Delphi Complete Works of Quintus Smyrnaeus
Page 39
δὴ τότε τούς γ᾽ ἀπάνευθεν Ὀλύμπιοι εἰσορόωντες,
οἱ μὲν θυμὸν ἔτερπον ἀτειρέϊ Πηλείωνι,
οἱ δ᾽ ἄπα Τιθωνοῖο καὶ Ἠοῦς υἱέϊ δίῳ.
495 ὑψόθι δ᾽ οὐρανὸς εὐρὺς ἐπέβραχεν: ἀμφὶ δὲ πόντος
ἴαχε: κυανέη δὲ πέπιξ ἐλελίζετο γαῖα
ἀμφοτέρων ὑπὸ ποσσί: περιτρομέοντο δὲ πᾶσαι
ἀμφὶ Θέτιν Νηρῆος ὑπερθύμοιο θύγατρες
ὀβρίμου ἀμφ᾽ Ἀχιλῆος ἰδ᾽ ἄσπετα δειμαίνοντο:
500 δείδιε δ᾽ Ἠριγένεια φίλῳ περὶ παιδὶ καὶ αὐτὴ
ἵπποις ἐμβεβαυῖα δι᾽ αἰθέρος: αἱ δέ οἱ ἄγχι
Ἠελίοιο θύγατρες ἐθάμβεον ἑστηυῖαι
θεσπεσιον περὶ κύκλον, ὃν ἠελίῳ ἀκάμαντι
Ζεὺς πόρεν εἰς ἐνιαυτὸν ἐῢν δρόμον, ᾦ περὶ πάντα
505 ζώει τε φθινύθει τε περιπλομένοιο κατ᾽ ἦμαρ
νωλεμέως αἰῶνος ἑλισσομένων ἐνιαυτῶν.
καί νύ κε δὴ μακάρεσσιν ἀμείλιχος ἔμπεσε δῆρις,
εἰ μὴ ὑπ᾽ ἐννεσίῃσι Διὸς μεγαλοβρεμέταο
δοιαὶ ἄρ᾽ ἀμφοτέροισι θοῶς ἑκάτερθε παρέσταν
510 κῆρες, ἐρεμναίη μὲν ἔβη ποτὶ Μέμνονος ἦτορ,
φαιδρὴ δ᾽ ἀμφ᾽ Ἀχιλῆα δαΐφρονα: τοὶ δ᾽ ἐσιδόντες
ἀθάνατοι μέγ᾽ ἄϋσαν, ἄφαρ δ᾽ ἕλε τοὺς μὲν ἀνίη
λευγαλέη, τοὺς δ᾽ ἠῢ καὶ ἀγλαὸν ἔλλαβε χάρμα.
ἥρωες δ᾽ ἐμάχοντο καθ᾽ αἱματόεντα κυδοιμὸν
515 ἔμπεδον, οὐδέ τι Κῆρας ἐποιχομένας ἐνόησαν
θυμὸν καὶ μέγα κάρτος ἐπ᾽ ἀλλήλοισι φέροντες:
θαίης κε στονόεντα κατὰ μόθον ἤματι κείνῳ
μάρνασθ᾽ ἠὲ Γίγαντας ἀτειρέας ἠὲ κραταιοὺς
Τιτῆνας: σθεναρὴ γὰρ ἐπί σφισι δῆρις ὀρώρει,
520 ἠμὲν ὅτε ξιφέεσσι συνέδραμον, ἠδ᾽ ὅτε λᾶας
βάλλον ἐπεσσύμενοι περιμήκεας: οὐδέ τις αὐτῶν
χάζετο βαλλομένων, οὐδ᾽ ἔτρεσαν, ἀλλ᾽ ἅτε πρῶνες
ἕστασαν ἀδμῆτες καταείμενοι ἄσπετον ἀλκήν:
ἄμφω γὰρ μεγάλοιο Διὸς γένος εὐχετόωντο:
525 τοὔνεκ᾽ ἄρα σφίσι δῆριν ἴσην ἐτάνυσσεν Ἐνυὼ
πολλὸν έπειδομένοισιν ἐπὶ χρόνον ἐν δαῒ κείνῃ,
αὐτοῖς ἠδ᾽ ἑτάροισιν ἀταρβέσιν, οἳ μετ᾽ ἀνάκτων
νωλεμέως πονέοντο μεμαότες, ἄχρι καμόντων
αἰχμαὶ ἀνεγνάμφθησαν ἐν ἀσπίσιν: οὐδέ τις ἦεν
530 θεινομένων ἑκάτερθεν ἀνούτατος, ἀλλ᾽ ἄρα πάντων
ἐκ μελέων εἰς οὖδας ἀπέρρεεν αἶμα καὶ ἱδρὼς
αἰὲν ἐρειδομένων, κεκάλυπτο δὲ γαῖα νέκυσσιν
οὐρανὸνς ὡς νεξέεσσιν ἐς αἰγοκερῆα κιόντος
ἠελίου, ὅτε πόντον ὑποτρομέει μέγα ναύτης.
