Book Read Free

Delphi Complete Works of Quintus Smyrnaeus

Page 63

by Quintus Smyrnaeus


  525 ὣς εἰπών ἀπόρουσε καὶ ἐς κλισίην ἀφίκανε

  σφῶν ἑτάρων: οἱ δ᾽ αἶψα φιλοπτολέμῳ βασιλῆι

  εὐνὴν ἐντύνοντο μέγα φρεσὶ καγχαλόωντες:

  αὐτὰρ ὅ γ᾽ ἀσπασίως κατελέξατο μέχρις ἐπ᾽ ἠώ.

  νὺξ δ᾽ ἀνεχάσσατο δῖα: φάος δ᾽ ἐρύθηνε κολώνας

  530 ἠελίου, καὶ πάντα βροτοὶ περιποίπνυον ἔργα.

  Ἀργεῖοι δ᾽ ὀλοοῖο μέγ᾽ ἱέμενοι πολέμοιο

  οἱ μὲν δούρατα θῆγον ἐΰξοα, τοὶ δὲ βέλεμνα,

  ἄλλοι δ᾽ αἰγανέας: ἅμα δ᾽ ἠοῖ δαῖτα πένοντο

  αὐτοῖς ἠδ᾽ ἵπποισι: πάσαντο δὲ πάντες ἐδωδήν.

  535 τοῖσιν δὴ Ποίαντος ἀμύμονος ὄβριμος υἱός

  τοῖον ἔπος μετέειπεν ἐποτρύνων πονέεσθαι:

  ‘εἰ δ᾽ ἄγε νῦν πολέμοιο μεδώμεθα: μηδέ τις ἡμέων

  μιμνέτω ἐν νήεσσι, πάρος κλυτὰ τείχεα λῦσαι

  Τροίης εὐπύργοιο, καταπρῆσαί τε πόληα.’

  540 ὣς φάτο: τοῖσι δὲ θυμὸς ὑπὸ κραδίῃ μέγ᾽ ἰάνθη:

  δῦσαν δ᾽ ἐν τεύχεσσι καὶ ἀσπάσιν: ἐκ δ᾽ ἄρα νηῶν

  πανσυδίῃ μελίῃσι κεκασμένοι ἐσεύοντο

  καὶ βοέοις σακέεσσι καὶ ἀμφιφάλοις κορύθεσσιν:

  ἄλλος δ᾽ ἄλλον ἔρειδε κατὰ στίχας: οὐδέ κε φαίης

  545 κείνων ἐσσυμένων ἑκὰς ἔμμεναι ἄλλον ἀπ᾽ ἄλλου:

  ὣς ἄρ᾽ ἴσαν θαμινοὶ καὶ ἀρηρότες ἀλλήλοισι

  BOOK X.

  Τρῶες δ᾽ αὖτ᾽ ἔκτοσθεν ἔσαν Πριάμοιο πόληος

  πάντες σὺν τεύχεσσι καὶ ἅρμασιν ἠδέ ἵπποις

  ὠκυτάτοις: καῖον γὰρ ἀποκταμένους ἐνὶ χάρμῃ

  δειδιότες, μὴ λαὸς ἐπιβρίσειεν Ἀχαιῶν.

  5 τοὺς δ᾽ ὡς οἶν ἐσίδοντο ποτὶ πτόλιν ἀΐσσοντας,

  ἐσσυμένως κταμένοισι χυτὸν περὶ σῆμα βάλοντο

  σπερχόμενοι: δεινὸν γὰρ ὑποτρομέεσκον ἰδόντες

  τοῖσι δ᾽ ἄρ᾽ ἀχνυμένοισιν ὑπὸ φρεσὶ μῦθον ἔειπε

  Πουλυδάμας, ὁ γὰρ ἔσκε λίην πινυτὸς καὶ ἐχέφρων:

  10 ‘ὦ φίλοι, οὐκέτ᾽ ἀνεκτὸς ἐφ᾽ ἡμῖν μαίνεται Ἄρης:

  ἀλλ᾽ ἄγε δὴ φραζώμεθ᾽, ὅπως πολέμοιό τι μῆχος

  εὕρωμεν: Δαναοὶ γὰρ ἐπικρατέουσι μένοντες.

