Delphi Complete Works of Quintus Smyrnaeus

Home > Other > Delphi Complete Works of Quintus Smyrnaeus > Page 36
Delphi Complete Works of Quintus Smyrnaeus Page 36

by Quintus Smyrnaeus


  ἐξεχύθνσαν ὀδόντες ἐπὶ χθόνα, κάππεσε δ᾽ αὐτὸς

  745 πρηνής: ἐκ δέ οἱ αἷμα διὰ στόματος πεφόρητο

  ἀθρόον: αἶψα δ᾽ ἄναλκις ἀπὸ μελέων φύγε θυμὸς

  ἀνέρος οὐτιδανοῖο: χάρη δ᾽ ἄρα λαὸς Ἀχαιῶν:

  τοὺς γὰρ νείκεε πάμπαν ἐπεσβολίῃσι κακῇσιν

  αὐτὸς ἐὼν λωβητός: ὁ γὰρ Δαναῶν πέλεν αἰδώς.

  750 καί ῥά τις ὧδ᾽ εἴπεσκεν ἀρηϊθόων Ἀργείων:

  ‘οὐκ ἀγαθὸν βασιλῆας ὑβριζέμεν ἀνδρὶ χέρηι

  ἀμφαδὸν οὔτε κρυφηδόν, ἐπεὶ χόλος αἰνὸς ὀπηδεῖ:

  ἔστι Θέμις, καὶ γλῶσσαν ἀναιδέα τίνυται Ἄτη,

  ἥ τ᾽ αἰεὶ μερόπεσσιν ἐπ᾽ ἄλγεσιν ἄλγος ἀέξει.’

  755 ὣς ἄρ᾽ ἔφη Δαναῶν τις: ὁ δ᾽ ἀσχαλόων ἐνὶ θυμῷ

  Πηνείδης ἐρίθυμος ἔπος ποτὶ τοῖον ἔειπεν:

  ‘κεῖσό νυν ἐν κονίῃσι λελασμένος ἀφροσυνάων:

  οὐ γὰρ ἀμείνονι φωτὶ χρεών κακὸν ἀντί᾽ ἐρίζειν:

  ὣ καί που τὸ πάροιθεν Ὀδυσσῆος ταλαὸν κῆρ

  760 ἀργαλέως ὤρινας ἐλέγχεα μυρία βάζων:

  ἀλλ᾽ οὐ Πηλείδης τοι ὁμοίιος ἐξεφαάνθην,

  ὅς σευ θυμὸν ἔλυσα καὶ οὐκέτι χειρὶ βαρείῃ

  πληξάμενος: σὲ δὲ πότμος ἀμείλιχος ἀμφεκάλυψεν,

  σῇ δ᾽ ὀλιγοδρανίῃ θυμὸν λίπες: ἀλλ᾽ ἀπ᾽ Ἀχαιῶν

  765 ἔρρε καὶ ἐν φθιμένοισιν ἐπεσβολίας ἀγόρευε.’

  ὣς ἔφατ᾽ Αἰακίδαο θρασύφρονος ἄτρομος υἱός.

  Τυδείδης δ᾽ ἄρα μοῦνος ἐν Ἀργείοις Ἀχιλῆι

  χώετο Θερσίταο δεδουπότος, οὕνεκ᾽ ἄρ᾽ αὐτοῦ

  εὔχετ᾽ ἀφ᾽ αἵματος εἶναι, ἐπεὶ πέλεν ὃς μὲν ἀγαυοῦ

  770 Τυδέος ὄβριμος υἱός, ὁ δ᾽ Ἀγρίου ἰσοθέοιο,

  ἀγρίου, ὅς τ᾽ Οἰνῆος ἀδελφεὸς ἔπλετο δίου:

  Οἰνεὺς δ᾽ υἱέα γείνατ᾽ ἀρήιον ἐν Δαναοῖσι

  Τυδέα: τοῦ δ᾽ ἐτέτυκτο πάϊς σθεναρὸς Διομήδης.

