Book Read Free

Delphi Complete Works of Epictetus (Illustrated) (Delphi Ancient Classics Book 86)

Page 84

by Epictetus


  ὦ πολλῆς ἀδικίας τῶν πεπαιδευμένων. ταῦτα οὖν ἔμαθες ἐνταῦθα; [55] οὐ θέλεις τὰ μὲν λογάρια τὰ περὶ τούτων ἄλλοις ἀφεῖναι, ἀταλαιπώροις ἀνθρωπαρίοις, ἵν᾽ ἐν γωνίᾳ καθεζόμενοι μισθάρια λαμβάνωσιν ἢ γογγρύζωσιν, ὅτι οὐδεὶς αὐτοῖς παρέχει οὐδέν, σὺ δὲ χρῆσθαι παρελθὼν οἷς ἔμαθες; [56] οὐ γὰρ λογάριά ἐστι τὰ λείποντα νῦν, ἀλλὰ γέμει τὰ βιβλία τῶν Στωικῶν λογαρίων. τί οὖν τὸ λεῖπόν ἐστιν; ὁ χρησόμενος, ὁ ἔργῳ μαρτυρήσων τοῖς λόγοις. [57] τοῦτό μοι τὸ πρόσωπον ἀνάλαβε, ἵνα μηκέτι παλαιοῖς ἐν τῇ σχολῇ παραδείγμασι χρώμεθα, ἀλλὰ ἔχωμέν τι καὶ καθ᾽ ἡμᾶς παράδειγμα. [58] ταῦτα οὖν τίνος ἐστὶ θεωρεῖν; τοῦ σχολάζοντος. ἔστι γὰρ φιλοθέωρόν τι ζῷον ὁ ἄνθρωπος. [59] ἀλλ᾽ αἰσχρόν ἐστι θεωρεῖν ταῦτα οὕτως ὡς οἱ δραπέται: ἀλλ᾽ ἀπερισπάστως καθῆσθαι καὶ ἀκούειν νῦν μὲν τραγῳδοῦ νῦν δὲ κιθαρῳδοῦ, οὐχ ὡς ἐκεῖνοι ποιοῦσιν. ἅμα μὲν ἐπέστη καὶ ἐπῄνεσεν τὸν τραγῳδόν, ἅμα δὲ περιεβλέψατο: εἶτα ἄν τις φθέγξηται κύριον, εὐθὺς σεσόβηνται, ταράσσονται. [60] αἰσχρόν ἐστιν οὕτως καὶ τοὺς φιλοσόφους θεωρεῖν τὰ ἔργα τῆς φύσεως. τί γάρ ἐστι κύριος; ἄνθρωπος ἀνθρώπου κύριος οὐκ ἔστιν, ἀλλὰ θάνατος καὶ ζωὴ καὶ ἡδονὴ καὶ πόνος. [61] ἐπεὶ χωρὶς τούτων ἄγαγέ μοι τὸν Καίσαρα καὶ ὄψει πῶς εὐσταθῶ. ὅταν δὲ μετὰ τούτων ἔλθῃ βροντῶν καὶ ἀστράπτων, ἐγὼ δὲ ταῦτα φοβῶμαι, τί ἄλλο ἢ ἐπέγνωκα τὸν κύριον ὡς ὁ δραπέτης; [62] μέχρι δ᾽ ἂν οὗ τινα ἀνοχὴν ἀπὸ τούτων ἔχω, ὡς δραπέτης ἐφίσταται θεάτρῳ οὕτως κἀγώ: λούομαι, πίνω, ᾁδω, πάντα δὲ μετὰ φόβου καὶ ταλαιπωρίας. [63] ἐὰν δ᾽ ἐμαυτὸν ἀπολύσω τῶν δεσποτῶν, τοῦτ᾽ ἔστιν ἐκείνων, δι᾽ ἃ οἱ δεσπόται εἰσὶ φοβεροί, ποῖον ἔτι πρᾶγμα ἔχω, ποῖον ἔτι κύριον;

