Delphi Complete Works of Quintus Smyrnaeus
Page 60
μὴ δὴ πάντας ἐνιπρήσῃ μάλα περ μενεαίνων.
τοῦ νῦν μὲν τεράεσσι πιθώμεθα: τῷ γὰρ ἔοικε
πάντας ἀεὶ πεπιθέσθαι, ἐπεὶ μάλα φέρτατός ἐστιν
460 ἰφθίμων τε θεῶν ὀλιγοσθενέων τ᾽ ἀνθρώπων:
καὶ γὰρ Τιτήνεσσιν ὑπερφιάλοισι χολωθεὶς
οὐρανόθεν κατέχευε πυρὸς μένος: ἡ δ᾽ ὑπένερθε
καίετο πάντοθε γαῖα, καὶ ὠκεανοῦ πλατὺ χεῦμα
ἔζεεν ἐκ βυσσοῖο καὶ ἐς πέρατ᾽ ἄχρις ἱκέσθαι:
465 καὶ ποταμῶν τέρσοντο ῥοαὶ μάλα μακρὰ ῥεόντων:
δάμνατο δ᾽ ὁππόσα φῦλα φερέσβιος ἔτρεφε γαῖα
ἠδ᾽ ὅσα πόντος ἔφερβεν ἀπείριτος ἠδ᾽ ὁπόσ᾽ ὕδωρ
ἀενάων ποταμῶν: ἐπὶ δέ σφισιν ἄσπετος αἰθὴρ
τέφρῃ ὑπεκρύφθη καὶ λιγνύϊ: τείρετο δὲ χθών:
470 τοὔνεκ᾽ ἐγῶ δείδοικα Διὸς μένος ἤματι τῷδε.
ἀλλ᾽ ἴομεν ποτὶ νῆας, ἐπεὶ Τρώεσσιν ἀρήγει
σήμερον: αὐτὰρ ἔπειτα καὶ ἡμῖν κῦδος ὀρέξει:
ἄλλοτε γάρ τε φίλη πέλει ἠώς, ἄλλοτε δ᾽ ἐχθρή:
καὶ δ᾽ οὔπω δὴ μοῖρα διαπραθέειν κλυτὸν ἄστυ,
475 εἰ ἐτεὸν Κάλχαντος ἐτήτυμος ἔπλετο μῦθος
τόν ῥα πάρος κατέλεξεν ὁμηγερέεσσιν Ἀχαιοῖς
δῃῶσαι Πριάμοιο πόλιν δεκάτῳ ἐνιαυτῷ.’
ὣς φάτο: τοὶ δ᾽ ἀπάνευθε περικλυτὸν ἄστυ λιπόντες
χάσσαντ᾽ ἐκ πολέμοιο Διὸς τρομέοντες ὁμοκλήν:
480 ἀνέρι γὰρ πεπίθοντο παλαιῶν ἴστορι μύθων.
ἀλλ᾽ οὐδ᾽ ὣς ἀμέλησαν ἀποκταμένων ἐνὶ χάρμῃ:
ἀλλά σφεας τάρχυσαν ἀπὸ πτολέμου ἐρύσαντες:
οὐ γὰρ δὴ κείνους νέφος ἄμφεχεν, ἀλλὰ πόληα
ὑψηλὴν καὶ τεῖχος ἀνέμβατον, ᾧ πέρι πολλοὶ
485 Τρώων υἷες Ἄρηι καὶ Ἀργείων ἐδάμησαν.
ἐλθόντες δ᾽ ἐπὶ νῆας ἀρήια τεύχεα θέντο,
καί ῥα κόνιν καὶ ἱδρῶτα λύθρον τ᾽ ἀποφαιδρύναντο
κύμασιν ἐμβεβαῶτες ἐϋρρόου Ἑλλησπόντου.
Ἡέλιος δ᾽ ἀκάμαντας ὑπὸ ζόφον ἤλασεν ἵππους:
490 νὺξ δ᾽ ἐχύθη περὶ γαῖαν, ἀπέτραπε δ᾽ ἀνέρας ἔργων:
Ἀργεῖοι δ᾽ Ἀχιλῆος ἐϋπτολέμου θρασὺν υἷα
ἶσα τοκῆι τίεσκον: ὁ δ̓ἐν κλισίῃσιν ἀνάκτων
δαίνυτο καγχαλόων: κάματος δέ μιν οὔτι βάρυνεν,
οὕνεκά οἱ στονόεντα Θέτις μελεδήματα γυίων
495 ἐξέλετ᾽, ἀκμήτῳ δ᾽ ἐναλίγκιον εἰσοράασθαι
τεῦξεν: ὁ δ᾽ ἐκ δόρποιο κορεσσάμενος κρατερὸν κῆρ
ἐς κλισίην ἀφίκανεν ἑοῦ πατρός, ἔνθα οἱ ὕπνος
ἀμφεχύθη: Δαναοὶ δὲ νεῶν προπάροιθεν ἴαυον
αἰὲν ἀμειβόμενοι φυλακάς: φοβέοντο γὰρ αἰνῶς,
500 Τρώων μή ποτε λαὸς ἢ ἀγχεμάχων ἐπικούρων
νῆας ἐνιπρήσῃ, νόστου δ᾽ ἀπὸ πάντας ἀμέρσῃ.