535 τοὺς δ᾽ ἵπποι χρεμέθοντες ἐπεσσυμένοις ἅμα λαοῖς
τεθνεότας στείβεσκον, ἅτ᾽ ἄσπετα φύλλα κατ᾽ ἄλσος
χείματος ἀρχομένου μετὰ τηλεθόωσαν ὀπώρην.
οἱ δέ που ἐν νεκύεσσι καὶ αἵματι δηριόωντο
υἱῆες μακάρων ἐρικυδέες, οὐδ᾽ ἀπέληγον
540 ἀλλήλοις κοτέοντες: ἔρις δ᾽ ἴθυνε τάλαντα
ὑσμίνης ἀλεγεινά, τὰ δ᾽ οὐκ ἔτι ἶσα πέλοντο:
ἀλλ᾽ ἄρα Μέμνονα δῖον ὑπὸ στέρνοιο θέμεθλα
Πηλείδης οὔτησε: τὸ δ᾽ ἀντικρὺ μέλαν ἆορ
ἐξέθορεν: τοῦ δ᾽ αἶψα λύθη πολύηρατος αἰών:
545 κάππεσε δ᾽ ἐς μέλαν αἷμα, βράχεν δέ οἱ ἄσπετα τεύχη:
γαῖα δ᾽ ὑπες μαράγησε, καὶ ἀμφεφόβηθεν ἑταῖροι:
τὸν δ᾽ ἄρα Μυρμιδόνες μὲν ἐσύλεον: ἀμφὶ δὲ Τρῶες
φεῦγον: ὁ δ᾽ αἶψα δίωκε μένος μέγα λαίλαπι ἶσος.
Ἠὼς δ᾽ ἐστονάχησε καλυψα μένη νεφέεσσιν:
550 ἠχλύνθη δ᾽ ἄρα γαῖα. θοοὶ δ᾽ ἅμα πάντες ἀῆται
μητρὸς ἐφημοσύνῃσι νίῃ φορέοντο κελεύθῳ
ἐς πεδίον Πριάμοιο καὶ ἀμφεχέοντο θανόντι,
ἦκα δ᾽ ἀνηρείψαντο θοῶς Ἠώιον υἷα,
καί ἑ φέρον πολιοῖο δι᾽ ἠέρος: ἄχνυτο δέ σφι
555 θυμὸς ἀδελφειοῖο δεδουπότος: ἀμφὶ δ᾽ ἄρ᾽ αἰθὴρ
ἔστενε. τοῦ δ᾽ ἐπὶ γαῖαν ὅσαι πέσον αἱματόεσσαι
ἐκ μελέων ῥαθάμιγγες, ἐν ἀνθρώποισι τέτυκται
σῆμα καὶ ἐσσομένοις: τὰς γὰρ θεοὶ ἄλλοθεν ἄλλην
εἰς ἓν ἀγειράμενοι ποταμὸν θέσαν ἠχήεντα,
560 τόν ῥά τε Παφλαγόνειον ἐπιχθόνιοι καλέουσι
πάντες, ὅσοι ναίουσι μακρῆς ὑπὸ δειράσιν Ἴδης:
ὅς τε καὶ αἱματόεις τραφερὴν ἐπινίσσεται αἶαν,
ὁππότε Μέμνονος ἦμαρ ἔῃ λυγρόν, ᾧ ἔνι κεῖος
κάτθανε: λευγαλέη δὲ καὶ ἄσχετος ἔσσυται ὀδμὴ
565 ἐξ ὕδατος: φαίης κεν ἔθ᾽ ἕλκεος οὐλομένοιο
πυθομένους ἰχῶρας ἀποπνείειν ἀλεγεινόν.