  τοὔνεκα Θερσίταο περὶ κταμένοιο χαλέφθη.

  775 καί νύ κε Πηλείωνος ἐναντίου ἤρατο χεῖρας,

  εἰ μή μιν κατέρυξαν Ἀχαιῶν φέρτατοι υἷες,

  πολλὰ παρηγορέοντες ὁμιλαδόν: ὣς δὲ καὶ αὐτὸν

  Πηλείδην ἑτέρωθεν ἐρήτυον: ἦ γὰρ ἔμελλον

  ἤδη καὶ ξιφέεσσιν ἐριδμαίνειν οἱ ἄριστοι

  780 Ἀργείων: τοὺς γάρ ῥα κακὸς χόλος ὀτρύνεσκεν.

  ἀλλ᾽ οἱ μὲν πεπίθοντο παραιφασίῃσιν ἑταίρων.

  οἱ δὲ μέγ᾽ οἰκτείραντες ἀγαυὴν Πενθεσίλειαν

  Ἀτρεῖδαι βασιλῆες ἀγασσάμενοί ἑ καὶ αὐτοὶ

  Τρωσὶ δόσαν ποτὶ ἄστυ φέρειν ἐρικυδέος Ἴλου

  785 σὺν σφοῖσιν τεύχεσσιν, ἐπεὶ Πριάμοιο νόησαν

  ἀγγελίην προϊέντος: ὁ γὰρ φρεσὶν ᾗσι μενοίνα

  κούρην ὀβριμόθυμον ὁμῶς τεύχεσσι καὶ Ἵππῳ

  ἐς μέγα σῆμα βαλέσθαι ἀφνειοῦ Λαομέδοντος.

  καί οἱ πυρκαϊὴν νηήσατο πρόσθε πόληος

  790 ὑψηλήν, εὐρεῖαν: ὕπερθε δὲ θήκατο κούρην

  πολλοῖς σὺν κτεάτεσσιν, ὅσα κταμένῃ ἐπεῴκει

  ἐν πυρὶ συγκείασθαι ἐϋκτεάνῳ βασιλείῃ:

  καὶ τὴν μὲν κατέδαψε θοὸν μένος Ἡφαίστοιο,

  φλὸξ ὀλοή: λαοὶ δὲ περισταδὸν ἄλλοθεν ἄλλοι

  795 πυρκαϊὴν σβέσσαντο θοῶς εὐώδεϊ οἴνῳ.

  ὀστέα δ᾽ ἀλλέξαντες ἄδην ἐπέχευαν σἄλειφα

  ἡδὺ καὶ ἐς κοίλην χηλὸν θέσαν: ἀμφὶ δ᾽ ἄρ᾽ αὐτοῖς

  πίονα δημὸν ὕπερθε βάλον βοός, ἥ τ᾽ ἀγέλῃσιν

  Ἰδαίοις ἐν ὄρεσσι μετέπρεπε φερβομένῃσι.

  800 Τρῶες δ᾽ ὥστε θύγατρα φίλην περικωκύσαντες

  ἀχνύμενοι τάρχυσαν ἐΰδμητον περὶ τεῖχος

  πύργῳ ἔπι προὔχοντι παρ᾽ ὀστέα Λαομέδοντος

  ἦρα φέροντες Ἄρηι καὶ αὐτῇ Πενθεσιλείῃ.

  καί οἱ παρκατέθαψαν Ἀμαζόνας, ὅσσαι ἅμ᾽ αὐτῇ

  805 ἐσπόμεναι ποτὶ δῆριν ὑπ᾽ Ἀργείοισι δάμησαν:

  οὐ γάρ σφιν τύμβοιο πολυκλαύτοιο μέγηραν

  Ἀτρεῖδαι, Τρώεσσι δ᾽ ἐϋπτολέμοισιν ὄπασσαν

  ἐκ βελέων ἐρύσασθαι ὁμῶς κταμένοισι καὶ ἄλλοις:

  οὐ γὰρ ἐπὶ φθιμένοισι πέλει κότος, ἀλλ᾽ ἐλεεινοὶ

  810 δήιοι οὐκέτ᾽ ἐόντες, ἐπὴν ἀπὸ θυμὸς ὄληται.