  [64] τί οὖν; κηρύσσειν δεῖ ταῦτα πρὸς πάντας; — οὔ, ἀλλὰ τοῖς ἰδιώταις συμπεριφέρεσθαι καὶ λέγειν ‘οὗτος ὃ αὑτῷ ἀγαθὸν οἴεται τοῦτο κἀμοὶ συμβουλεύει: συγγιγνώσκω αὐτῷ.’ [65] καὶ γὰρ Σωκράτης συνεγίγνωσκεν τῷ ἐπὶ τῆς φυλακῆς κλάοντι, ὅτι ἔμελλεν πίνειν τὸ φάρμακον, καὶ λέγει ‘ὡς γενναίως ἡμᾶς ἀποδεδάκρυκεν.’ [66] μή τι οὖν ἐκείνῳ λέγει ὅτι ‘διὰ τοῦτο τὰς γυναῖκας ἀπελύσαμεν;’ ἀλλὰ τοῖς γνωρίμοις, τοῖς δυναμένοις αὐτὰ ἀκοῦσαι: ἐκείνῳ δὲ συμπεριφέρεται ὡς παιδίῳ.

  τί δεῖ πρόχειρον ἔχειν ἐν ταῖς περιστάσεσιν.

  ὅταν εἰσίῃς πρός τινα τῶν ὑπερεχόντων, μέμνησο ὅτι καὶ ἄλλος ἄνωθεν βλέπει τὰ γιγνόμενα καὶ ὅτι ἐκείνῳ σε δεῖ μᾶλλον ἀρέσκειν ἢ τούτῳ. [2] ἐκεῖνος οὖν σου πυνθάνεται ‘φυγὴν καὶ φυλακὴν καὶ δεσμὰ καὶ θάνατον καὶ ἀδοξίαν τί ἔλεγες ἐν τῇ σχολῇ;’ ‘ἐγὼ ἀδιάφορα.’ [3] ‘νῦν οὖν τίνα αὐτὰ λέγεις; μή τι ἐκεῖνα ἠλλάγη;’ ‘οὔ.’ ‘σὺ οὖν ἠλλάγης;’ ‘οὔ.’ ‘λέγε οὖν τίνα ἐστὶν ἀδιάφορα.’ ‘τὰ ἀπροαίρετα.’ ‘λέγε καὶ τὰ ἑξῆς.’ [4] ‘ἀπροαίρετα οὐδὲν πρὸς ἐμέ.’ ‘λέγε καὶ τὰ ἀγαθὰ τίνα ὑμῖν ἐδόκει;’ ‘προαίρεσις οἵα δεῖ καὶ χρῆσις φαντασιῶν.’ ‘τέλος δὲ τί;’ ‘τὸ σοὶ ἀκολουθεῖν.’ [5] ‘ταῦτα καὶ νῦν λέγεις;’ ‘ταὐτὰ καὶ νῦν λέγω.’ ἄπειθι λοιπὸν ἔσω θαρρῶν καὶ μεμνημένος τούτων καὶ ὄψει τί ἐστι νέος μεμελετηκὼς ἃ δεῖ ἐν ἀνθρώποις ἀμελετήτοις. [6] ἐγὼ μὲν νὴ τοὺς θεοὺς φαντάζομαι ὅτι πείσῃ τὸ τοιοῦτον ‘τί οὕτως μεγάλα καὶ πολλὰ παρασκευαζόμεθα πρὸς τὸ μηδέν; [7] τοῦτο ἦν ἡ ἐξουσία; τοῦτο τὰ πρόθυρα, οἱ κοιτωνῖται, οἱ ἐπὶ τῆς μαχαίρας; τούτων ἕνεκα τοὺς πολλοὺς λόγους ἤκουον; ταῦτα οὐδὲν ἦν, ἐγὼ δ᾽ ὡς μεγάλα παρεσκευαζόμην.’

  BOOK II.

  ὅτι οὐ μάχεται τὸ θαρρεῖν τῷ εὐλαβεῖσθαι.

