Delphi Complete Works of Quintus Smyrnaeus
Page 61
οἴη ἅμ᾽ ἀμφιπόλοισιν: ἔρυκε γὰρ ἄσπετος αἰδώς.
145 οἱ δ᾽ ἄμοτονπονέοντο πρὸ τείχεος: ἀμφὶ δὲ Κῆρες
γήθεον: οὐλομένη δ᾽ ἐπαΰτεεν ἀμφοτέροισι
μακρὸν Ἔρις βοόωσα: κόνις δ᾽ ἐρυθαίνετο λύθρῳ
κτεινομένων: ὀλέκοντο δ᾽ ἀνὰ κλόνον ἄλλοθεν ἄλλος.
Ἔνθ᾽ ἄρα Δηίφοβος κρατερὸν κτάνεν ἡνιοχῆα
150 [Νέστορος,] Ἱππασίδην, ὁ δ᾽ ἀφ᾽ ἅρματος αἰψηροῖο
ἤριπεν ἀμφὶ νέκυσσιν: ἄχος δέ οἱ ἔσχεν ἄνακτα:
δείδιε γάρ, μὴ δή μιν ἐφ᾽ ἡνία χεῖρας ἔχοντα
υἱὸς ἐῢς Πριάμοιο κατακτείνῃσι καὶ αὐτόν:
ἀλλά οἱ οὐκ ἀμέλησε Μελάνθιος: ἀλλ᾽ ἐπὶ δίφρον
155 ἆλτο θοῶς, ἵπποισι δ᾽ ἐκέκλετο μακρὰ τινάσσων
εὔληρ᾽, οὐδ᾽ ἔχε μάστιν, ἔλαυνε δὲ δούρατι θείνων.
καὶ τοὺς μὲν Πριάμοιο πάϊς λίπεν, ἵκετο δ᾽ ἄλλων
ἐς πληθύν: πολέεσσι δ᾽ ὀλέθριον ὤπασεν ἦμαρ
ἐσσυμένως: ὀλοῇ γὰρ ἀλίγκιος αἰὲν ἀέλλῃ
160 θαρσαλέως δηίοισιν ἐπῴχετο: τοῦ δ᾽ ὑπὸ χερσὶ
μυρίοι ἐκτείνοντο: πέδον δ᾽ ἐστείνετο νεκρῶν.
ὡς δ᾽ ὅτ᾽ ἀν᾽ οὔρεα μακρὰ θορὼν εἰς ἄγκεα βήσσης
δρυτόμος ἐγκονέων νεοθηλέα δάμναται ὕλην,
ἄνθρακας ὄφρα κάμῃσι κατακρύψας ὑπὸ γαῖαν
165 σὺν πυρὶ δούρατα πολλά: τὰ δ᾽ ἄλλοθεν ἄλλα πεσόντα
πρῶνας ὕπερθε κάλυψαν, ἀνὴρ δ᾽ ἐπιτέρπεται ἔργῳ:
ὣς ἄρα Δηιφόβοιο θοῇς ὑπὸ χερσὶν Ἀχαιοὶ
ἰλαδὸν ὀλλύμενοι περικάππεσον ἀλλήλοισι.
καί ῥ᾽ ὀι μὲν Τρώεσσιν ὁμίλεον, οἱ δ᾽ ἐφέβοντο
170 εὐρὺν ἐπὶ Ξάνθοιο ῥόον: τοὺς δ᾽ ὕδατος εἴσω
Δηίφοβος συνέλασσε καὶ οὐκ ἀπέληγε φόνοιο:
ὡς δ᾽ ὁπότ᾽ ἰχθυόεντος ἐπ᾽ ᾐόσιν Ἑλλησπόντου
δίκτυον ἐξερύωσι πολύκμητοι ἁλιῆες
κολπωθὲν ποτὶ γαῖαν, ἔσω δ᾽ ἁλὸς εἰσέτ᾽ ἐόντος
175 ἐνθόρῃ αἰζηὸς γναμπτὸν δόρυ χερσὶ μεμαρπὼς
αἰνὸν ἐπὶ ξιφίῃσι φέρειν φόνον, ἄλλοθε δ᾽ ἄλλον
δάμναται, ὅν κε κίχῃσι, φόνῳ δ᾽ ἐρυθαίνεται ὕδωρ:
ὣς τοῦ ὑπαὶ παλάμῃσι περὶ Ξάνθοιο ῥέεθρα
αἵματι φοινίχθησαν, ἐνεστείνοντο δὲ νεκροί.
