καὶ λέγειν ‘ἐμοὶ νῦν περίστασιν μὴ ἔρχεσθαι τοιαύτην, ὁποία τούτῳ ἐλήλυθεν; ἐμὲ νῦν κατατριβῆναι καθήμενον ἐν γωνίᾳ δυνάμενον στεφανωθῆναι Ὀλύμπια; πότε τις ἐμοὶ καταγγελεῖ τοιοῦτον ἀγῶνα;’ οὕτως ἔχειν ἔδει πάντας ὑμᾶς. [37] ἀλλ᾽ ἐν μὲν τοῖς Καίσαρος μονομάχοις εἰσί τινες οἱ ἀγανακτοῦντες ὅτι οὐδεὶς αὐτοὺς προάγει οὐδὲ ζευγνύει καὶ εὔχονται τῷ θεῷ καὶ προσέρχονται τοῖς ἐπιτρόποις δεόμενοι μονομαχῆσαι, ἐξ ὑμῶν δ᾽ οὐδεὶς φανήσεται τοιοῦτος; [38] ἤθελον πλεῦσαι ἐπ᾽ αὐτὸ τοῦτο καὶ ἰδεῖν, τί μου ποιεῖ ὁ ἀθλητής, πῶς μελετᾷ τὴν ὑπόθεσιν. [39] ‘οὐ θέλω,’ φησίν, ‘τοιαύτην.’ ἐπὶ σοὶ γάρ ἐστι λαβεῖν ἣν θέλεις ὑπόθεσιν; δέδοταί σοι σῶμα τοιοῦτον, γονεῖς τοιοῦτοι, ἀδελφοὶ τοιοῦτοι, πατρὶς τοιαύτη, τάξις ἐν αὐτῇ τοιαύτη: εἶτά μοι λέγεις ἐλθὼν ‘ἄλλαξόν μοι τὴν ὑπόθεσιν.’ εἶτα οὐκ ἔχεις ἀφορμὰς πρὸς τὸ χρήσασθαι [40] τοῖς δοθεῖσιν; σόν ἐστι προτεῖναι, ἐμὸν μελετῆσαι καλῶς. οὔ: ἀλλὰ ‘μὴ τοιοῦτό μοι προβάλῃς τροπικόν, ἀλλὰ τοιοῦτον: μὴ τοιαύτην ἐπενέγκῃς τὴν ἐπιφοράν, ἀλλὰ τοιαύτην.’ [41] ἔσται χρόνος τάχα, ἐν ᾧ οἱ τραγῳδοὶ οἰήσονται ἑαυτοὺς εἶναι προσωπεῖα καὶ ἐμβάδας καὶ τὸ σύρμα. ἄνθρωπε, ταῦτα ὕλην ἔχεις καὶ ὑπόθεσιν. [42] φθέγξαι τι, ἵνα εἰδῶμεν πότερον τραγῳδὸς εἶ ἢ γελωτοποιός: κοινὰ γὰρ ἔχουσι τὰ ἄλλα ἀμφότεροι. [43] διὰ τοῦτο ἂν ἀφέλῃ τις αὐτοῦ καὶ τὰς ἐμβάδας καὶ τὸ προσωπεῖον καὶ ἐν εἰδώλῳ αὐτὸν προαγάγῃ, ἀπώλετο ὁ τραγῳδὸς ἢ μένει; ἂν �
�ωνὴν ἔχῃ, μένει.

  καὶ ἐνθάδε. [44] ‘λάβε ἡγεμονίαν.’ λαμβάνω καὶ λαβὼν δεικνύω, πῶς ἄνθρωπος ἀναστρέφεται πεπαιδευμένος. [45] ‘θὲς τὴν πλατύσημον καὶ ἀναλαβὼν ῥάκη πρόσελθε ἐν προσώπῳ τοιούτῳ.’ τί οὖν; οὐ δέδοταί μοι καλὴν φωνὴν εἰσενεγκεῖν; [46] ‘πῶς οὖν ἀναβαίνεις νῦν;’ ὡς μάρτυς ὑπὸ τοῦ θεοῦ κεκλημένος. [47] ‘ἔρχου σὺ καὶ μαρτύρησόν μοι: σὺ γὰρ ἄξιος εἶ προαχθῆναι μάρτυς. ὑπ᾽ ἐμοῦ. μή τι τῶν ἐκτὸς τῆς προαιρέσεως ἀγαθόν ἐστιν ἢ κακόν; μή τινα βλάπτω; μή τι ἐπ᾽ ἄλλῳ τὴν ὠφέλειαν ἐποίησα τὴν ἑκάστου ἢ ἐπ᾽ αὐτῷ;’ [48] τίνα μαρτυρίαν δίδως τῷ θεῷ; ‘ἐν δεινοῖς εἰμι, κύριε, καὶ δυστυχῶ, οὐδείς μου ἐπιστρέφεται, οὐδείς μοι δίδωσιν οὐδέν, πάντες ψέγουσιν, κακολογοῦσιν.’ [49] ταῦτα μέλλεις μαρτυρεῖν καὶ καταισχύνειν τὴν κλῆσιν ἣν κέκληκεν, ὅτι σε ἐτίμησεν ταύτην τὴν τιμὴν καὶ ἄξιον ἡγήσατο προσαγαγεῖν εἰς μαρτυρίαν τηλικαύτην;

  ἀλλ᾽ ἀπεφήνατο ὁ ἔχων τὴν ἐξουσίαν [50] ‘κρίνω σε ἀσεβῆ καὶ ἀνόσιον εἶναι.’ τί σοι γέγονεν; ‘ἐκρίθην ἀσεβὴς καὶ ἀνόσιος εἶναι.’ [51] ἄλλο οὐδέν; ‘οὐδέν.’ εἰ δὲ περὶ συνημμένου τινὸς ἐπικεκρίκει καὶ ἐδεδώκει ἀπόφασιν ‘τὸ εἰ ἡμέρα ἐστίν, φῶς ἐστιν κρίνω ψεῦδος εἶναι,’ τί ἐγεγόνει τῷ συνημμένῳ; τίς ἐνθάδε κρίνεται, τίς κατακέκριται; τὸ συνημμένον ἢ ὁ ἐξαπατηθεὶς περὶ αὐτοῦ; [52] οὗτος οὖν τίς ποτε ὁ ἔχων ἐξουσίαν τοῦ ἀποφήνασθαί τι περὶ σοῦ; οἶδεν τί ἐστι τὸ εὐσεβὲς ἢ τὸ ἀσεβές; μεμελέτηκεν αὐτό; μεμάθηκεν; ποῦ; παρὰ τίνι; [53] εἶτα μουσικὸς μὲν οὐκ ἐπιστρέφεται αὐτοῦ ἀποφαινομένου περὶ τῆς νήτης ὅτι ἐστὶν ὑπάτη οὐδὲ γεωμετρικός, ἂν ἐπικρίνῃ τὰς ἀπὸ κέντρου πρὸς τὸν κύκλον προσπιπτούσας μὴ εἶναι ἴσας: [54] ὁ δὲ ταῖς ἀληθείαις πεπαιδευμένος ἀνθρώπου ἀπαιδεύτου ἐπιστραφήσεται ἐπικρίνοντός τι περὶ ὁσίου καὶ ἀνοσίου καὶ ἀδίκου καὶ δικαίου;

 

‹ Prev