Book Read Free

Delphi Complete Works of Quintus Smyrnaeus

Page 71

by Quintus Smyrnaeus


  525 οἴη δ᾽ ἔμπεδον ἦτορ ἔχεν πινυτόν τε νόημα

  Κασσάνδρη, τῆς οὔποτ᾽ ἔπος γένετ᾽ ἀκράαντον,

  ἀλλ᾽ ἄρ᾽ ἐτήτυμον ἔσκεν: ἀκούετο δ᾽ ἔκ τινος αἴσης

  ὡς ἀνεμώλιον αἰέν, ἵν᾽ ἄλγεα Τρωσὶ γένηται.

  ἡ ῥ᾽ ὅτε σήματα λυγρὰ κατὰ πτόλιν εἰσενόησεν

  530 εἰς ἕν ἅμ᾽ ἀΐσσοντα, μέγ᾽ ἴαχεν, εὖτε λέαινα,

  ἥν ῥά τ᾽ ἐνὶ ξυλόχοισιν ἀνὴρ λελιημένος ἄγρης

  οὐτάσῃ ἠὲ βάλῃ, τῆς δ᾽ ἐν φρεσὶ μαίνεται ἦτορ

  πάντῃ ἀν᾽ οὔρεα μακρά, πέλει δέ οἱ ἄσχετος ἀλκή:

  ὥς ἄρα μαιμώωσα θεόπροπον ἔνδοθεν ἦτορ

  535 ἤλυθεν ἐκ μεγάροιο: κόμαι δέ οἱ ἀμφεκέχυντο

  ὤμοις ἀργυφέοισι μετάφρενον ἄχρις ἰοῦσαι:

  ὄσσε δέ οἱ μάρμαιρεν ἀναιδέα: τῆς ὑπὸ δειρή,

  ἐξ ἀνέμων ἅτε πρέμνον, ἄδην ἐλελίζετο πάντῃ.

  καί ῥα μέγα στονάχησε καὶ ἴαχε παρθένος ἐσθλή:

  540 ‘ἆ δειλοί, νῦν βῆμεν ὑπὸ ζόφον: ἀμφὶ γὰρ ἡμῖν

  ἔμπλειον πυρὸς ἄστυ καὶ αἵματος ἠδὲ καὶ οἴτου

  λευγαλέου: πάντῃ δὲ τεράατα δακρυόεντα

  ἀθάνατοι φαίνουσι, καὶ ἐν ποσὶ τέρματ᾽ ὀλέθρου.

  σχέτλιοι, οὐδέ τι ἴστε κακὸν μόρον, ἀλλ᾽ ἅμα πάντες

  χαίρετ᾽ ἄρ᾽ ἀφραδέοντες, οἳ ἠγάγετ᾽ ἐς πόλιν αὐτοὶ

  545 Ἀργείων λυγρὸν ἵππον ὃ γὰρ μέγα πῆμα κέκευθεν.

  ἀλλά μοι οὐ πείθεσθ᾽, οὐδ᾽ εἰ μάλα πόλλ᾽ ἀγορεύω,

  οὕνεκ᾽ Ἐριννύες ἄκρα γάμου κεχολωμέναι αἰνοῦ

  ἀμφ᾽ Ἑλένης, καὶ Κῆρες ἀμείλιχοι ἀΐσσουσι

  πάντῃ ἀνὰ πτολίεθρον: ἐπ᾽ εἰλαπίνῃ δ᾽ ἀλεγεινῇ

  550 δαίνυσθ᾽ ὕστατα δόρπα κακῷ πεφορυγμένα λύθρῳ

  ἤδη ἐπιψαύοντες ὁμὴν ὁδὸν εἰδώλοισι.’

  καί τις κερτομέων ὀλοφώιον ἔκφατο μῦθον:

  ‘ὦ κούρη Πριάμοιο, τί ἤ νύ σε μάργος ἀνώγει

  γλῶσσα κακοφραδίη τ᾽ ἀνεμώλια πάντ᾽ ἀγορεύειν;

  555 οὐδέ σε παρθενικὴ καὶ ἀκήρατος ἀμφέχει αἰδώς,

  ἀλλά σε λύσσ᾽ ὀλοὴ περιδέδρομε: τῷ νύ σε πάντες

  αἰὲν ἀτιμάζουσι βροτοὶ πολύμυθον ἐοῦσαν.

  ἔρρε καὶ Ἀργείοισι κακὴν προτιόσσεο φήμην

  ἠδ᾽ αὐτῇ: τάχα γάρ σε καὶ ἀργαλεώτερον ἄλγος

  560 μίμνει Λαοκόωντος ἀναιδέος: οὐ γὰρ ἔοικεν

  ἀθανάτων φίλα δῶρα δαϊζέμεν ἀφραδέοντα.’