  παράδοξον μὲν τυχὸν φαίνεταί τισιν τὸ ἀξιούμενον ὑπὸ τῶν φιλοσόφων, ὅμως δὲ σκεψώμεθα κατὰ δύναμιν, εἰ ἀληθές ἐστι τὸ δεῖν ἅμα μὲν εὐλαβῶς ἅμα δὲ θαρρούντως πάντα ποιεῖν. [2] ἐναντίον γάρ πως δοκεῖ τῷ θαρραλέῳ τὸ εὐλαβές, τὰ δ᾽ ἐναντία οὐδαμῶς συνυπάρχει. [3] τὸ δὲ φαινόμενον πολλοῖς ἐν τῷ τόπῳ παράδοξον δοκεῖ μοι τοιούτου τινὸς ἔχεσθαι: εἰ μὲν γὰρ πρὸς ταὐτὰ ἠξιοῦμεν χρῆσθαι τῇ τ᾽ εὐλαβείᾳ καὶ τῷ θάρσει, δικαίως ἂν ἡμᾶς ᾐτιῶντο ὡς τὰ ἀσύνακτα συνάγοντας. [4] νῦν δὲ τί δεινὸν ἔχει τὸ λεγόμενον; εἰ γὰρ ὑγιῆ ταῦτ᾽ ἐστι τὰ πολλάκις μὲν εἰρημένα, πολλάκις δ᾽ ἀποδεδειγμένα, ὅτι ἡ οὐσία τοῦ ἀγαθοῦ ἔστιν ἐν χρήσει φαντασιῶν καὶ τοῦ κακοῦ ὡσαύτως, τὰ δ᾽ ἀπροαίρετα οὔτε τὴν τοῦ κακοῦ δέχεται φύσιν οὔτε τὴν τοῦ ἀγαθοῦ, [5] τί παράδοξον ἀξιοῦσιν οἱ φιλόσοφοι, εἰ λέγουσιν ‘ὅπου μὲν τὰ ἀπροαίρετα, ἐκεῖ τὸ θάρσος ἔστω σοι, ὅπου δὲ τὰ προαιρετικά, ἐκεῖ ἡ εὐλάβεια;’ [6] εἰ γὰρ ἐν κακῇ προαιρέσει τὸ κακόν, πρὸς μόνα ταῦτα χρῆσθαι ἄξιον εὐλαβείᾳ: εἰ δὲ τὰ ἀπροαίρετα καὶ μὴ ἐφ᾽ ἡμῖν οὐδὲν πρὸς ἡμᾶς, πρὸς ταῦτα τῷ θάρσει χρηστέον. [7] καὶ οὕτως ἅμα μὲν εὐλαβεῖς ἅμα δὲ θαρραλέοι ἐσόμεθα καὶ νὴ Δία διὰ τὴν εὐλάβειαν θαρραλέοι. διὰ γὰρ τὸ εὐλαβεῖσθαι τὰ ὄντως κακὰ συμβήσεται θαρρεῖν ἡμῖν πρὸς τὰ μὴ οὕτως ἔχοντα.