180 οὐδὲ μὲν οὐδ᾽ ἄρα Τρῶες ἀναιμωτὶ πονέοντο,
ἀλλά σφεας ἐδάϊζεν Ἀχιλλέος ὄβριμος υἱὸς
ἀμφ᾽ ἄλλῃσι φάλαγξι: Θέτις δέ που εἰσορόωσα
τέρπετ᾽ ἐφ᾽ υἱωνῷ, ὅσον ἄχνυτο Πηλείωνι:
τοῦ γὰρ ὑπὸ μελίῃ πουλὺς στρατὸς ἐν κονίῃσι
185 πίπτεν ὁμῶς ἵπποισιν: ὁ δ᾽ ἑσπόμενος κεράϊζεν.
ἔνθ᾽ Ἀμίδην ἐδάϊξε περικλυτόν, ὅς ῥά οἱ ἵππῳ
ἑζόμενος συνέκυρσε καὶ οὐκ ἀπόνητ᾽ ἐρατεινῆς
ἱππασίης: δὴ γάρ μιν ὑπ᾽ ἔγχεϊ τύψε φαεινῷ
ἐς νηδύν: αἰχμὴ δὲ ποτὶ ῥάχιν ἐξεπέρησεν.
190 ἔγκατα δ᾽ ἐξεχύθησαν: ἕλεν δέ μιν οὐλομένη Κὴρ
ἐσσυμένως ἵπποιο θοοῦ παρὰ ποσσὶ πεσόντα.
εἶλε δ᾽ ἄρ᾽ Ἀσκάνιόν τε καὶ Οἴνοπα, τὸν μὲν ἐλάσσας
δουρὶ μέγα στομάχοιο ποτὶ στόμα, τὰν δ᾽ ὑπὸ λαιμόν,
καίριος ἔνθα μάλιστα πέλει μόρος ἀνθρώποισιν.
195 ἄλλους δ᾽ ἔκτανεν αἰέν, ὅσους κίχε: τίς κεν ἐκείνους
ἀνδρῶν μυθήσαιτο, κατὰ κλόνον ὅσσοι ὄλοντο
χερσὶ Νεοπτολέμοιο; κάμεν δέ οἱ οὔποτε μυῖα:
ὡς δ᾽ ὁπότ᾽ αἰζηῶν τις ἀγρῷ ἐνὶ τηλεθάοντι
πᾶν ἦμαρ κρατερῇσι πονησάμενος παλάμῃσιν
200 ἐς γαῖαν κατέχευεν ἀπείρονα καρπὸν ἐλαίης
ῥάβδῳ ἐπισπέρχων, ἐκάλυψε δὲ χῶρον ὕπερθεν:
ὣς τοῦ ὑπαὶ παλάμῃσι κατήριπε πουλὺς ὅμιλος,
Τυδείδης δ᾽ ἑτέρωθεν ἐϋμμελίης τ᾽ Ἀγαμέμνων
ἄλλοι τ᾽ ἐν Δαναοῖσιν ἀριστῆες πονέοντο
205 προφρονέως ἀνὰ δῆριν ἀμείλιχον: οὐδὲ μὲν ἐσθλοῖς
Τρώων ἡγεμόνεσσι δέος πέλεν, ἀλλὰ καὶ αὐτοὶ
ἐκ θυμοῖο μάχοντο καὶ ἀνέρας αἰὲν ἔρυκον
χαζομένους: πολέες γε μὲν οὐκ ἀλέγοντες ἄνακτων
ἐκ πολέμοιο φέβοντο μένος τρομέοντες Ἀχαιῶν.
210 ὀψὲ δ᾽ ἄρ᾽ εἰσενόησε περὶ προχοῇσι Σκαμάνδρου
ὀλλυμένους Δαναοὺς κρατερὸς πάϊς Αἰακίδαο
αἰὲν ἐπασσυτέρους: λίπε δ᾽ οὓς πάρος αὐτόθ᾽ ἔναιρε,
φεύγοντας ποτὶ ἄστυ, καὶ Αὐτομέδοντι κέλευε
κεῖσ᾽ ἐλάαν, ὅθι πουλὺς ἐδάμνατο λαὸς Ἀχαιῶν.
215 αὐτὰρ ὅ γ᾽ αἶψ᾽ ἐπίθησε καὶ ἀθανάτων μένος ἵππων
σεύεσκεν μάστιγι ποτὶ κλόνον: δἱ δ᾽ ἐπέτοντο
ῥίμφα διὰ κταμένων κρατερὸν φορέοντες ἄνακτα.