  νῦν δ᾽ ἄγε δὴ πύργοισιν ἐϋδμήτοις ἐπιβάντες

  μίμνωμεν νύκτας τε καὶ ἤματα δηριόωντες,

  15 εἰσόκε δὴ Δαναοὶ Σπάρτην ἐρίβωλον ἵκωνται,

  ἢ αὐτοῦ παρὰ τεῖχος ἀκηδήσωσι μένοντες

  ἀκλεὲς ἑζόμενοι: ἐπεὶ οὐ σθένος ἔσσεται αὐτοῖς

  ῥῆξαι τείχεα μακρά, καὶ,καὶ εἰ μάλα πολλὰ κάμωσιν:

  οὐ γὰρ ἀβληχρὰ θεοῖσι τετεύχαται ἄφθιτα ἔργα.

  20 οὐδέ τί που βρώμης ἐπιδευόμεθ᾽ οὐδὲ ποτῆτος:

  πολλὰ γὰρ ἐν Πριάμοιο πολυχρύσοιο μελάθροις

  ἔμπεδον εἴδατα κεῖται, ἅπερ πολέεσσι καὶ ἄλλοις

  πολλὸν ἐπὶ χρόνον ἔσσετ᾽ ἀγειρομένοισιν ἐδωδὴ

  ἐς κόρον, εἰ καὶ ἔτ᾽ ἄλλος ἐελδομένοισιν ἵκηται

  25 τρὶς τόσος ἐνθάδε λαὸς ἀρηγέμεναι μενεαίνων.’

  ὣς φάτο: τὸν δ᾽ ἐνένιπε θρασὺς πάϊς Ἀγχίσαο:

  ‘Πουλυδάμα, πῶς γάρ σε σαόφρονά φασι τετύχθαι,

  ὃς κέλεαι ποτὶ δηρὸν ἀνὰ πτόλιν ἄλγεα πάσχειν;

  οὐ γὰρ ἀκηδήσουσι πολὺν χρόνον ἐνθάδ᾽ Ἀχαιοί,

  30 ἀλλ᾽ ἄρ᾽ ἐπιβρίσουσιν ἀλευομένους ἐσιδόντες:

  υῶιν δ᾽ ἔσσεται ἄλγος ἀποφθιμένων ἐνὶ πάτρῃ,

  ἤν πως ἐνθάδε πουλὺν ἐπὶ χρόνον ἀμφιμάχωνται:

  οὐ γάρ τις Θήβηθε μελίφρονα σῖτον ὀπάσσει

  ἧμιν, ἐπὴν εἰρχθῶμεν ἀνὰ πτόλιν, οὐδέ τις οἴσει

  35 οἶνον Μαιονίηθεν: ἀνιηρῷ δ᾽ ὑπὸ λιμῷ

  φθισόμεθ᾽ ἀργαλέως, εἰ καὶ μάλα τεῖχος ἀμύνει.

  ἀλλ᾽ εἰ μὲν θάνατόν τε κακὸν καὶ Κῆρας ἀλύξαι,

  μηδ᾽ ἄρ᾽ ὀϊζυρῶς θανέειν πολυαχθέι λιμῷ

  μέλλομεν, εἰν ἔντεσσι σὺν ἡμετέροις τεκέεσσι

  40 καὶ γεραροῖς πατέρεσσι μαχώμεθα: καί ῥά ποθι Ζεὺς

  χραισμήσει: κείνου γὰρ ἀφ᾽ αἵματός εἰμεν ἀγαυοῦ:

  εἰ δέ κεν ἂρ καὶ κείνῳ ἀπεχθόμενοι τελέθωμεν,

  εὐκλειῶς, τάχ᾽ ὀλέσθαι ἀμυνομένους περὶ πάτρης

  βέλτερον, ἠὲ μένοντας ὀϊζυρῶς ἀπολέσθαι.’