  Ἀργεῖοι δ᾽ ἀπάνευθε δόσαν πυρὶ πολλὰ κάρηνα

  ἡρώων, οἳ δή δή ὁμοῦ κτάθεν ἠδ᾽ ἐδάμησαν

  Τρώων ἐν παλάμῃσιν ἀνὰ στόμα δηιοτῆτος,

  πολλὰ μάλ᾽ ἀχνύμενοι κταμένων ὕπερ. ἔξοχα δ᾽ ἄλλων

  815 ἀμφ᾽ ἀγαθοῦ μύροντο Ποδάρκεος: οὐ γάρ ἐπ᾽ ἐσθλοῦ

  δεύετ᾽ ἀδελφειοῖο μάχῃ ἔνι Πρωτεσιλάου:

  ἀλλ᾽ ὁ μὲν ἤδη πρόσθεν ὑφ᾽ Ἕκτορι κεῖτο δαϊχθεὶς

  ἠΰς Πρωτεσίλαος: ὀ δ᾽ ἔγχεϊ Πενθεσιλείης

  βλήμενος Ἀργείοισι λυγρὸν περικάββαλε πένθος:

  820 τοὔνεκά οἱ πληθὺν μὲν ἀπόπροθι ταρχύσαντο

  τεθναότων: κείνῳ δέ πέριξ ἐβάλοντο καμόντες

  οἴῳ σῆμ᾽ ἀρίδηλον, ἐπεὶ θρασὺς ἔπλετο θυμῷ.

  νόσφι δὲ Θερσίταο λυγρὸν δέμας οὐτιδανοῖο

  θάψαντες ποτὶ νῆας ἐϋπρώρους ἀφίκοντο

  825 Αἰακίδην Ἀχιλῆα μέγα φρεσὶ κυδαίνοντες.

  ἦμος δ᾽ αἰγλήεσσα κατ᾽ ὠκεανοῖο βεβήκει

  ἠώς, ἀμφὶ δὲ γαῖαν ἐκίδνατο θεσπεσίη νύξ,

  δὴ τότ᾽ ἄρ᾽ ἐν κλισίῃς Ἀγαμέμνονος ἀφνειοῖο

  δαίνυτο Πηλ
είδαο βίη: σὺν δ᾽ ἄλλοι ἄριστοι

  830 τέρποντ᾽ ἐν θαλίῃς μέχρις ἠὼ δῖαν ἱκέσθαι.

  BOOK II.

  αὐτὰρ ἐπεὶ κορυφὰς ὀρέων ὑπέρ ἠχηέντων

  λαμπρὸν ὑπὲρ φάος ἦλθεν ἀτειρέος ἠελίοιο,

  οἱ μὲν ἄρ᾽ ἐν κλισίῃσιν Ἀχαιῶν ἄβριμοι υἷες

  γήθεον ἀκαμάτῳ μέγ᾽ ἐπευχόμενοι Ἀχιλῆι.

  5 Τρῶες δ᾽ αὖ μύροντο κατὰ πτόλιν: ἀμφὶ δὲ πύργους

  ἐζόμενοι σκοπίαζον, ἐπεὶ φόβος ἔλλαβε πάντας,

  μὴ δή που μέγα τεῖχος ὑπερθόρῃ ὄβριμος ἀνήρ

  αὐτούς τε κτείνῃ κατά τε πρήσῃ πυρὶ πάντα.

