Book Read Free

Delphi Complete Works of Quintus Smyrnaeus

Page 64

by Quintus Smyrnaeus


  πλημμύρων, ὅτε λάβρον ὀρινόμενος περὶ πέτραις

  ἐξ ὀρέων ἀλεγεινὰ μεμιγμένος ἔρχεται ὄμβρῳ,

  ἀέναός περ ἐὼν καὶ ἀγάρροος, οὐδέ νυ τόν γε

  175 εἴργουσιν προβλῆτες ἀάσπετα παφλάζοντα:

  ὣς οὔτις Ποίαντος ἀγακλειτοῦ θρασὺν υἷα

  ἔσθενεν ὀφθαλμοῖσιν ἰδὼν καὶ ἄπωθε πελάσσαι:

  ἐν γάρ οἱ στέρνοισι μένος περιώσιον ἦεν.

  τεύχεσι δ᾽ ἀμφεκέκαστο δαΐφρονος Ἡρακλῆος

  180 δαιδαλέοις: περὶ γάρ οἱ ἐνὶ ζωστῆρι φαεινῷ

  ἄρκτοι ἔσαν βλοσυραὶ καὶ ἀναιδέες: ἀμφὶ δὲ θῶες

  σμερδαλέοι, καὶ λυγρὸν ὑπ᾽ ὀφρύσι μειδιόωσαι

  πορδάλιες: τῶν δ᾽ ἄγχι λύκοι ἔσαν ὀβριμόθυμοι

  καὶ σύες ἀργιόδοντες ἐϋσθενέες τε λέοντες

  185 ἐκπάγλως ζωοῖσιν ἐοικότες: ἀμφὶ δὲ πάντῃ

  ὑσμῖναι ἐνέκειντο μετ᾽ ἀργαλέοιο φόνοιο:

  δαίδαλα μέν οἱ τόσσα περὶ ζωστῆρα τέτυκτο.

  ἄλλα δέ οἱ γωρυτὸς ἀπείριτος ἀμφεκέκαστο:

  ἐν μὲν ἔην Διὸς υἱὸς ἀελλοπόδης Ἑρμείης

  190 Ἰνάχου ἀμφὶ ῥέεθρα κατακτείνων μέγαν Ἄργον,

  Ἄργον, ὅς ὀφθαλμοῖσιν ἀμοιβαδὸν ὑπνώεσκεν:

  ἐν δὲ βίη Φαέθοντος ἀνὰ ῥόον Ἠριδανοῖο

  βλήμενος ἐκ δίφροιο: καταιθομένης δ᾽ ἄρα γαίης

  ὡς ἐτεόν περ ἄητο μέλας ἐνὶ ἠέρι καπνός:

  195 Περσεὺς δ᾽ ἀντίθεος βλοσυρὴν ἐδάϊζε Μέδουσαν,

  ἄστρων ᾗχι λοετρὰ πέλει καὶ τέρματα γαίης

  πηγαί τ᾽ ὠκεανοῖο βαθυρρόου, ἔνθ᾽ ἀκάμαντι

  ἠελίῳ δύνοντι συνέρχεται ἑσπερίη νύξ:

  ἐν δὲ καὶ ἀκαμάτοιο μέγας πάϊς Ἰαπετοῖο

  200 Καυκάσου ἠλιβάτοιο παρῃώρητο κολώνῃ

  δεσμῷ ἐν ἀρρήκτῳ: κεῖρεν δέ οἱ αἰετὸς ἦπαρ

  αἰὲν ἀεξόμενον: ὁ δ᾽ ἄρα στενάχοντι ἐῴκει.

  καὶ τὰ μὲν ἄρ τεύξαντο κλυταὶ χέρες Ἡφαίστοιο

  ὀβρίμῳ Ἡρακλῆι: ὁ δ᾽ ὤπασε παιδὶ φορῆναι

  205 Ποίαντος, μάλα γάρ οἱ ὁμωρόφιος φίλος ἦεν.