  [8] λοιπὸν ἡμεῖς τὸ τῶν ἐλάφων πάσχομεν: ὅτε φοβοῦνται καὶ φεύγουσιν αἱ ἔλαφοι τὰ πτερά, ποῦ τρέπονται καὶ πρὸς τίνα ἀναχωροῦσιν ὡς ἀσφαλῆ; πρὸς τὰ δίκτυα: καὶ οὕτως ἀπόλλυνται ἐναλλάξασαι τὰ φοβερὰ καὶ τὰ θαρραλ�
�α. [9] οὕτως καὶ ἡμεῖς ποῦ χρώμεθα τῷ φόβῳ; πρὸς τὰ ἀπροαίρετα. ἐν τίσιν πάλιν θαρροῦντες ἀναστρεφόμεθα ὡς οὐδενὸς ὄντος δεινοῦ; ἐν τοῖς προαιρετικοῖς. [10] ἐξαπατηθῆναι ἢ προπεσεῖν ἢ ἀναίσχυντόν τι ποιῆσαι ἢ μετ᾽ ἐπιθυμίας αἰσχρᾶς ὀρεχθῆναί τινος οὐδὲν διαφέρει ἡμῖν, ἂν μόνον ἐν τοῖς ἀπροαιρέτικοις εὐστοχῶμεν. ὅπου δὲ θάνατος ἢ φυγὴ ἢ πόνος ἢ ἀδοξία, ἐκεῖ τὸ ἀναχωρητικόν, ἐκεῖ τὸ σεσοβημένον. [11] τοιγαροῦν ὥσπερ εἰκὸς τοὺς περὶ τὰ μέγιστα διαμαρτάνοντας τὸ μὲν φύσει θαρραλέον θρασὺ κατασκευάζομεν, ἀπονενοημένον, ἰταμόν, ἀναίσχυντον, τὸ δ᾽ εὐλαβὲς φύσει καὶ αἰδῆμον δειλὸν καὶ ταπεινόν, φόβων καὶ ταραχῶν μεστόν. [12] ἂν γάρ τις ἐκεῖ μεταθῇ τὸ εὐλαβές, ὅπου προαίρεσις καὶ ἔργα προαιρέσεως, εὐθὺς ἅμα τῷ θέλειν εὐλαβεῖσθαι καὶ ἐπ᾽ αὐτῷ κειμένην ἕξει τὴν ἔκκλισιν: ἂν δ᾽ ὅπου τὰ μὴ ἐφ᾽ ἡμῖν ἐστι καὶ ἀπροαίρετα, πρὸς τὰ ἐπ᾽ ἄλλοις ὄντα τὴν ἔκκλισιν ἔχων ἀναγκαίως φοβήσεται, ἀκαταστατήσει, ταραχθήσεται. [13] οὐ γὰρ θάνατος ἢ πόνος φοβερόν, ἀλλὰ τὸ φοβεῖσθαι πόνον ἢ θάνατον. διὰ τοῦτο ἐπαινοῦμεν τὸν εἰπόντα ὅτι οὐ κατθανεῖν γὰρ δεινόν, ἀλλ᾽ αἰσχρῶς θανεῖν. [14]

  ἔδει οὖν πρὸς μὲν τὸν θάνατον τὸ θάρσος ἐστράφθαι, πρὸς δὲ τὸν φόβον τοῦ θανάτου τὴν εὐλάβειαν: νῦν δὲ τὸ ἐναντίον πρὸς μὲν τὸν θάνατον τὴν φυγήν, πρὸς δὲ τὸ περὶ αὐτοῦ δόγμα τὴν ἀνεπιστρεψίαν καὶ τὸ † [15] ἀφειδὲς καὶ τὸ ἀδιαφορητικόν. ταῦτα δ᾽ ὁ Σωκράτης καλῶς ποιῶν μορμολύκεια ἐκάλει. ὡς γὰρ τοῖς παιδίοις τὰ προσωπεῖα φαίνεται δεινὰ καὶ φοβερὰ δι᾽ ἀπειρίαν, τοιοῦτόν τι καὶ ἡμεῖς πάσχομεν πρὸς τὰ πράγματα δι᾽ οὐδὲν ἄλλο ἢ ὥσπερ καὶ τὰ παιδία πρὸς τὰς μορμολυκείας. [16] τί γάρ ἐστι παιδίον; ἄγνοια. τί ἐστι παιδίον; ἀμαθία. ἐπεὶ ὅπου οἶδεν, κἀκεῖνα οὐδὲν ἡμῶν ἔλαττον ἔχει. [17] θάνατος τί ἐστιν; μορμολύκειον. στρέψας αὐτὸ κατάμαθε: ἰδοῦ, πῶς οὐ δάκνει. τὸ σωμάτιον δεῖ χωρισθῆναι τοῦ πνευματίου, ὡς πρότερον ἐκεχώριστο, ἢ νῦν ἢ ὕστερον. τί οὖν ἀγανακτεῖς, εἰ νῦν; εἰ γὰρ μὴ νῦν, ὕστερον. [18] διὰ τί; ἵνα ἡ περίοδος ἀνύηται τοῦ κόσμου: χρείαν γὰρ ἔχει τῶν μὲν ἐνισταμένων, τῶν δὲ μελλόντων, τῶν δ᾽ ἠνυσμένων. [19] πόνος τί ἐστιν; μορμολύκειον. στρέψον αὐτὸ καὶ κατάμαθε. τραχέως κινεῖται τὸ σαρκίδιον, εἶτα πάλιν λείως. ἄν σοι μὴ λυσιτελῇ, ἡ θύρα ἤνοικται: ἂν λυσιτελῇ, φέρε. [20] πρὸς πάντα γὰρ ἠνοῖχθαι δεῖ τὴν θύραν: καὶ πρᾶγμα οὐκ ἔχομεν.