οἶος δ᾽ ἐς πόλεμον φθισίμβροτον ἔρχεται Ἄρης
ἐμβεβαὼς ἵπποισι, περιτρομέει δ᾽ ἄρα μαῖα
220 ἐσσυμένου, καὶ θεῖα περὶ στέρνοισι θεοῖο
τεύχἐ ἐπιβρομέουσιν ἴσον πυρὶ μαρμαίροντα:
τοῖος Ἀχιλλῆος κρατεροῦ πάϊς ἤιεν ἄντην
ἐσθλοῦ Δηιφόβοιο: κόνις δ᾽ ἐπαείρετο πολλὴ
ἵππων ἀμφὶ πόδεσσιν: ἰδὼν δέ μιν ἄλκιμος ἀνὴρ
225 Αὐτομέδων ἐνόησεν, ὅτις πέλεν: αἶψα δ᾽ ἄνακτι
τοῖον ἔπος κατέλεξε περικλυτὸν ἄνδρα πιφαύσκων:
‘�
� ἄνα, Δηιφόβοιο πέλει στρατός, ὅς τε καὶ αὐτὸς
σεῖο πάροιθε τοκῆος ὑπέτρεμε: νῦν δέ οἱ ἐσθλὸν
ἢ θεὸς ἢ δαίμων τις ὑπὸ κραδίην βάλε θάρσος.’
230 ὣς ἄρ᾽ ἔφη: ὁ δ᾽ ἄρ᾽ οὔτι προσέννεπεν, ἀλλ᾽ ἔτι μᾶλλον
ἵππους ὀτρύνεσκεν ἐλαυνέμεν, ὄφρα τάχιστα
ὀλλυμένοις Δαναοῖσιν ἀεικέα πότμον ἀλάλκοι.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἀφίκοντο μάλα σχεδὸν ἀλλήλοισι,
δὴ τότε Δηίφοβος μάλα περ χατέων πολέμοιο
235 ἔστη, ὅπως πῦρ αἰνόν, ὅθ᾽ ὕδατος ἐγγὺς ἵκηται:
θάμβεε δ᾽ εἰσορόων κρατερόφρονος Αἰακίδαο
ἵππους ἠδὲ καὶ υἷα πελώριον, οὔτι τοκῆος
μείονα. τοῦ δ᾽ ἄρα θυμὸς ὑπὸ φρεσὶν ὁρμαίνεσκεν
ἄλλοτε μὲν φεύγειν, ὁτὲ ὁτὲ δ᾽ ἀνέρος ἄντα μάχεσθαι:
240 ὡς δ᾽ ὅτε σῦς ἐν ὄρεσσι νεηγενέων ἀπὸ τέκνων
θῶας ἀποσσεύῃσι, λέων δ᾽ ἑτέρωθι φανείη
ἔκποθεν ἐσσύμενος, τοῦ δ᾽ ἵσταται ἄσπετος ὁρμὴ
οὔτε πρόσω μεμαῶτος ἔτ᾽ ἐλθέμεν οὔτ᾽ ἄρ᾽ ὀπίσσω,
θήγει δ᾽ ἀφριόωντας ὑπὶ γναθμοῖσιν ὀδόντας:
245 ὣς υἱὸς Πριάμοιο σὺν ἅρμασι μίμνε καὶ ἵπποις
πορφύρων φρεσὶ πολλὰ καὶ ἀμφαφόων δόρυ χερσί.
τὸν δ᾽ υἱὸς προσέειπεν ἀμειλίκτου Ἀχιλῆος:
‘Πριαμίδη, τί νυ τόσσον ἐπ᾽ Ἀργείοισι μέμηνας
χειροτέροις, οἳ σεῖο περιτρομέοντες ὁμοκλὴν
250 φεῦγον ἐπεσσυμένοιο, σὺ δ᾽ ἔλπεο πολλὸν ἄριστος
ἔμμεναι; ἀλλὰ σοὶ εἴπερ ὑπὸ κραδίῃ μένος ἐστίν,
ἡμετέρης πείρησαι ἀνὰ κλόνον ἀσχέτου αἰχμῆς.’