  αὐτὰρ ὁ κυδιόων ἐν τεύχεσι δάμνατο λαούς.

  ὀψὲ δέ οἱ ἐπόρουσε Πάρις, στονόεντας ὀϊστοὺς

  νωμῶν ἐν χείρεσσι μετὰ γναμπτοῖο βιοῖο

  θαρσαλέως: τῷ γάρ ῥα συνήιεν ὕστατον ἦμαρ.

  210 ἥκε δ᾽ ἀπὸ νευρῆφι θοὸν βέλος: ἡ δ᾽ ἰάχησεν

  ἰοῦ ἀπεσσυμένοιο: τὸ δ᾽ οὐχ ἅλιον φύγε χειρῶν:

  καί ῥ᾽ αὐτοῦ μὲν ἅμαρτεν ἀλευαμένου μάλα τυτθόν,

  ἀλλ᾽ ἔβαλεν Κλεόδωρον ἀγακλειτόν περ ἐόντα

  βαιὸν ὑπὲρ μαζοῖο, διήλασε δ᾽ ἄχρις ἐς ὦμον:

  215 οὐ γὰρ ἔχεν σάκος εὐρύ, τό οἱ λυγρὸν ἔσχεν ὄλεθρον:

  ἀλλ᾽ ὅ γε γυμνὸς ἐὼν ἀνεχάζετο: τοῦ γὰρ ἀπ᾽ ὤμων

  Πουλυδάμας ἀπάραξε σάκος τελαμῶνα δαΐξας

  βουπλῆγι στιβαρῷ: ὁ δ᾽ ἐχάσσατο μαρνάμενός περ

  αἰχμῇ ἀνιηρῇ: στονόεις δέ οἱ ἔμπεσεν ἰὸς

  220 ἄλλοθεν ἀΐξας: ὣς γάρ νύ που ἤθελε δαίμων

  θήσειν αἰνὸν ὄλεθρον ἐΰφρονος υἱέϊ Λέρνου,

  ὃν τέκετ᾽ Ἀμφιάλη Ῥοδίων ἐν πίονι γαίῃ.

  τὸν δ᾽ ὡς οὖν ἐδάμασσε Πάρις στονόεντι βελέμνῳ,

  δὴ τότε που Ποίαντος ἀμύμονος ὄβριμος υἱὸς

  225 ἐμμεμαὼς θοὰ τόξα τιταίνων οἱ μέγ᾽ ἀΰτει:

  ‘ὦ κύον, ὡς σοὶ ἔγωγε φόνον καὶ κῆρ᾽ ἀΐδηλον

  δώσω, ἐπεί νύ μοι ἄντα λιλαίεαι ἰσοφαρίζειν:

  καί κεν ἀναπνεύσουσιν, ὅσοι σέθεν εἵνεκα λυγροῦ

  τείροντ᾽ ἐν πολέμῳ: τάχα γὰρ λύσις ἔσσετ᾽ ὀλέθρου

  230 ἐνθάδε σεῖο θανόντος, ἐπεί σφισι πῆμα τέτυξαι.’

  ὣς εἰπὼν νευρὴν μὲν ἐΰστροφον ἀγχόθι μαζοῦ

  εἴρυσε, κυκλώθη δὲ κέρας, καὶ ἀμείλιχος ἰὸς

  ἰθύνθη, τόξον δ᾽ αἰνὴ ὑπερέσχεν ἀκωκὴ

  τυτθὸν ὑπ᾽ αἰζηοῖο βίῃ: μέγα δ᾽ ἔβραχε νευρὴ

  235 ἰοῦ ἀπεσσυμένοιο δυσηχέος: οὐδ᾽ ἀφάμαρτε

  δῖος ἀνήρ: τοῦ δ᾽ οὔτι λύθη κέαρ, ἀλλ᾽ ἔτι θυμῷ

  ἔσθενεν: οὐ γάρ οἱ τότε καίριος ἔμπεσεν ἰός,

  ἀλλὰ παρέθρισε χειρὸς ἐπιγράβδην χρόα καλόν.