  τοῖσι δ᾽ ἄρ᾽ ἀχνυμένοισι γέρων μετέειπε Θυμοίτης:

  10 ‘ὦ φίλοι, οὐκέτ᾽ ἔγωγε περὶ φρεσὶν οἶδα νοῆσαι,

  ὅππως ἔσσεται ἄλκαρ ἀνιηροῦ πολέμοιο

  Ἕκτορος ἀγχεμάχοιο δεδουπότος, ὃς μέγα Τρώων

  κάρτος ἔην τὸ πάροιθε: καὶ οὐδ᾽ ὅ γε Κῆρας ἄλυξεν,

  ἀλλ᾽ ἐδάμη παλάμῃσιν Ἀχιλλέος, ᾧ περ ὀΐω

  15 καὶ θεὸν ἀντιάσαντα μάχῃ ἔνι δῃωθῆναι:

  οἵην τήνδ᾽ ἐδάμασσεν ἀνὰ κλόνον, ἥνπερ οἱ ἄλλοι

  Ἀργεῖοι φοβέοντο, δαΐφρονα Πενθεσίλειαν:

  καὶ γὰρ ἔην ἔκπαγλος: ἔγωγέ μιν ὡς ἐνόησα,

  ὠισάμην μακάρων τίν᾽ ἀπ᾽ οὐρανοῦ ἐνθάδ᾽ ἱκέσθαι

  20 ἡμῖν χάρμα φέρουσαν: ὃ δ᾽ οὐκ ἄρ᾽ ἐτήτυμον ἦεν.

  ἀλλ᾽ ἄγε φραζώμεσθα, τί λώιον ἄμμι γένηται,

  ἢ ἔτι που στυγεροῖσι μαχώμεθα δυσμενέεσσιν,

  ἢ ἤδη φεύγωμεν ἀπ᾽ ἄστεος ὀλλυμένοιο:

  οὐ γὰρ ἔτ᾽ Ἀργείοισι δυνησόμεθ᾽ ἀντιφερίζειν

  25 μαρναμένου κατὰ δῆρ ιν ἀμειλίκτου Ἀχιλῆος.’

  ὣς ἄρ᾽ ἔφη: τὸν δ᾽ υἱὸς ἀμείβετο Λαομέδοντος:

  ‘ὦ φίλος ἠδ᾽ ἄλλοι Τρῶες σθεναροί τ᾽ ἐπίκουροι,

  μή νύ τι δειμαίνοντες ἑῆς χαζώμεθα πάτρης,

  μηδ᾽ ἔτι δυσμενέεσσι μαχώμεθα τῆλε πόληος,

  30 ἀλλά που ἐκ πύργων καὶ τείχεος, εἰσόκεν ἔλθῃ

  Μέμνων ὀβριμόθυμος ἄγων ἀπερείσια φῦλα

  λαῶν, οἳ ναίουσι μελάμβροτον Αἰθιόπειαν.

  ἤδη γάρ ῥα καὶ αὐτὸν ὀΐομαι ἀγχόθι γαίης

  ἔμμεναι ἡμετέρης: ἐπεὶ ἦ νύ οἱ οὔτι νέον γε

  35 ἀγγελίην προέηκα μέγ᾽ ἀχνύμενος περί θυμῷ:

  αὐτὰρ ὅ γ᾽ ἀσπασίως μοι ὑπέσχετο πάντα τελέσσαι

  ἐλθὼν ἐς Τροίην: καί μιν σχεδὸν ἔλπομαι εἶναι.

  ἀλλ᾽ ἄγε τλῆτ᾽ ἔτι βαιόν, ἐπεὶ πολὺ λώιόν ἐστι

  θαρσαλέως ἀπολέσθαι ἀνὰ κλόνον, ἠὲ φυγόντας

  40 ζώειν ἀλλοδαποῖσι παρ᾽ ἀνδράσιν αἴσχἐ ἔχοντας.’