ὣς εἰπὼν οἴμησε λέων ὡς ἄντ᾽ ἐλάφοιο
ἐμβεβαὼς ἵπποισι καὶ ἅρμασι πατρὸς ἑοῖο:
255 καί νύ κέ μιν τάχα δουρὶ σὺν ἡνιόχῳ κατέπεφνεν,
εἰ μή οἱ μέλαν αἶψα νέφος κατέχευεν Ἀπόλλων
ἔκποθεν Οὐλύμποιο καὶ ἐξ ὀλοοῖο μόθοιο
ἥρπασε, καί μιν ἔθηκε ποτὶ πτόλιν, ᾗχι καὶ ἄλλοι
Τρῶες ἴσαν φεύγοντες: ὁ δ᾽ ἐς κενεὴν δόρυ τύψας
260 ἠέρα Πηλείδαο πάϊς ποτὶ μῦθον ἔειπεν:
‘ὦ κύον, ἐξήλυξας ἐμὸν μένος: οὐδὲ σοὶ ἀλκὴ
ἱεμένῳ περ ἄλαλκε, θεῶν δέ τις, ὅς σ᾽ ἐκάλυψε
νύκτα βαλὼν καθύπερθε, καὶ ἐκ κακότητος ἔρυσσεν.’
ὣς ἄρ᾽ ἔφη: δνοφερὸν δὲ νέφος καθύπερθε Κρονίων
265 εὖτ᾽ ὀμίχλην διέχευε: λύθη δ᾽ εἰς ἠέρα μακρήν:
αὐτίκα δ᾽ ἐξεφάνη πεδίον καὶ πᾶσα περὶ χθών.
Τρῶας δ᾽ εἰσενόησεν ἀπόπροθι πολλὸν ἐόντας
Σκαιῇς ἀμφὶ πύλῃσιν: ἔβη δ᾽ ἄρα πατρὶ ἐοικὼς
ἀντία δυσμενέων, οἵ μιν φοβέοντο κιόντα:
270 ἠΰτε κῦμ᾽ ἀλεγεινὸν ἐπεσσύμενον τρομέουσι
ναῦται, ὅ τ᾽ ἐξ ἀνέμοιο διεγρόμενον φορέηται
εὐρὺ μάλ᾽ ὑψηλόν τε, μέμηνε δὲ λαίλαπι πόντος:
ὣς τοῦ ἐπερχομένοιο κακὸν δέος ἄμφεχε Τρῶας.
τοῖον δ᾽ ἔκφατο μῦθον ἐποτρύνων ἑτάροισι:
275 ‘κλῦτε φίλοι καῖ θάρσος ἐνὶ στήθεσσι βάλεσθε
ἄτρομον, οἷον ἔοικε φορήμεναι ἀνέρας ἐσθλοὺς
νίκην ἱεμένους ἐρικυδέα χερσὶν ἀρέσθαι
καὶ κλέος ἐκ πολέμοιο δυσηχέος: ἀλλ᾽ ἄγε θυμὸν
παρθέμενοι πονεώμεθ᾽ ὑπὲρ μένος, εἰσόκε Τροίης
280 πέρσωμεν κλυτὸν ἄστυ καὶ ἐκτελέσωμεν ἐέλδωρ:
αἰδὼς γάρ, μάλα πολλὸν ἐπὶ χρόνον ἔνθα μένοντας
ἔμμεναι ἀπρήκτους καὶ ἀνάλκιδας, οἷα γυναῖκας:
τεθναίην γὰρ μᾶλλον ἢ ἀπτόλεμος καλεοίμην.’
ὣς φάτο: τοὶ δ᾽ ἔτι μᾶλλον ἐς Ἄρεος ἔργον ὄρουσαν
285 θαρσαλέως, Τρώεσσι δ᾽ ἐπέδραμον: οἱ δὲ καὶ αὐτοὶ
προφρονέως μάρναντο περὶ πτόλιν, ἄλλοτε δ᾽ αὖτε
ἔντοσθεν πυλέων ἀπὸ τείχεος: οὐδ᾽ ἀπέληγε
δεινὸς Ἄρης, Τρώων μὲν ἐελδομένων ἀπερύξαι
δυσμενέων στρατὸν αἰνόν, ἐϋσθενέων δ᾽ Ἀργείων
290 ἄστυ διαπραθέειν: ὀλοὴ δ᾽ ἔχε πάντας ὀϊζύς.