ἀλλὰ τὸ μὲν βουλῇσι θεῶν γένεθ᾽. οἱ δ᾽ ἐπέτοντο
Ἠοῦς ὄβριμον υἷα θοοὶ φορέοντες ἀῆται
τυτθὸν ὑπέρ γαίης δνοφερῇ κεκαλυμμένον ὄρφνῃ:
570 οὐδὲ μὲν Αἰθιοπῆες ἀποκταμένοιο ἄνακτος
νόσφιν ἀπεπλάγχθησαν, ἐπεὶ θεὸς αἶψα καὶ αὐτοὺς
ἦγε λιλαιομένοισι βαλὼν τάχος, οἶον ἔμελλον
οὐ μετὰ δηρὸν ἔχοντες ἐπηέριοι φορέεσθαι:
τοὔνεχ᾽ ἕποντ᾽ ἀνέμοισιν ὀδυρόμενοι βασιλῆα.
575 ὡς δ᾽ ὅταν ἀγρευτῆρος ἐνὶ ξυλόχοισι δαμέντος
ἢ συὸς ἠὲ λέοντος �
�πὸ βλοσυρῇσι γένυσσι
σῶμ᾽ ἀναειρόμενοι μογεροὶ φορέουσιν ἑταῖροι
ἀχνύμενοι, μετὰ δέ σφι κύνες ποθέοντες ἄνακτα
κνυζηθμῷ ἐφέπονται ἀνιηρῆς ἕνεκ᾽ ἄγρης:
580 ὣς οἵ γε προλιπόντες ἀνηλέα δηιοτῆτα
λαιψηροῖς ἐφέποντο μέγα στενάχοντες ἀήταις
ἀχλύϊ θεσπεσίῃ κεκαλυμμένοι, ἀμφὶ δὲ Τρῶες
καὶ Δαναοὶ θάμβησαν ἅμα σφετέρῳ βασιλῆι
πάντας ἀϊστωθέντας, ἀπειρεσίῃ δ᾽ ἀνὰ θυμὸν
585 ἀμφασίῃ βεβόληντο. νέκυν δ᾽ ἀκάμαντες ἀῆται
Μέμνονος ἀγχεμάχοιο θέσαν βαρέα στενάχουτες
πὰρ ποταμοῖο ῥέεθρα βαθυρρόου Αἰσήποιο,
ᾗχί τε Νυμσάων καλλιπλοκάμων πέλει ἄλσος
καλόν, ὃ δὴ μετόπισθε μακρὸν περὶ σῆμα βάλοντο
590 Αἰσηποῖο θύγατρες ἄδην πεπυκασμένον ὕλῃ
παντοίῃ: καὶ πολλὰ θεαὶ περικωκύσαντο,
υἱέα κυδαίνουσαι ἐϋθρόνου Ἠριγενείης.
δύσετο δ᾽ ἠελίοιο φάος: κατὰ δ᾽ ἤλυθεν Ἠὼς
οὐρανόθεν κλαίουσα φίλον τέκος, ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῇ
595 κοῦραι ἐϋπλόκαμοι δυοκαίδεκα, τῇσι μέμηλεν
αἰὲν ἑλισσομένου Ὑπερίονος αἰπά κέλευθα
νύξ τε καὶ ἠριγένεια καὶ ἐκ Διὸς ὁππόσα βουλῆς
γίνεται, οὗ περὶ δῶμα καὶ ἀρρήκτους πυλεῶνας
στρωφῶντ᾽ ἔνθα καὶ ἔνθα πέριξ λυκάβαντα φέρουσαι
600 καρποῖσι βρίθοντα κυλινδομένου περὶ κύκλου
χειμῶνος κρυεροῖο καὶ εἴαρος ἀνθεμόεντος
ἠδὲ θέρευς ἐρατοῖο πολυσταφύλοιό τ᾽ ὀπώρης.
αἱ τότε δὴ κατέβησαν ἀπ᾽ αἰθέρος ἠλιβάτοιο
ἄσπετ᾽ ὀδυρόμεναι περὶ Μέμνονα σὺν δ᾽ ἄρα τῇσι
605 Πληιάδες μύροντο: περίαχε δ᾽ οὔρεα μακρὰ
καὶ ῥόος Αἰσήποιο: γόος δ᾽ ἄλλητος ὀρώρει.