ὣς δ᾽ αὕτως Πριάμοιο κατὰ πτόλιν ἔθνεα Τρώων
ἀμφὶ πύλας καὶ τεῖχος ἀμοιβαδὸν ὑπνώεσκον
Ἀργείων στονόεσσαν ὑποτρομέοντες ὁμοκλήν.
BOOK IX.
ἦμος δ᾽ ἤνυτο νυκτὸς ἄπο κνέφας, ἔγρετο δ᾽ Ἠὼς
ἐκ περάτων, μάρμαιρε δ᾽ ἀπείριτον ἄσπετος αἰθήρ,
δὴ τότ᾽ ἀρήιοι υἷες ἐϋσθενέων Ἀργείων
ἂμ πεδίον πάπταινον, ἴδοντο δὲ Ἰλίου ἄκρην
5 ἀννέφελον, χθιζὸν δὲ τέρας μέγα θαυμάζεσκον
Τρῶες δ᾽ οὐκέτ᾽ ἔφαντο πρὸ τείχεος αἰπεινοῖο
στήμεναι ἐν πολέμῳ: μάλα γὰρ δέος ἔλλαβε πάντας
ζώειν ἐλπομένους ἐρικυδέα Πηλείωνα:
Ἀντήνωρ δ᾽ ἐν τοῖσι θεῶν ἠρήσατ᾽ ἄνακτι:
‘Ζεῦ, Ἴδης μεδέων ἠδ᾽ οὐρανοῦ αἰγλήεντος,
10 κλῦθί μευ εὐχομένοιο, καὶ ὄβριμον ἄνδρα πόληος
τρέψον ἀφ᾽ ἡμετέρης ὀλοὰ φρεσὶ μητιόωντα,
εἴγ᾽ ὅ γ᾽ Ἀχιλλεύς ἐστι καὶ οὐ κίε δῶμ᾽ Ἀΐδαο,
εἴτε τις ἄλλος Ἀχαιὸς ἀλίγκιος ἀνέρι κείνῳ:
λαοὶ γὰρ κατὰ ἄστυ θεηγενέος Πριάμοιο
15 πολλοὶ ἀποφθινύθουσι, κακοῦ δ᾽ οὐ γίνετ᾽ ἐρωή,
ἀλλὰ φόνος τε καὶ οἶτος ἐπὶ πλέον αἰὲν ἀέξει:
Ζεῦ πάτερ, οὐδέ νυ σοί τι δαϊζομένων ὑπ᾽ Ἀχαιοῖς
μέμβλεται, ἀλλ᾽ ἄρα καὶ σὺ λελασμένος υἷος ἑοῖο
Δαρδάνου ἀντιθέοιο μέγ᾽ Ἀργείοισιν ἀρήγεις.
20 ἀλλὰ σοὶ εἰ τόδε θυμὸς ἐνὶ κραδίῃ μενεαίνει,
Τρῶας ὑπ᾽ Ἀργείοισιν ὀϊζυρῶς ἀπολέσσαι,
ἔρξον ἄφαρ, μηδ᾽ ἄμμι πολὺν χρόνον ἄλγεα τεῦχε.’
ἦ ῥα μέγ᾽ εὐχόμενος: τοῦ δ᾽ ἔκλυεν οὐρανόθι Ζεύς:
καὶ τὸ μὲν αἶψ᾽ ἐτέλεσσε, τὸ δ᾽ οὐκ ἤμελλε τελέσσειν:
25 δὴ γάρ οἱ κατένευσεν, ὅπως ἀπὸ πολλοὶ ὄλωνται
Τρῶες ὁμῶς τεκέεσσι, δαΐφρονα δ᾽ υἰ̔̂ Ἀχιλῆος
τρεψέμεν οὐ κατένευσεν ἀπ᾽ εὐρυχόροιο πόληος,
ἀλλά ἑ μᾶλλον ἔγειρεν, ἐπεί νύ ἑ θυμὸς ἀνώγει
ἦρα φέρειν καὶ κῦδος ἐΰφρονι Νηρηίνῃ.