καὶ τότε δὴ Τρώεσσιν ἀρηγέμεναι μενεαίνων
ἔκθορεν Οὐλύμποιο καλυψάμενος νεφέεσσι
Λητοΐδης: τὸν δ᾽ αἶψα θοαὶ φορέεσκον ἄελλαι
τεύχεσι χρυσείοισι κεκασμένον: ἀμφὶ δὲ μακραὶ
295 μάρμαιρον κατιόντος ἴσον στεροπῇσι κέλευθοι:
ἀμφὶ δέ οἱ γωρυτὸς ἐπέκτυπεν: ἔβραχε δ᾽ αἰθὴρ
θεσπέσιον καὶ γαῖα μέγ᾽ ἴαχεν, εὖτ᾽ ἀκάμαντας
θῆκε παρὰ Ξάνθοιο ῥόον πόδας: ἐκ δ᾽ ἐβόησε
σμερδαλέον, Τρωσὶν δὲ θράσος βάλε, δεῖμα δ᾽ Ἀχαιοῖς
300 μίμνειν αἱματόεντα κατὰ κλόνον. οὐδ᾽ Ἐνοσίχθων
ὄβριμος ἠγνοίησε: μένος δ᾽ ἐνέπνευσεν Ἀχαιοῖς
ἤδη τειρομένοισι: μάχη δ᾽ ἀΐδηλος ἐτύχθη
ἀθανάτων βουλῇσιν: ὄλοντο δὲ μυρία φῦλα
αἰζηῶν ἑκάτερθε. κοτεσσάμενος δ᾽ ἄρ᾽ Ἀπόλλων
305 Ἀργείοις ὥρμαινε βαλεῖν θρασὺν υἰ̔̂ Ἀχιλῆος
αὐτοῦ, ὅπου καὶ πρόσθεν Ἀχιλλέα: τοῦ δ᾽ ἄρα θυμὸν
οἰωνοὶ κατέρυκον ἀριστερὰ κεκλήγοντες,
ἄλλα τε σήματα πολλά: χόλος δέ οἱ οὐκέτ᾽ ἔμελλε
πείθεσθαι τεράεσσι: τὸ δ᾽ οὐ λάθε Κυανοχαίτην:
310 ἠέρι θεσπεσίῃ κεκαλυμ
μένος: ἀμφὶ δὲ ποσσὶ
νισσομένοιο ἄνακτος ἐρεμνὴ κίνυτο γαῖα:
τοῖον δ᾽ ἔκφατο μῦθον ἐελδόμενός μιν ἐρύξαι:
‘ἴσχε κότον, καὶ μήτι πελώριον υἰ̔̂ Ἀχιλῆος
κτείνῃς: οὐδὲ γὰρ αὐτὸς Ὀλύμπιος ὀλλυμένοιο
315 γηθήσει: μέγα δ᾽ ἄλγος ἐμοὶ καὶ πᾶσι θεοῖσιν
ἔσσεται εἰναλίοισιν, ὅπως πάρος ἀμφ᾽ Ἀχιλῆα:
ἀλλ᾽ ἀναχάζεο δῖον ἐς αἰθέρα, μή με χολώσῃς,
αἶψα δ᾽ ἀναρρήξας μεγάλης χθονὸς αἰπὺ βέρεθρον
αὐτὴν Ἴλιον εἶθαρ ἑοῖς ἅμα τείχεσι πᾶσαν
320 θήσω ὑπὸ ζόφον εὐρύν: ἄχος δέ τοι ἔσσεται αὐτῷ.’
ὣς φάθ᾽: ὁ δ᾽ ἁζόμενος μέγ᾽ ἀδελφεὸν οἷο τοκῆος
δείσας τ᾽ ἀμφὶ πόληος ἐϋσθενέων θ᾽ ἅμα λαῶν
χάσσατ᾽ ἐς οὐρανὸν εὐρύν, ὁ δ᾽ εἰς ἅλα. τοὶ δ᾽ ἐμάχοντο
ἀλλήλους ὀλέκοντες, Ἔρις δ᾽ ἐπετέρπετο χάρμῃ,
325 μέσφ᾽ ὅτε δὴ Κάλχαντος ὑπ᾽ ἐννεσίῃσιν Ἀχαιοὶ
ἐς νῆας χάσσαντο καὶ ἐξελάθοντο μόθοιο:
οὐ γὰρ δὴ πέπρωτο δαμήμεναι Ἰλίου ἄστυ,
πρίν γε Φιλοκτήταο βίην ἐς ὅμιλον Ἀχαιῶν
ἐλθέμεναι πολέμοιο δαήμονα δακρυόεντος.
330 καὶ τὸ μὲν ἢ ἀγαθοῖσιν ἐπεφράσατ᾽ οἰωνοῖσιν,
ἠὲ καὶ ἐν σπλάγχνοισιν ἐπέδρακεν: οὐ γὰρ ἄϊδρις
μαντοσύνης ἐτέτυκτο: θεὸς δ᾽ ὣς ᾔδεε πάντα.
τῷ πίσυνοι στονόεντος, ἀποιχόμενοι πολέμοιο