  ἦ ῥ᾽ ὁ γέρων: ἀλλ᾽ οὔτι σαόφρονι Πουλυδάμαντι

  ἥνδανεν εἰσέτι δῆρις, ἐΰφρονα δ᾽ ἔκφατο μῦθον:

  ‘ εἰ μὲν δὴ Μέμνων τοι ἀριφραδέως κατένευσεν

  ἡμέων αἰνὸν ὄλεθρον ἀπωσέμεν, οὔτι μεγαίρω

  45 μίμνειν ἀνέρα δῖον ἀνὰ πτόλιν: ἀλλ᾽ ἄρα θυμῷ

  δείδω, μὴ σὺν ἑοῖσι κιὼν ἑτάροισι δαμείη

  κεῖνος ἀνήρ, πολλοῖς δὲ καὶ ἄλλοις πῆμα γένηται

  ἡμετέροις: δεινὸν γὰρ ἐπὶ σθένος ὄρνυτ᾽ Ἀχαιῶν.

  ἀλλ᾽ ἄγε, μηδὲ πόληος ἑῆς ἀπὸ τῆλε φυγόντες

  50 αἴσχεα πολλὰ φέρωμεν ἀναλκείῃ ὑπὸ λυγρῇ

  ἀλλοδαπὴν περόωντες ἐπὶ χθόνα, μηδ᾽ ἔτι πάτρῃ

  μίμνοντες κτεινώμεθ᾽ ὑπ᾽ Ἀργείων ὀρυμαγδοῦ,

  ἀλλ᾽ ἤδη Δαναοῖσι, καὶ εἰ βραδύ, λώιον εἴη

  εἰσέτι κυδαλίμην Ἑλένην καὶ κτήματ᾽ ἐκείνης,

  55 ἠμὲν ὅσα Σπάρτηθεν ἀνήγαγεν ἠδὲ καὶ ἄλλα,

  διττάκι τόσσα φέροντας ὑπὲρ πόλιός τε καὶ αὐτῶν

  ἐκδόμεν, ἕως οὐ κτῆσιν ἀνάρσια φῦλα δέδασται

  ἡμετέρην, οὐδ᾽ ἄστυ κατήνυκε πῦρ ἀΐδηλον.

  νῦν δ᾽ ἄγ᾽ ἐμοὶ πείθεσθε περὶ φρεσίν: οὐ γὰρ ὁΐω

  60 ἄλλον ἀμείνονα μῆτιν ἐνὶ Τρώεσσι φράσασθαι:

  εἴθ᾽ ὄφελον καὶ πρόσθεν ἐμῆς ἐπάκουσεν ἐφετμῆς

  Ἕκτωρ, ὁππότε μιν κατερήτυον ἔνδοθι πάτρης.’

  ὣς φάτο Πουλυδάμαντος ἐῢ σθένος: ἀμφὶ δὲ Τρῶες

  ᾔνεον εἰσαΐοντες ἐνὶ φρεσίν, οὐδ᾽ ἀναφανδὸν

  65 μῦθον ἔφαν: πάντες γὰρ ἑὸν τρομέοντες ἄνακτα

  ἅζοντ᾽ ἠδ᾽ Ἑλένην, κείνης ἕνεκ᾽ ὀλλύμενοί περ.

  τὸν δὲ καὶ ἐσθλὸν ἐόντα Πάρις μέγα νείκεσεν ἄντην:

  ‘ Πουλυδάμα, σὺ μὲν ἐσσὶ φυγοπτόλεμος καὶ ἄναλκις,

  οὐδὲ σοὶ ἐν στέρνοισι πέλει μενεδήιον ἦτορ,

  70 ἀλλὰ δέος καὶ φύζα: σὺ δ᾽ εὔχεαι εἶναι ἄριστος

  ἐν βουλῇ: πάντων δὲ χερείονα μήδεα οἶδας.