  ἐξαῦτις δ᾽ ὅ γε τόξα τιτύσκετο: τὸν δὲ παραφθὰς

  240 ἰῷ ἐϋγλώχινι βάλεν βουβῶνος ὕπερθε

  Ποίαντος φίλος υἱός: ὁ δ᾽ οὐκέτι μίμνε μάχεσθαι,

  ἀλλὰ θοῶς ἀπόρουσε, κύων ὥς, ὅς τε λέοντα

  ταρβήσας χάσσηται ἐπεσσύμενος τὸ πάροιθεν:

  ὣς ὅ γε λευγαλέῃσι πεπαρμένος ἦτορ ἀνίῃς

  245 χάζετ᾽ ἀπὸ πτολέμοιο. Συνεκλονέοντο δὲ λαοὶ

  ἀλλήλους ὀλέκοντες: ἐν αἵματι δ᾽ ἔπλετο δῆρις

  κτεινομένων ἑκάτερθε: νεκροὶ δ᾽ ἐπέκειντο νέκυσσι

  πανσυδίῃ ψεκάδεσσιν ἐοικότες ἠὲ χαλάζῃ

  ἢ χιόνος νιφάδεσιν, ὅτ᾽ οὔρεα μακρὰ καὶ ὕλην

  250 Ζηνὸς ὑπ᾽ ἐννεσίῃς ζέφυρος καὶ χεῖμα παλύνει:

  ὣς οἵ γ᾽ ἀμφοτέρωθεν ἀνηλέϊ Κηρὶ δαμέντες

  ἀθρόοι ἀλλήλοισι δεδουπότες ἀμφεχέοντο.

  αἰνὰ δ᾽ ἀνεστενάχιζε Πάρις: περὶ δ᾽ ἕλκεϊ θυμὸν

  τείρετο: τὸν δ᾽ ἀλύοντα τάχ᾽ ἄμφεπον ἰητῆρες.

  255 Τρῶες δ᾽ εἰς ἑὸν ἄστυ κίον: Δαναοὶ δ᾽ ἐπὶ νῆας

  κυανέας ἀφίκοντο θοῶς: τοὺς γάρ ῥα κυδοιμοῦ

  νύξ ἀπέπαυσε μέλαινα, μ�
�γον δ᾽ ἐξείλετο γυίων

  ὕπνον ἐπὶ βλεφάροισι πόνου ἀλκτῆρα χέασα.

  ἀλλ᾽ οὐχ ὕπνος ἔμαρπτε θοὸν Πάριν ἄχρις ἐς ἠώ:

  260 οὐ γάρ οἵ τις ἄλαλκε λιλαιομένων περ ἀμύνειν

  παντοίοις ἀκέεσσιν, ἐπεί ῥά οἱ αἴσιμον ἦεν

  Οἰνώνης ὑπὸ χερσὶ μόρον καὶ κῆρας ἀλύξαι,

  ἢν ἐθέλῃ: ὁ δ᾽ ἄρ᾽ αἶψα θεοπροπίῃσι πιθήσας

  ἤιεν οὐκ ἐθέλων: ὀλοὴ δέ μιν ἦγεν ἀνάγκη

  265 κουριδίης εἰς ὦπα: λυγροί γε μὲν ἀντιόωντες

  κὰκ κορυφῆς ὄρνιθες ἀΰτεον, οἱ δ᾽ ἀνὰ χεῖρα

  σκαιὴν ἀΐσσοντες: ὁ δέ σφεας ἄλλοτε μέν που

  δείδιεν εἰσορόων, ὁτὲ δ᾽ ἀκράαντα πέτεσθαι

  ἔλπετο: τοὶ δέ οἱ αἰνὸν ὑπ᾽ ἄλγεσι φαῖνον ὄλεθρον.