  45 ὣς φάτο: τῷ δ᾽ ἄρα πάντες ἐπίαχον εἰσαΐοντες.

  αἶψα δὲ δὴ κορύθεσσι καὶ ἀσπίσι καὶ δοράτεσσι

  φράχθεν ἐπ᾽ ἀλλήλους: ἐπὶ δ᾽ ἀκαμάτου Διὸς ὄσσε

  δέρκετ᾽ ἀπ᾽ Οὐλύμποιο κορυσσομένους ἐς Ἄρηα

  Τρῶας ἐπ᾽ Ἀργείοισιν: ἔγειρε δὲ θυμὸν ἑκάστου,

  50 ὄφρα μάχην ἀλίαστον ἐπ᾽ ἀμφοτέροισι τανύσσῃ

  λαοῖς: ἦ γὰρ ἔμελλεν Ἀλέξανδρος θανέεσθαι

  χερσὶ Φιλοκτήταο πονεύμενος ἀμφ᾽ ἀλόχοιο.

  τοὺς δ᾽ ἄγεν εἰς ἔνα χῶρον Ἔρις μεδέουσα κυδοιμὸν

  οὔτινι φαινομένη: περὶ γὰρ νέφος ἄμφεχεν ὤμους

  55 αἱματόεν: φοίτα δὲ μέγαν κλονέουσα κυδοιμὸν

  ἄλλοτε μὲν Τρώων ἐς ὁμήγυριν, ἄλλοτ᾽ Ἀχαιῶν:

  τὴν δὲ Φόβος καὶ Δεῖμος ἀταρβέες ἀμφεπένοντο

  πατροκασιγνήτην κρατερόφρονα κυδαίνοντες:

  ἡ δὲ μέγ᾽ ἐξ ὀλίγοιο κορύσσετο μαιμώωσα:

  60 τεύχεα δ᾽ ἐξ ἀδάμαντος ἔχεν πεπαλαγμένα λύθρῳ:

  πάλλε δὲ λοίγιον ἔγχος ἐς ἠέρα: τῆς δ᾽ ὑπὸ ποσσὶ

  κίνυτο γ
αῖα μέλαινα: πυρὸς δ᾽ ἄμπνειεν ἀϋτμὴν

  σμερδαλέον: μέγα δ᾽ αἰὲν ἀΰτεεν ὀτρύνουσα

  αἰζηούς: οἱ δ᾽ αἶψα συνήιον ἀρτύνοντες

  65 ὑσμίνην: δεινὴ γὰρ ἄγεν θεὸς ἐς μέγα ἔργον.

  τῶν δ᾽ ὡς ἢ ἀνέμων ἰαχὴ πέλε λάβρον ἀέντων

  εἴαρος ἀρχομένου, ὅτε δένδρεα μακρὰ καὶ ὕλη

  φύλλα φύει, ἢ ὡς ὅτ᾽ ἀν᾽ ἀζαλέην ξύλοχον πῦρ

  αἰθόμενον βρομέει, ἢ ὡς μέγα πόντος ἀπείρων

  70 μαίνεται ἐξ ἀνέμοιο δυσηχέος, ἀμφὶ δὲ ῥοῖβδος

  γίνετ᾽ ἀπειρέσιος, τρόμεει δ᾽ ὕπο γούνατα ναυτέων:

  ὣς τῶν ἐσσυμένων μέγ᾽ ὑπέβραχε γαῖα πελώρη:

  ἐν δέ σφιν πέσε δῆρις: ἐπ᾽ ἄλλῳ δ᾽ ἄλλος ὄρουσε.