30 καὶ τὰ μὲν ὣς ὥρμαινε θεῶν μέγα φέρτατος ἄλλων.
μεσσηγὺς δὲ πόληος ἰδ᾽ ευρέος Ἑλλησπόντου
Ἀργεῖοι καὶ Τρῶες ἀποκταμένους ἐνὶ χάρμῃ
καῖον ὁμῶς ἵπποισι: μάχη δ᾽ ἐπέπαυτο φόνοιο,
οὕνεκα δὴ Πριάμοιο βίη κήρυκα Μενοίτην
35 εἰς Ἀγαμέμνονα πέμψε καὶ ἄλλους πάντας Ἀχαιοὺς
<
br /> λισσόμενος νέκυας πυρὶ καίεμεν: οἱ δ᾽ ἐπίθοντο
αἰδόμενοι κταμένους: οὐ γάρ σφισι μῆνις ὀπηδεῖ.
ἦμος δὲ φθιμένοισι πυρὰς ἐκάμοντο θαμειάς,
δὴ τότ᾽ ἄρ᾽ Ἀργεῖοι μὲν ἐπὶ κλισίας ἀφίκοντο,
40 Τρῶες δ᾽ ἐς Πριάμοιο πολυχρύσοιο μέλαθρα,
ἀχνύμενοι μάλα πολλὰ δεδουπότος Εὐρυπύλοιο:
τὸν γὰρ δὴ τίεσκον ἴσον Πριάμοιο τέκεσσι:
τοὔνεκά μιν τάρχυσαν ἀποκταμένων ἑκὰς ἄλλων
Δαρδανίης προπάροιθε πύλης, ὅθι μακρὰ ῥέεθρα
45 δινήεις προΐησιν ἀεξόμενος Διὸς ὄμβρῳ.
υἱὸς δ᾽ αὖτ᾽ Ἀχιλῆος ἀταρβέος ἵκετο πατρὸς
τύμβον ἐς εὐρώεντα: κύσεν δ᾽ ὅ γε δάκρυα χεύων
στήλην εὐποίητον ἀποφθιμένοιο τοκῆος:
καί ῥα περιστενάχων τοῖον ποτὶ μῦθον ἔειπε:
50 ‘χαῖρε πάτερ καὶ ἔνερθε κατὰ χθονός: οὐ γὰρ ἔγωγε
λήσομαι οἰχομένοιο σέθεν ποτὶ δῶμ᾽ Ἀΐδαο:
ὡς εἴθε ζωόν σε μετ᾽ Ἀργείοισι κίχανον:
τῷ κε τάχ᾽ ἀλλήλοισι φρένας τερφθέντ᾽ ἐνὶ θυμῷ
Ἰλίου ἐξ ἱερῆς ληισσάμεθ᾽ ἄσπετον ὄλβον:
55 νῦν δ᾽ οὔτ᾽ ἄρ σύ γ᾽ ἐσεῖδες ἑὸν τέκος οὔτε σ᾽ ἔγωγε
εἶδον ζωὸν ἐόντα λιλαιόμενός περ ἰδέσθαι.
ἀλλὰ καὶ ὣς σέο νόσφι καὶ ἐν φθιμένοισιν ἐόντος
σὸν δόρυ καὶ τεὸν υἷα μέγ᾽ ἐν δαῒ πεφρίκασι
δυσμενέες, Δαναοὶ γεγηθότες εἰσορόωσι
60 σοὶ δέμας ἠδὲ φυὴν ἐναλίγκιον ἠδὲ καὶ ἔργα.’
ὣς εἰπὼν ἀπὸ ἀπὸ θερμὸν ὀμόρξατο δάκρυ παρειῶν.
βῆ δὲ θοῶς ἐπὶ νῆας ὑπερθύμοιο τοκῆος
οὐκ οἶος: ἄμα γάρ οἱ ἴσαν δυοκαίδεκα φῶτες
Μυρμιδόνων, Φοῖνιξ δ᾽ ὁ γέρων μετὰ τοῖσιν ὀπήδει
65 λυγρὸν ἀναστενάχων περικυδέος ἀμφ᾽ Ἀχιλῆος.
νὺξ δ᾽ ἐπὶ γαῖαν ἵκανεν, ἐπέσσυτο δ᾽ οὐρανὸν ἄστρα:
οἱ δ᾽ ἄρα δορπήσαντες ἕλονθ᾽ ὕπνον: ἔγρετο δ᾽ Ἠώς.