  270 ἷξε δ᾽ ἐς Οἰνώνην ἐρικυδέα: τὸν δ᾽ ἐσιδοῦσαι

  ἀμφίπολοι θάμβησαν ἀολλέες ἠλὲ δαὶ αὐτὴ

  Οἰνώνη: ὁ δ᾽ ἄρ᾽ αἶψα πέσεν παρὰ ποσσὶ γυναικὸς,

  λυγρῇ ὑπ᾽ ὠτειλῇ δεδμημένος, ἥ οἱ ἄεξεν

  ἀμφὶ μέλαιν᾽ ἐφύπερθε καὶ ἔνδοθι μέχρις ἱκέσθαι

  μυελὸν ἐς λιπόωντα δι᾽ ὀστέου, οὕνεκα νηδὺν

  275 φάρμακον αἰνὸν ἔπυθε κατ᾽ οὐτάμενον χρόα φωτός.

  τείρετο δὲ στυγερῇ βεβολημένος ἦτορ ἀνίῃ:

  ὡς δ᾽ ὅτε τις νούσῳ τε καὶ ἀργαλέῃ μέγα δίψῃ

  αἰθόμενος κραδίην ἀδινὸν κέαρ αὐαίνηται,

  ὅν τε περιζείουσα χολὴ φλέγει, ἀμφὶ δὲ νωθὴς

  280 ψυχή οἱ πεπότητ᾽ ἐπὶ χείλεσιν αὐαλέοισιν

  ἀμφότερον βιότου τε καὶ ὕδατος ἱμείρουσα:

  ὣς τοῦ ὑπὸ στέρνοισι καταίθετο θυμὸς ἀνίῃ:

  καί ῥ᾽ ὀλιγοδρανέων τοῖον ποτὶ μῦθον ἔειπεν:

  ‘ὦ γύναι αἰδοίη, μὴ δή νύ με τειρόμενόν περ

  285 ἐχθήρῃς, ἐπεὶ ἄρ σε πάρος λίπον ἐν μεγάροισι

  χήρην, οὐκ ἐθέλων περ: ἄγον δέ με Κῆρες ἄφυκτοι

  εἰς Ἑλένην, ἧς εἴθε πάρος λεχέεσσι μιγῆναι

  σῇσιν ἐν ἀγκοίνῃσι θανὼν ἀπὸ θυμὸν ὄλεσσα.

  ἀλλ᾽ ἄγε, πρός τε θεῶν, οἵ τ᾽ οὐρανὸν ἀμφινέμονται,

  290 πρός τε τεῶν λεχέων καὶ κουριδίης φιλότητος,

  ἤπιον ἔνθεο θυμόν, ἄχος δ᾽ ἀλεγεινὸν ἄλαλκε

  φάρμακ᾽ ἀλεξήσοντα καθ᾽ ἕλκεος οὐλομένοιο

  θεῖσα, τά μοι μεμόρηται ἀπωσέμεν ἄλγεα θυμοῦ,

  ἢν ἐθέλῃς: σῇσιν γὰρ ἐπὶ φρεσίν, εἴτε σαῶσαι

  295 μήδεαι ἐκ θανάτοιο δυσηχέος, εἴτε καὶ οὐκί:

  ἀλλ᾽ ἐλέαιρε τάχιστα καὶ ὠκυμόρων σθένος ἰῶν

  ἐξάκεσ᾽, ἕως μοι ἔτ᾽ ἀμφὶ μένος καὶ γυῖα τέθηλε:

  μηδέ τί με ζήλοιο λυγροῦ μεμνημένη ἔμπης

  καλλείψῃς θανέεσθαι ἀμειλίκτῳ ὑπὸ πότμῳ

  300 πὰρ ποσὶ σοῖσι πεσόντα: λιταῖς δ᾽ ἀποθύμια ῥέξεις,

  αἵ ῥα καὶ αὐταὶ Ζηνὸς ἐριγδούποιο θύγατρες

  εἰσί, καὶ ἀνθρώποισιν ὑπερφιάλοις κοτέουσαι

  ἐξόπιθε στονόεσσαν ἐπιθύνουσιν Ἐριννὺν

  καὶ χόλον, ἀλλὰ σύ, πότνα, κακὰς ἀπὸ Κῆρας ἔρυκε

  305 ἐσσυμένως, εἰ καί τι παρήλιτον ἀφραδίῃσιν.’

  ὣς ἄρ᾽ ἔφη: τῆς δ᾽ οὔτι φρένας παρέπεισε κελαινάς,

  ἀλλά ἑ κερτομέουσα μέγ᾽ ἀχνύμενον προσέειπε:

  ‘τίπτε μοι εἰλήλουθας, ἐναντίον, ἥν ῥα πάροιθεν

  κάλλιπες ἐν μεγάροισιν ἀάσπετα κωκύουσαν

  310 εἵνεκα Τυνδαρίδος πολυκηδέος, ᾗ παριαύων

  τέρπεο καγχαλόων, ἐπεὶ ἦ πολὺ φερτέρη ἐστὶν

  τῆς σέο κουριδίης: τὴν γὰρ φάτις ἔμμεν ἀγήρω:

  κείνην ἐσσυμένως γουνάζεο, μηδέ νύ μοί περ

  δακρυόεις ἐλεεινὰ καὶ ἀλγινόεντα παραύδα:

  315 αἴ γάρ μοι μέγα θηρὸς ὑπὸ κραδίῃ μένος εἴη

  δαρδάψαι δέο σάρκας, ἔπειτα δέ θ᾽ αἷμα λαφύξαι,

  οἷά με πήματ᾽ ἔοργας ἀτασθαλίῃσι πιθήσας.

  σχέτλιε, ποῦ νύ τοί ἐστιν ἐϋστέφανος Κυθέρεια;

  πῇ δὲ πέλει γαμβροῖο λελασμένος ἀκάματος Ζεύς;

  320 τοὺς ἔχ᾽ ἀοσσητῆρας: ἐμῶν δ᾽ ἀπὸ τῆλε μελάθρων

  χάζεο, καὶ μακάρεσσι καὶ ἀνδράσι πῆμ᾽ ἀλεγεινόν:

  σεῖο γὰρ εἵνεκ᾽, ἀλιτρέ, καὶ ἀθανάτους ἕλε πένθος,

  τοὺς μὲν ἐφ᾽ υἱωνοῖς, τοὺς δ᾽ υἱάσιν ὀλλυμένοισιν.

  ἀλλά μοι ἔρρε δόμοιο καὶ εἰς Ἑλένην ἀφίκανε,

  325 ἧς σε χρεὼν νυκτός τε ταὶ ἤματος ἀσχαλόωντα

  τρύζειν πὰρ λεχέεσσι πεπαρμένον ἄλγεϊ λυγρῷ

  εἰσόκε σ᾽ ἰήνειεν ἀνιηρῶν ὀδυνάων.’

  ὣς φαμένη γοόωντα φίλων ἀπέπεμπε μελάθρων,

  νηπίη: οὐδ᾽ ἄρ᾽ ἐφράσσαθ᾽ ἑὸν μόρον: ἦ γὰρ ἔμελλον

  330 κείνου ἀποφθιμένοιο καὶ αὐτῇ Κῆρες ἕπεσθαι

  ἐσσυμένως: ὣς γάρ οἱ ἐπέκλωσεν Διὸς Αἶσα.