  πρῶτος δ᾽ Αἰνείας Δαναῶν ἕλεν Ἁρπαλίωνα

  75 υἱὸν Ἀριζήλοιο, τὸν Ἀμφινόμη τέκε μήτηρ

  γῇ ἔνι Βοιωτῶν, ὁ δ᾽ ἅμα Προθοήνορι δίῳ

  ἐς Τροίην ἵκανεν ἀμυνέμεν Ἀργείοισι:

  τόν ῥα τότ᾽ Αἰνείας ἁπαλὴν ὑπὸ νηδύα τύψας

  νοσφίσατ ἐκ θυμοῖο καὶ ἡδέος ἐκ βιότοιο.

  80 τῷ δ᾽ ἔπι Θερσάνδροιο δαΐφρονος υἷα δάμασσεν

  Ὕλλον ἐϋγλώχινι βαλὼν κατὰ λαιμὸν ἄκοντι,

  ὃν τέκε δἶ Ἀρέθουσα παρ᾽ ὕδασι Ληθαίοιο

  Κρήτῃ ἐν ἀμφιάλῳ: μέγα δ᾽ ἤκαχεν Ἰδομενῆα.

  αὐτὰρ Πηλείδαο πάϊς δυοκαίδεκα φῶτας

  85 Τρώων αὐτίκ᾽ ὄλεσσεν ὑπ᾽ ἔγχεϊ πατρὸς ἑοῖο:

  Κέβρον μὲν πρώτιστα καὶ Ἅρμονα Πασίθεόν τε

  Ὑσμινόν τε καὶ Ἰμβράσιον Σχέδιόν τε Φλέγην τε

  Μνήσαιόν τ᾽ ἐπὶ τοῖσι καὶ Ἔννομον Ἀμφίνοόν τε

  καὶ Φάσιν ἠδὲ Γαληνόν, ὃς οἰκία ναιετάασκε

  90 Γαργάρῳ αἰπεινῇ, μετὰ δ᾽ ἔπρεπε μαρναμένοισι

  Τρωσὶν ἐϋσθενέεσσι, κίεν δ᾽ ἅμ᾽ ἀπείρονι λαῷ

  ἐς Τροίην: μάλα γάρ οἱ ὑπέσχετο πολλὰ καὶ ἐσθλὰ

  Δαρδανίδης Πρίαμος δώσειν περικαλλέα δῶρα,

  νήπιος: οὐδ᾽ ἄρ᾽ ἐφράσσαθ᾽ ἑὸν μόρον: ἦ γὰρ ἔμελλεν

  95 ἐσσυμένως ὀλέεσθαι ὑπ᾽ ἀργαλέου πολέμοιο,

  πρὶν δόμον ἐκ Πριάμοιο περικλυτὰ δῶρα φέρεσθαι.

  καὶ τότε Μοῖρ᾽ ἀΐδηλος ἐπέτραπεν Ἀργείοισιν

  Εὐρυμένην, ἕταρον κρατερόφρονος Αἰνείαο.

  ὦρσε δέ οἱ μέγα θάρσος ὑπὸ φρένας, ὄφρα δαμάσσας

  100 πολλοὺς αἴσιμον ἦμαρ ἀναπλήσῃ ὑπ᾽ ὀλέθρῳ.

  δάμνατο δ᾽ ἄλλοθεν ἄλλον ἀνηλέϊ θηρὶ ἐοικώς:

  οἱ δέ μιν οὐχ ὑπέμειναν ἐφ᾽ ὑστατίῃ βιότοιο

  αἰνὸν μαιμώωντι καὶ οὐκ ἀλέγοντι μόροιο:

  καί νύ κεν ἔργον ἔρεξεν ἀπείριτον ἐν δαῒ κείνῃ,

  105 εἰ μή οἱ χεῖρές τε κάμον καὶ δούρατος αἰχμὴ

  πάμπαν ἀνεγνάμφθη: ξίφεος δέ οἱ οὐκέτι κώπη

  ἔσθενεν: ἀλλά μιν Αἶσα διέκλασε: τὸν δ᾽ ὑπ᾽ ἄκοντι

  τύψε κατὰ στομάχοιο Μέγης: ἀνὰ δ᾽ ἔβλυσεν αἷμα

  ἐκ στόματος: τῷ δ᾽ αἶψα σὺν ἄλγεϊ Μοῖρα παρέστη.