Ἀργεῖοι δ᾽ ἄρ᾽ ἔδυσαν ἐν ἔντεσι: τῆλε δ᾽ ἀπ᾽ αὐτῶν
αἴγλη μαρμαίρεσκεν ἐς αἰθέρα μέχρις ἰοῦσα:
70 καί ῥα θοῶς ἔκτοσθε πυλάων ἐσσεύοντο
πανσυδίῃ νιφάδεσσιν ἐοικότες, αἵ τε φέρονται
ταρφέες ἐκ νεφέων κρυερῇ ὑπὸ χείματος ὥρῃ:
ὣς οἵ γ᾽ ἐξεχέοντο πρὸ τείχεος, ὦρτο δ᾽ ἀϋτὴ
σμερδαλέη: μέγα δ᾽ αἶα περιστεναχίζετ᾽ ἰόντων.
75 Τρῶες δ᾽ εὖτ᾽ ἐπύθοντο βοὴν καὶ λαὸν ἴδοντο,
θάμβησαν: πᾶσιν δὲ κατεκλάσθη κέαρ ἔνδον
πότμον ὀϊομένων: περὶ γὰρ νέφος ὣς ἐφαάνθη
λαὸς δυσμενέων: κανάχιζε δὲ τεύχεα φωτῶν
κινυμένων: ἄμοτον δὲ κονίσαλος ὦρτο ποδοῖιν.
80 καὶ τότ᾽ ἄρ᾽ ἠὲ θεῶν τις ὑπὸ φρένας ἔμβαλε θάρσος
Δηιφόβῳ καὶ θῆκε μάλ᾽ ἄτρομον, ἠὲ καὶ αὐτοῦ
θυμὸς ἐποτρύνεσκε ποτὶ κλόνον, ὄφρ᾽ ἀπὸ πάτρης
δυσμενέων ἀλεγεινὸν ὑπ᾽ ἔγχεϊ λαὸν ἐλάσσῃ:
θαρσαλέον δ᾽ ἄρα μῦθον ἐνὶ Τρώεσσιν ἔειπεν:
85 ‘ὦ φίλοι, εἰ δ᾽ ἄγε θυμὸν ἀρήιον ἐν φρεσὶ θέσθε
μνησάμενοι, στονόεντος ὅσα πτολέμοιο τελευτὴ
ἄλγἐ ἐπ᾽ ἀνθρώποισι δορυκτήτοισι τίθησιν:
οὐ γὰρ Ἀλεξάνδροιο πέλει πέρι μοῦνον ἄεθλος
οὐδ᾽ Ἑλένης, ἀλλ᾽ ἔστι περὶ πτόλιός τε καὶ αὐτῶν
90 ἠδ᾽ ἀλόχων τεκέων τε φίλων γεραρῶν τε τοκήων
πάσης τ᾽ ἀγλαΐης καὶ κτήσιος ἠδ᾽ ἐρατεινῆς
γαίης, ἥ με δαμέντα κατὰ κλόνον ἀμφικαλύψοι
μᾶλλον, ἢ ἀθρήσαιμι φίλην ὑπὸ δούρασι πάτρην
δυσμενέων: οὐ γάρ τι κακώτερον ἔλπομαι ἄλλο
95 πῆμα μετ᾽ ἀνθρώποισιν ὀϊζυροῖσι τετύχθαι.
τοὔνεκ᾽ ἀπωσάμενοι στυγερὸν δέος ἀμφ᾽ ἐμὲ πάντες
καρτύνασθ᾽ ἐπὶ δῆριν ἀμείλιχον: οὐ γὰρ Ἀχιλλεὺς
ζωὸς ἔθ᾽ ἡμῖν ἄντα μαχήσεται, οὕνεκ᾽ ἄρ᾽ αὐτὸν
πῦρ ὀλοὸν κατέδαψε: πέλει δέ τις ἄλλος Ἀχαιῶν,
100 ὃς νῦν λαὸν ἔγειρεν, ἔοικε δὲ μῆτ᾽ Ἀχιλῆα
μήτε τιν᾽ ἄλλον Ἀχαιὸν ὑποτρομέειν περὶ πάτρης
μαρναμένους: τῷ μή τι φεβώμεθα μῶλον Ἄρηος,
εἰ καὶ πολλὰ πάροιθεν ἀνέτλημεν μογέοντες:
ἢ οὔπω τόδε οἴδατ᾽ ἀνὰ φρένας, ὡς ἀλεγεινοῖς
105 ἀνδράσιν ἐκ καμάτοιο πέλει θαλίη τε καὶ ὄλβος,
ἐκ δ᾽ ἄρα λευγαλέων ἀνέμων καὶ χείματος αἰνοῦ
Ζεὺς ἐπάγει μερόπεσσι δι᾽ ἠέρος εὔδιον ἦμαρ,
ἔκ τ᾽ ὀλοῆς νούσοιο πέλει σθένος, ἔκ τε μόθοιο
εἰρήνη; τὰ δὲ πάντα χρόνῳ μεταμείβεται ἔργα.’