  τὸν δ᾽ ἄρ᾽ ἀπεσσύμενον λασίης ὑπὲρ ἄκριας Ἴδης

  οἶμον ἐς ἐσχατιήν, ὄθι μιν μόρος αἰνὸς ἄγεσκε

  λυγρὸν ἐπισκάζοντα καὶ ἀχνύμενον μέγα θυμῷ

  Ἥρη τ᾽ εἰσενόησε καὶ ἄμβροτον ἦτορ ἰάνθη,

  335 ἑζομένη κατ᾽ Ὄλυμπον, ὅπῃ Διὸς ἔπλετ᾽ ἀλωὴ.

  καί ῥά οἱ ἀμφίπολοι πίσυρες σχεδὸν ἑδριόωντο,

  τάς ποτ᾽ ἄρ᾽ Ἠελίῳ χαροπὴ δμηθεῖσα Σελήνη

  γείνατ᾽ ἀν᾽ οὐρανὸν εὐρὺν ἀτειρέας, οὐδὲν ὁμοίας

  ἀλλήλαις: μορφῇ δὲ διέκριθεν ἄλ�
�η ἀπ᾽ ἄλλης:

  πρώτη μὲν θέρεος καματώδεος ἔλλαχε μοῖραν,

  340 ἡ δ᾽ ἑτέρη χειμῶνι καὶ αἰγοκερῆι μέμηλε:

  εἴαρι δ᾽ αὖ τριτάτη, τετράτη δ᾽ ἐπιτέρπετ᾽ ὀπώρῃ:

  τέτρασι γὰρ μοίρῃσι βροτῶν διαμείβεται αἰών,

  ἃς κεῖναι ἐφέπουσιν ἀμοιβαδόν: ἀλλὰ τὰ μέν που

  αὐτῷ Ζηνὶ μέλοιτο κατ᾽ οὐρανόν: αἱ ὀάριζον

  ὁππόσα λοίγιος Αἶσα περὶ φρεσὶν οὐλομένῃσι

  345 μήδετο, Τυνδαρίδος στυγερὸν γάμον ἐντύνουσα

  Δηιφόβῳ, καὶ μῆνιν ἀνιηρὴν Ἑλένοιο

  καὶ χόλον ἀμφὶ γυναικός, ὅπως τέ μιν υἷες Ἀχαιῶν

  ἤμελλον μάψαντες ἐν ὑψηλοῖσιν ὄρεσσι

  χωόμενον Τρώεσσι θοὰς ἐπὶ νῆας ἄγεσθαι,

  350 ὥς τέ οἱ ἐννεσίῃσι κραταιοῦ Τυδέος υἱὸς

  ἑσπομένου Ὀδυσῆος ὑπὲρ μέγα τεῖχος ὀρούσας

  Ἀλκαθόῳ στονόεντα φέρειν ἤμελλεν ὄλεθρον

  ἁρπάξας ἐθέλουσαν ἐΰφρονα Τριτογένειαν,

  ἥ τ᾽ ἔρυμα πτόλιός τε καὶ αὐτῶν ἔπλετο Τρώων:

  355 οὐδὲ γὰρ οὐδὲ θεῶν τις ἀπειρέσιον χαλεπήνας

  ἔσθενεν ὄλβιον ἄστυ διαπραθέειν Πριάμοιο

  ἀθανάτης ἔμπροσθεν ἀκηδέος ἐμβεβαυίης:

  οὐδέ οἱ ἄμβροτον εἶδος ἐτεκτήναντο σιδήρῳ

  ἀνέρες, ἀλλά μιν αὐτὸς ἀπ᾽ Οὐλύμποιο Κρονίων

  360 κάββαλεν ἐς Πριάμοιο πολυχρύσοιο πόληα.

  καὶ τὰ μὲν ὣς ὀάριζε Διὸς δάμαρ ἀμφιπόλοισιν,

  ἄλλα τε πόλλ᾽ ἐπὶ τοῖσι. Πάριν δ᾽ ἄρα θυμὸς ἐν Ἴδῃ

 

‹ Prev