  110 τοῦ δ᾽ ἄρ᾽ ἀποκταμένοιο δύω θεράποντες Ἐπειοῦ

  Δηιλέων τε καὶ Ἀμφίων ἀπὸ τεύχἐ ἑλέσθαι

  ὥρμαινον: τοὺς δ᾽ αὖτε θρασὺ σθένος Αἰνείαο

  δάμνατο μαιμώωντας ὀϊζυρῶς περὶ νεκρῷ.

  ὡς δ᾽ ὅτ ἐν οἰνοπέδῳ τις ἐπαΐσσοντας ὀπώρῃ

  115 σφῆκας τερσομένῃσι περὶ σταφυλῇσι δαμάσσῃ,

  οἱ δ᾽ ἄρ᾽ ἀποπνείουσι πάρος γεύσασθαι ὀπώρης:

  ὣς τοὺς αἶψ᾽ ἐδάμασσε πρὶν ἔντεα ληίσσασθαι.

  Τυδείδης δὲ Μένοντα καὶ Ἀμφίνοον κατέπεφνεν

  ἄμφω ἀμύμονε φῶτε: Πάρις δ᾽ ἕλε Δημολέοντα

  120 Ἱππασίδην, ὃς πρόσθε Λακωνίδα γαῖαν ἔναιε

  πὰρ προχοῇς ποταμοῖο βαθυρρόου Εὐρώταο,

  ἤλυθε δ᾽ ἐς Τροίην ὑπ᾽ ἀρηιθόῳ Μενελάῳ:

  καί ἑ Πάρις κατέπεφνε τυχὼν ὑπὸ μαζὸν ὀϊστῷ

  δεξιόν, ἐκ δέ οἱ ἦτορ ἀπὸ μελέων ἐκέδασσε.

  125 Τεῦκρος δὲ Ζέχιν εἷλε περικλυτὸν υἷα Μέδοντος,

  ὅς ῥά τε ναιετάασκεν ἐνὶ Φρυγίῃ πολυμήλῳ

  ἄντρον ὑπὸ ζάθεον καλλιπλοκάμων Νυμφάων,

  ᾗχί ποτ᾽ Ἐνδυμίωνα παρυπνώοντα βόεσσιν

  ὑψόθεν ἀθρήσασα κατήλυθε δῖα Σελήνη

  130 οὐρανόθεν: δριμὺς γὰρ ἄγεν πόθος ἠιθέοιο

  ἀθανάτην περ ἐοῦσαν ἀκήρατον, ἧς ἔτι νῦν περ

  εὐνῆς σῆμα τέτυκται ὑπὸ δρυσίν: ἀμφὶ γὰρ αὐτῇ

  ἐκκέχυτ᾽ ἐν ξυλόχοισι βοῶν γλάγος: οἱ δέ νυ φῶτες

  θηεῦντ᾽ εἰσέτι κεῖνο: τὸ γὰρ μάλα τηλόθι φαίης

  135 ἔμμεναι εἰσορόων πολιὸν γάλα, κεῖνο δ᾽ ἵησι

  λευκὸν ὕδωρ, καὶ βαιὸν ἀπόπροθεν ὁππόθ᾽ ἵκηται,

  πήγνυται, ἀμφὶ ῥέεθρα, πέλει δ᾽ ἄρα λάϊνον οὖδας.