  ἀλλ᾽ ἄγε δὴ σὺ μὲν αὐτὸς ἀπόσχεο δηιοτῆτος,

  μίμνε δ᾽ ἐνὶ μεγάροισι καθήμενος: αὐτὰρ οἱ ἄλλοι

  ἀμφ᾽ ἐμὲ θωρήξονται ἀνὰ πτόλιν, εἴσοκε μῆχος

  75 εὕρωμεν θυμῆρες ἀνηλεγέος πολέμοιο:

  οὐ γὰρ νόσφι πόνοιο καὶ ἀργαλέου πολέμοιο

  ἀνθρώποις μέγα κῦδος ἀέξεται ἠδὲ καὶ ἔργον:

  φύζα δὲ νηπιάχοισι μάλ᾽ εὔαδεν ἠδὲ γυναιξί:

  κείνῃς θυμὸν ἔοικας: ἐγὼ δέ τοι οὔτι πέποιθα

  80 μαρναμένῳ: πάντων γὰρ ἀμαλδύνεις θρασὺ κάρτος.’

  ἦ μέγα νεικείων: ὁ δὲ χωόμενος φάτο μῦθον

  Πουλυδάμας: οὐ γάρ οἱ ἐναντίον ἅζετ᾽ ἀ̣̣̔̓σαι

  κεῖνο
ς, ἐπεὶ στυγερὸς καὶ ἀτάσθαλος ἠδ᾽ ἀεσίφρων,

  ὃς φίλα μὲν σαίνῃσιν ἐνωπαδόν, ἄλλα δὲ θυμῷ

  85 πορφύρει καὶ κρύβδα τὸν οὐ παρεόντα χαλέπτῃ:

  τῷ ῥα καὶ ἀμφαδίῃ μέγα νείκεσε δῖον ἄνακτα:

  ‘ὦ μοι ἐπιχθονίων πάντων ὀλοώτατε φωτῶν,

  σὸν θράσος ἤγαγε νῶιν ὀϊζύα, σὸς νόος ἔτλη

  δῆριν ἀπειρεσίην καὶ τλήσεται, εἰσόκε πάτρην

  90 σὺν λαοῖς σφετέροισι δαϊζομένην ἐσίδηαι:

  ἀλλ᾽ ἐμὲ μὴ τοιόνδε λάβοι θράσος, ἀμφὶ δὲ τάρβος

  ἀσφαλὲς αἰὲν ἔχοιμι, σόον δέ μοι οἶκον ὀφέλλοι.’

  ὣς ἄρ᾽ ἔφη. ὁ δ᾽ ἄρ᾽ οὔτι προσέννεπε Πουλυδάμαντα:

  μνήσατο γάρ, Τρώεσσιν ὅσας ἐφέηκεν ἀνίας

  95 ἠδ᾽ ὁπόσας ἔτ᾽ ἔμελλεν, ἐπεί ῥά οἱ αἰθόμενον κῆρ

  μᾶλλον ἐφώρμαινεν θανέειν ἢ νόσφι γενέσθαι

  ἀντιθέης Ἑλένης, ἧς εἵνεκα Τρώιοι υἷες

  ὑψόθεν ἐσκοπίαζον ἀπ᾽ ἄστεος αἰπεινοῖο

  δέγμενοι Ἀργείους ἠδ᾽ Αἰακίδην Ἀχιλῆα.

  100 τοῖσι δ᾽ ἄρ᾽ οὐ μετὰ δηρὸν ἀρήιος ἤλυθε Μέμνων,

  Μέμνων κυανέοισι μετ᾽ Αἰθιόπεσσιν ἀνάσσων,

  ὃς κίε λαὸν ἄγων ἀπερείσιον: ἀμφὶ δὲ Τρῶες

  γηθόσυνοί μιν ἴδοντο κατὰ πτόλιν, ἠΰτε ναῦται

  χείματος ἐξ ὀλοοῖο δι᾽ αἰθέρος ἀθρήσωσιν

  105 ἤδη τειρόμενοι Ἑλίκης περιηγέος αἴγλην:

  ὣς λαοὶ κεχάροντο περισταδόν, ἔξοχα δ᾽ ἄλλων

 

‹ Prev