  [21] τίς οὖν τούτων τῶν δογμάτων καρπός; ὅνπερ δεῖ κάλλιστόν τ᾽ εἶναι καὶ πρεπωδέστατον τοῖς τῷ ὄντι παιδευομένοις, ἀταραξία ἀφοβία ἐλευθερία. [22] οὐ γὰρ τοῖς πολλοῖς περὶ τούτων πιστευτέον, οἳ λέγουσιν μόνοις ἐξεῖναι παιδεύεσθαι τοῖς ἐλευθέροις, ἀλλὰ τοῖς φιλοσόφοις μᾶλλον, οἳ λέγουσι μόνους τοὺς παιδευθέντας ἐλευθέρους εἶναι. [23] — πῶς τοῦτο; — οὕτως: νῦν ἄλλο τί ἐστιν ἐλευθερία ἢ τὸ ἐξεῖναι ὡς βουλόμεθα διεξάγειν; ‘οὐδέν.’ λέγετε δή μοι, ὦ ἄνθρωποι, βούλεσθε ζῆν ἁμαρτάνοντες; ‘οὐ βουλόμεθα.’ οὐδεὶς τοίνυν ἁμαρτάνων ἐλεύθερός ἐστιν. [24] βούλεσθε ζῆν φοβούμενοι, βούλεσθε λυπούμενοι, βούλεσθε ταρασσόμενοι; ‘οὐδαμῶς.’ οὐδεὶς ἄρα οὔτε φοβούμενος οὔτε λυπούμενος οὔτε ταρασσόμενος ἐλεύθερός ἐστιν, ὅστις δ᾽ ἀπήλλακται λυπῶν καὶ φόβων καὶ ταραχῶν, οὗτος τῇ αὐτῇ ὁδῷ καὶ τοῦ δουλεύειν ἀπήλλακται. [25] πῶς οὖν ἔτι ὑμῖν πιστεύσομεν, ὦ φίλτατοι νομοθέται; οὐκ ἐπιτρέπομεν παιδεύεσθαι, εἰ μὴ τοῖς ἐλευθέροις; οἱ φιλόσοφοι γὰρ λέγουσιν ὅτι οὐκ ἐπιτρέπομεν ἐλευθέροις εἶναι εἰ μὴ τοῖς πεπαιδευμένοις, τοῦτό ἐστιν ὁ θεὸς οὐκ ἐπιτρέπει. [26] — ὅταν οὖν στρέψῃ τις ἐπὶ στρατηγοῦ τὸν αὑτοῦ δοῦλον, οὐδὲν ἐποίησεν; — ἐποίησεν. — τί; — ἔστρεψεν τὸν αὑτοῦ δοῦλον ἐπὶ στρατηγοῦ. — ἄλλο οὐδέν; — ναί: καὶ εἰκοστὴν αὐτοῦ δοῦναι ὀφείλει. [27] — τί οὖν; ὁ ταῦτα παθὼν οὐ γέγονεν ἐλεύθερος; — οὐ μᾶλλον ἢ ἀτάραχος. [28] ἐπεὶ σὺ ὁ ἄλλους στρέφειν δυνάμενος οὐδένα ἔχεις κύριον; οὐκ ἀργύριον, οὐ κοράσιον, οὐ παιδάριον, οὐ τὸν τύραννον, οὐ φίλον τινὰ τοῦ τυράννου; τί οὖν τρέμεις ἐπί τινα τοιαύτην ἀπιὼν περίστασιν;