  Ἀλκαίῳ δ᾽ ἐπόρουσε Μέγης Φυλήιος υἱός:

  καί ῥά μιν ἀσπαίρουσαν ὑπὸ κραδίην ἐπέρησεν

  140 ἐγχείῃ: τοῦ δ᾽ ὦκα λύθη πολυήρατος αἰών:

  οὐδέ μιν ἐκ πολέμοιο πολυκλαύτοιο μολόντα

  καίπερ ἐελδόμενοι μογεροὶ δέξαντο τοκῆες,

  Φύλλις ἐΰζωνος καὶ Μάργασος, οἵ ῥ᾽ ἐνέμοντο

  Ἁρπάσου ἀμφὶ ῥέεθρα διειδέος, ὅς τ᾽ ἀλεγεινῶς

  145 Μαιάνδρῳ κελάδοντα ῥόον καὶ ἀπείριτον οἶδμα

  συμφέρετ᾽ ἤματα πάντα λάβρῳ περὶ χεύματι θύων.

  Γλαύκου δ᾽ ἐσθλὸν ἑταῖρον ἐϋμμελίη�
� Σκυλακῆα

  υἱὸς Ὁϊλῆος σχεδὸν οὔτασεν ἀντιόωντα

  βαιὸν ὑπὲρ σάκεος: διὰ δὲ πλατὺν ἤλασεν ὦμον

  150 αἰχμὴ ἀνιηρὴ: περὶ δ᾽ ἔβλυσεν αἷμα βοείῃ.

  ἀλλά μιν οὔτι δάμασσεν: ἐπεί ῥά ἑ μόρσιμον ἦμαρ

  δέχνυτο νοστήσαντα φίλης παρὰ τείχεσι πάτρης:

  εὖτε γὰρ Ἴλιον αἰπὺ θοοὶ διέπερσαν Ἀχαιοί,

  δὴ τότ᾽ ἄρ᾽ ἐκ πολέμοιο φυγὼν Λυκίην ἀφίκανεν

  155 οἶος ἄνευθ᾽ ἑτάρων: τὸν δ᾽ ἄστεος ἄγχι γυναῖκες

  ἀγρόμεναι τεκέων σφετέρων ὕπερ ἠδὲ καὶ ἀνδρῶν

  εἴρονθ᾽: ὃς δ᾽ ἄρα τῇσι μόρον κατέλεξεν ἁπάντων:

  αἱ δ᾽ ἄρα χερμαδίοισι περισταδὸν ἀνέρα κεῖον

  δάμναντ᾽, οὐδ᾽ ἀπόνητο μολὼν ἐς πατρίδα νόστου,

  160 ἀλλά ἑ λᾶες ὕπερθε μέγα στενάχοντα κάλυψαν:

  καί ῥά οἱ ἐκ βελέων ὀλοὸς περὶ τύμβος ἐτύχθη

  πὰρ τέμενος καὶ σῆμα κραταιοῦ Βελλεροφόντου,

  τῷ ἔνι κυδαλίμης Τιτηνίδος ἀγχόθι πέτρης:

  ἀλλ᾽ ὁ μὲν αἴσιμον ἦμαρ ἀναπλήσας ὑπ᾽ ὀλέθρῳ

  165 ὕστερον ἐννεσίῃσιν ἀγαυοῦ Λητοΐδαο

  τίεται ὥς τε θεός, φθινύθει δέ οἱ οὔποτε τιμή.

  Ποίαντος δ᾽ ἐπὶ τοῖσι πάϊς κτάνε Δηιονῆα

  ἠδ᾽ Ἀντήνορος υἱὸν ἐϋμμελίην Ἀκάμαντα:

  ἄλλων δ᾽ αἰζηῶν ὑπεδάμνατο πουλὺν ὅμιλον:

  170 θῦνε γὰρ ἐν δηίοισιν ἀτειρέϊ ἶσος Ἄρηι

  ἢ ποταμῷ κελάδοντι, ὃς ἕρκεα μακρὰ δαΐζει

 

‹ Prev