110 ὣς φάτο: τοὶ δ᾽ ἐς Ἄρηα μεμαότες ἐντύναντο
ἐσσυμένως: καναχὴ δὲ κατὰ πτόλιν ἔπλετο πάντῃ
μῶλον ἐς ἀλγινόεντα κορυσσομένων αἰζηῶν.
ἔνθ᾽ ἄρα τῷ μὲν ἄκοιτις ὑποτρομέουσα κυδοιμὸν
ἔντἐ ἀποιχομένῳ παρενήνεε δακρυχεούσα:
115 τῷ δ᾽ ἄρα νήπιοι υἷες ἐπειγόμενοι περὶ πατρὶ
τεύχεα πάντα φέρεσκον: ὁ δέ σφισιν ἄλλοτε μέν που
ἄχνυτ᾽ ὀδυρομένοις, ὁτὲ δ᾽ ἔμπαλι μειδιάασκε
παισὶν ἀγαλλόμενος: κραδίη δέ οἱ ἐν δαῒ μᾶλλον
ὥρμαινεν πονέεσθαι ὑπὲρ τεκέων τε καὶ αὐ�
�οῦ:
120 ἄλλῷ δ᾽ αὖτε γεραιὸς ἐπισταμένῃς παλάμῃσιν
ἀμφετίθει μελέεσσι κακῆς ἀλκτήρια χάρμης
πολλὰ παρηγορέων φίλον υἱέα, μηδενὶ εἴκειν
ἐν πολέμῳ, καὶ στέρνα τετυμμένα δείκνυε παιδὶ
ταρφέα σήματ᾽ ἔχοντα παλαιῆς δηιοτῆτος.
125 ἀλλ᾽ ὅτε δὴ μάλα πάντες ἐν ἔντεσι θωρήχθησαν,
ἄστεος ἐξεχέοντο μέγ᾽ ἱέμενοι πολέμοιο
λευγαλέου: ταχέεσσι δ᾽ ἐφ᾽ ἱππήεσσιν ὄρουσαν
ἱππῆες: πεζοῖσι δ᾽ ἐπέχραον ἔθνεα πεζῶν:
ἅρμασι δ᾽ ἅρμαθ᾽ ἵκοντο καταντίον: ἔβραχε δὲ χθὼν
130 ἐς μόθον ἐσσυμένων: ἐπαΰτεε δ᾽ οἷσιν ἕκαστος
κεκλόμενος: τοὶ δ᾽ αἶψα συνήιον: ἀμφὶ δ᾽ ἄρα σφι
τεύχἐ ἐπεσμαράγησε: μίγη δ᾽ ἑκάτερθεν ἀϋτὴ
λευγαλέη: τὰ δὲ πολλὰ θοῶς ποτέοντο βέλεμνα
βαλλόμεν᾽ ἀμφοτέρωθεν: ὑπ᾽ ἔγχεσι δ᾽ ἀσπίδες ἀνδρῶν
135 θεινόμεναι κτυπέεσκον ἀάσχετον αἱ δ᾽ ὑπ᾽ ἀκόντων
καὶ ξιφέων: πολέες δὲ καὶ ἀξίνῃσι θοῇσιν
ἀνέρες οὐτάζοντο: φορύνετο δ᾽ ἔντεα φωτῶν
αἵματι. Τρωιάδες δ᾽ ἀπὸ τείχεος ἐσκοπίαζον
αἰζηῶν στονόεντα μόθον: πάσῃσι δὲ γυῖα
140 ἔτρεμεν εὐχομένῃσιν ὑπὲρ τεκέων τε καὶ ἀνδρῶν
ἠδὲ κασιγνήτων: πολιοὶ δ᾽ ἅμα τῇσι γέροντες
ἕζοντ᾽ εἰσορόωντες: ἔδον δ᾽ ὑπὸ κήδεσι θυμὸν
παίδων ἀμφὶ φίλων: Ἑλένη δ᾽ ἐν δώμασι μίμνεν