ἡ δ᾽ ἄρ᾽ ἐνὶ μέσσῃσιν ἐῷ περὶ παιδὶ χυθεῖσα
μακρὸν ἀνεστονάχνησε πολύστονος Ἠριγένεια:
‘ὤλεό μοι, φίλε τέκνον, ἐῇ δ᾽ ἄρα μητέρι πένθος
610 ἀργαλέον περίθηκας: ἐγὼ δ᾽ οὐ σεῖο δαμέντος
τλήσομαι ἀθανάτοισιν ἐπουρανίοισι φαείνειν,
ἀλλὰ καταχθονίων ἐσλύσομαι αἰνὰ βέρεθρα,
ψυχὴ ὅπου σέο νόσφιν ἀποφθιμένοιο ποτᾶται,
γαῖαν ἀμαυρώσουσα καὶ οὐρανὸν ἠδὲ θάλασσαν
πάντ᾽ ἐπικιδναμένου χάεος καὶ ἀεικέος ὄρφνης,
615 ὄφρα τι καὶ Κρονίδαο πρεὶ φρένας ἄλγος ἵκηται:
οὐ γὰρ ἀτιμοτέρη Νηρηίδος ἐκ Διὸς αὐτοῦ
πάντ᾽ ἐπιδερκομένη, πάντ᾽ ἐς τέλος ἄχρις ἄγουσα:
μαψιδίως γὰρ ἐμὸν φάος οὐ νῦν ὠπίσατο Ζεύς.
τοὔνεχ᾽ ὑπὸ ζόφον εἶμι: Θέτιν δ᾽ ἐς Ὄλυμπον ἀγέσθω
620 ἐξ ἁλός, ὄφρα θεοῖσι καὶ ἀνθρώποισι φαείνῃ:
αὐτὰρ ἐμοὶ στονόεσσα μετ᾽ οὐρανὸν εὔαδεν ὄρφνη,
μὴ δὴ σεῖο φονῆι φάος περὶ σῶμα βάλοιμι.’
ὣς φαμένης ῥέε δάκρυ κατ᾽ ἀμβροσίοιο προσώπου
ἀενάῳ ποταμῷ ἐναλίγκιον: ἀμφὶ δὲ νεκρῷ
625 δεύετο γαῖα μέλαινα: συνάχνυτο δ᾽ ἀμβροσίη Νὺξ
παιδὶ φίλῃ, καὶ πάντα κατέκρυφεν οὐρανὸς ἄστρα
ἀχλύϊ καὶ νεφέεσσι φέρων χάριν Ἠριγενείῃ.
Τρῶες δ᾽ ἄστεος ἔνδον ἔσαν περὶ Μέμνονι θυμὸν
ἀχνύμενοι: πόθεον γὰρ ὁμῶς ἑτάροισιν ἄνακτα.
630 οὐδὲ μὲν Ἀργεῖοι μέγ᾽ ἐγήθεον, ἀλλὰ καὶ αὐτοὶ
ἐν πεδίῳ κταμένοισι παρ᾽ ἀνδράσιν αὖλιν ἔχοντες
ἄμφω ἐϋμμελίην μὲν Ἀχιλλέα κυδαίνεσκον,
Ἀντίλοχον δ᾽ ἄρα κλαῖον: ἔχον δ᾽ ἅμα χάρματι πένθος.
παννυχίη δ᾽ ἀλεγεινὸν ἀνεστονάχιζε γοῶσα
635 Ἠώς: ἀμφὶ δέ οἱ κέχυτο ζόφος: οὐδέ τι θυμῷ
ἀντολίης ἀλέγιζε, μέγαν δ᾽ ἤχθηρεν Ὄλυμπον.
ἄγχι δέ οἱ μάλα πολλὰ ποδώκεες ἔστενον ἵπποι
γαῖαν ἐπιστείβοντες ἀηθέα, καὶ βασίλειαν
ἀχνυμένην ὁρόωντες, ἐελδόμενοι μέγα νόστου.
640 Ζεὺς δ᾽ ἄμοτον βρόντησε χολούμενος, ἀμφὶ δὲ γαῖα
κινήθη περὶ πᾶσα: τρόμος δ᾽ ἕλεν ἄμβροτον Ἠῶ.