  διὰ τοῦτο λέγω πολλάκις [29] ‘ταῦτα μελετᾶτε καὶ ταῦτα πρόχειρα ἔχετε, πρὸς τίνα δεῖ τεθαρρηκέναι καὶ πρὸς τίνα εὐλαβῶς διακεῖσθαι, ὅτι πρὸς τὰ ἀπροαίρετα θαρρεῖν, εὐλαβεῖσθαι τὰ προαιρετικά.’ [30] — ἀλλ᾽ οὐκ ἀνέγνων σοι οὐδ᾽ ἔγνως τί ποιῶ. [31] — ἐν τίνι; ἐν λεξειδίοις. ἔχε σου τὰ λεξείδια: δεῖξον, πῶς ἔχεις πρὸς ὄρεξιν καὶ ἔκκλισιν, εἰ μὴ ἀποτυγχάνεις ὧν θέλεις, εἰ μὴ περιπίπτεις οἷς οὐ θέλεις. ἐκεῖνα δὲ τὰ περιόδια, ἂν νοῦν ἔχῃς, ἄρας πού ποτε ἀπαλείψεις. [32] — τί οὖν; Σωκράτης οὐκ ἔγραφεν; — καὶ τίς τοσαῦτα; ἀλλὰ πῶς; ἐπεὶ μὴ ἐδύνατο ἔχειν ἀεὶ τὸν ἐλέγχοντα αὐτοῦ τὰ δόγματα ἢ ἐλεγχθησόμενον ἐν τῷ μέρει, αὐτὸς ἑαυτὸν ἤλεγχεν καὶ ἐξήταζεν καὶ ἀεὶ μίαν γέ τινα πρόληψιν ἐγύμναζεν χρηστικῶς. [33] ταῦτα γράφει φιλόσοφος: λεξείδια δὲ καὶ † ἡ ὁδός, ἣν λέγω, ἄλλοις ἀφίησι, τοῖς ἀναισθήτοις ἢ τοῖς μακαρίοις, τοῖς σχολὴν ἄγουσιν ὑπὸ ἀταραξίας ἢ τοῖς μηδὲν τῶν ἑξῆς ὑπολογιζομένοις διὰ μωρίαν. [34]

  καὶ νῦν καιροῦ καλο�
�ντος ἐκεῖνα δείξεις ἀπελθὼν καὶ ἀναγνώσῃ καὶ ἐμπερπερεύσῃ; ‘ἰδοῦ, πῶς διαλόγους συντίθημι.’ [35] μή, ἄνθρωπε, ἀλλ᾽ ἐκεῖνα μᾶλλον ‘ἰδοῦ, πῶς ὀρεγόμενος οὐκ ἀποτυγχάνω. ἰδοῦ, πῶς ἐκκλίνων οὐ περιπίπτω. φέρε θάνατον καὶ γνώσῃ: φέρε πόνους, φέρε δεσμωτήριον, φέρε ἀδοξίαν, φέρε καταδίκην.’ [36] αὕτη ἐπίδειξις νέου ἐκ σχολῆς ἐληλυθότος. τἆλλα δ᾽ ἄλλοις ἄφες, μηδὲ φωνήν τις ἀκούσῃ σου περὶ αὐτῶν ποτε μηδ᾽, ἂν ἐπαινέσῃ τις ἐπ᾽ αὐτοῖς, ἀνέχου, δόξον δὲ μηδεὶς εἶναι καὶ εἰδέναι μηδέν. [37] μόνον τοῦτο εἰδὼς φαίνου, πῶς μήτ᾽ ἀποτύχῃς ποτὲ μήτε περιπέσῃς. [38] ἄλλοι μελετάτωσαν δίκας, ἄλλοι προβλήματα, ἄλλοι συλλογισμούς: σὺ ἀποθνῄσκειν, σὺ δεδέσθαι, σὺ στρεβλοῦσθαι, σὺ ἐξορίζεσθαι. [39] πάντα ταῦτα θαρρούντως, πεποιθότως τῷ κεκληκότι σε ἐπ᾽ αὐτά, τῷ ἄξιον τῆς χώρας ταύτης κεκρικότι, ἐν ᾗ καταταχθεὶς ἐπιδείξεις, τίνα δύναται λογικὸν ἡγεμονικὸν πρὸς τὰς ἀπροαιρέτους δυνάμεις ἀντιταξάμενον. [40] καὶ οὕτως τὸ παράδοξον ἐκεῖνο οὐκέτι οὔτ᾽ ἀδύνατον φανεῖται οὔτε παράδοξον, ὅτι ἅμα μὲν εὐλαβεῖσθαι δεῖ ἅμα δὲ θαρρεῖν, πρὸς μὲν τὰ ἀπροαίρετα θαρρεῖν, ἐν δὲ τοῖς προαιρετικοῖς εὐλαβεῖσθαι.

 

‹ Prev