τὸν δ᾽ ἄρα καρπαλίμως μελανόχροες Αἰθιοπῆες
θάψαν ὀδυρόμενοι: τοὺς δ᾽ Ἠριγένεια βοῶπις
πόλλ᾽ ὀλοφυρομένους κρατεροῦ περὶ σήματι παιδὸς
645 οἰωνοὺς ποίησε καὶ ἠέρι δῶκε φέρεσθαι,
τοὺς καὶ νῦν καλέουσι βροτῶν ἀπερείσια φῦλα
Μέμνονας: οἵ ῥ᾽ ἐπὶ τύμβον ἔτι σφετέρου βασιλῆος
ἐσσύμενοι γοόωσι κόνιν καθύπερθε χέοντες
σήματος: ἀλλήλοις δὲ περικλονέουσι κυδοιμὸν
650 Μέμνονι ἦρα φέροντες: ὁ δ᾽ εἰν Ἀΐδαο δόμοισιν
ἠέ που ἐν μακάρεσσι κατ᾽ Ἠλύσιον πέδον αἴης
καγχαλάᾳ: καὶ θυμὸν ἰαίνεται ἄμβροτος Ἠὼς
δερκομένη: τοῖσιν δὲ πέλει πόνος ἄχρι καμόντες
εἷς ἕνα δῃώσωνται ἀνὰ κλόνον, ἠὲ καὶ ἄμφω
655 πότμον ἀναπλήσωσι πονεύμενοι ἀμφὶς ἄνακτα.
καὶ τὰ μὲν ἐννεσίῃσι φαεσφόρου Ἠριγενείης
οἰωνοὶ τελέουσι θοοί: τότε δ᾽ ἄμβροτος Ἠὼς
οὐρανὸν εἰσανόρουσεν ὁμῶς πολυαλδέσιν Ὥραις,
αἵ ῥά μιν οὐκ ἐθέλουσαν ἀνήγαγον ἐς Διὸς οὖδας
660 παρφάμεναι μύθοισιν, ὅ�
�οις βαρὺ πένθος ὑπείκει,
καίπερ ἔτ᾽ ἀχνυμένην. ἡ δ᾽ οὐ λάθεθ᾽ οἶο δρόμοιο:
δείδιε γὰρ δὴ Ζηνὸς ἄδην ἄλληκτον ἐνιπήν,
ἐξ οὗ πάντα πέλονται, ὅσ᾽ ὠκεανοῖο ῥέεθρα
ἐντὸς ἔχει καὶ γαῖα καὶ αἰθομένων ἕδος ἄστρων.
665 τῆς ἄρα Πληιάδες πρότεραι ἴσαν: ἡ δὲ καὶ αὐτὴ
αἰθερίας ὤιξε πύλας, ἐκέδασσε δ ἄρ᾽ αἴγλην.
BOOK III.
αὐτὰρ ἐπεὶ φάος ἦλθεν ἐϋθρόνου Ἠριγενείης,
δὴ τότ᾽ ἄρ᾽ Ἀντιλόχοιο νέκυν ποτὶ νῆας ἔνεικαν
αἰχμηταὶ Πύλιοι μεγάλα στενάχοντες ἄνακτα
καί μιν ταρχύσαντο παρ᾽ ᾐόσιν Ἑλλησπόντου
5 πολλὰ μάλ᾽ ἀχνύμενοι: περὶ δ᾽ ἔστενον ὄβριμοι υἷες
Ἀργείων: πάντας γὰρ ἀμείλιχον ἄμφεχε πένθος
Νέστορι ἦρα φέροντας: ὁ δ᾽ οὐ μέγα δάμνατο θυμῷ:
ἀνδρὸς γὰρ πινυτοῖο περὶ φρεσὶ τλήμεναι ἄλγος
θαρσαλέως καὶ μή τι κατηφιόωντ᾽ ἀκάχησθαι.
10 Πηλείδης δ᾽ ἑτάροιο χολούμενος Ἀντιλόχοιο
σμερδνὸν ἐπὶ Τρώεσσι κορύσσετο: τοὶ δέ καὶ αὐτοὶ
καίπερ ὑποτρομέοντες ἐϋμμελίην Ἀχιλῆα
τείχεος ἐξεχέοντο μεμαότες, οὕνεκ᾽ ἄρα σφι
κῆρες ἐνὶ στέρνοισι θράσος βάλον: ἦ γὰρ ἔμελλον
15 πολλοὶ ἀνοστήτοιο κατελθέμεν Ἀϊδονῆος
χερσὶν ὕπ᾽ Αἰακίδαο δαΐφρονος, ὅς ῥα καὶ αὐτὸς
φθεῖσθαι ὁμῶς ἤμελλε παρὰ Πριάμοιο πόληι.