  ὣς ἄρ᾽ ἔφη Τρώων τις ἀνὰ πτόλιν: ὥς δὲ καὶ ἄλλοι

  κούρην μωμήσαντο καὶ οὐ φάσαν ἄρτια βάζειν,

  οὕνεκ᾽ ἄρα σφίσι πῆμα καὶ ἀργαλέον μένος Αἴσης

  565 ἄγχι παρειστήκει: τοὶ δ᾽ οὐ νοέοντες ὄλεθρον

  κείνην κερτομέοντες ἀπέτρεπον εὐρέος ἵππου:

  ἦ γάρ οἱ μενέαινε διὰ ξύλα πάντα κεδάσσαι,

  ἠὲ καταπρῆσαι μαλερῷ πυρί: τοὔνεκα πεύκης

  αἰθομένης ἔτι δαλὸν ἀπ᾽ ἐσχαρεῶνος ἑλοῦσα

  570 ἔσσυτο μαιμώωσ᾽: ἑτέρῃ δ᾽ ἐν χειρὶ φέρεσκεν

  ἀμφίτυπον βουπλῆγα: λυγροῦ δ᾽ ἐπεμαίετο ἵππου,

  ὄφρα λόχον στονόεντα καὶ ἀμφαδὸν ἀθρήσωσι

  Τρῶες: τοὶ δέ οἱ αἶψα χερῶν ἀπὸ νόσφι βαλόντες

  πῦρ ὀλοόν τε σίδηρον, ἀκηδέες ἐντύνοντο

  575 δαῖτα λυγρήν: μάλα γάρ σφας ἐπήιεν ὑστατίη νύξ.

  Ἀργεῖοι δ᾽ ἔντοσθεν ἐγήθεον εἰσαΐοντες

  δαινυμένων ὅμαδον κατὰ Ἴλιον οὐδ᾽ ἀλεγόντων

  Κασσάνδρης, τήν ῥ᾽ αὐτοὶ ἐθάμβεον, ὡς ἐτέτυκτο

  ἀτρεκέως εἰδυῖα νόον καὶ μῆτιν Ἀχαιῶν.

  580 Ἡ δ᾽ ἅτε πόρδαλις ἔσσυτ᾽ ἐν οὔρεσιν ἀσχαλόωσα,

  ἥν τ᾽ ἀπὸ μεσσαύλοιο κύνες μογεροί τε νομῆες

  σεύοντ᾽ ἐσσυμένως, ἡ δ᾽ ἄγριον ἦτορ ἔχουσα

  ἐντροπαλιζομένη ἀναχάζεται τειρομένη περ:

  ὣς ἥ εὐρέος ἵππου ἀπέσσυτο τειρομένη κῆρ

  585 Τρώων ἀμφὶ φόνῳ: μάλα γὰρ μέγα δέχνυτο πῆμα.

  BOOK XIII.

  οἱ δ᾽ ἄρ᾽ ἀνὰ πτολίεθρον ἐδόρπεον: ἐν δ᾽ ἄρα τοῖσιν

  αὐλοὶ ὁμῶς σύριγξι μέγ᾽ ἤπυον: ἀμφὶ δὲ πάντῃ

  μολπὴ ἐπ᾽ ὀρχηθμοῖσι καὶ ἄκριτος ἔσκεν ἀϋτὴ

  δαινυμένων, οἵη τε πέλει παρὰ δαιτὶ καὶ οἴνῳ.

  5 ὧδε δέ τις χείρεσσι λαβὼν ἔμπλειον ἄλεισον

  πῖνεν ἀκηδέστως: βαρύθοντο δέ οἱ φρένες ἔνδον

  ἀμφὶ δ᾽ ἄρ᾽ ὀφθαλμοὶ στρεφεδίνεον: ἄλλο δ᾽ ἐπ᾽ ἄλλῳ

  ἐκ στόματος προΐεσκεν ἔπος κεκολουμένα βάζων:

  καί ῥά οἱ ἐν μεγάρῳ κειμήλια καὶ δόμος αὐτὸς

  10 φαίνετο κινυμένοισιν ἐοικότα: πάντα δ᾽ ἐώλπει

  ἀμφιπεριστρωφᾶσθαι ἀνὰ πτόλιν: ὄσσε δ᾽ ἄρ᾽ ἀχλὺς

  ἄμφεχεν: ἀκρήτῳ γὰρ ἀμαλδύνονται ὀπωπαὶ

  καὶ νόος αἰζηῶν, ὁπότ᾽ ἐς φρένα χανδὸν ἵκηται:

  καί ῥα καρηβαρέων τοῖον ποτὶ μῦθον ἔειπεν:

  15 ‘ἦ ῥ᾽ ἅλιον Δαναοὶ πουλὺν στρατὸν ἐνθάδ᾽ ἄγειραν,

  σχέτλιοι, οὐδ᾽ ἐτέλεσσαν ὅσα φρεσὶ μηχανόωντο,

  ἀλλ᾽ αὕτως ἀπόρουσαν ἀπ᾽ ἄστεος ἡμετέροιο

  νηπιάχοις παίδεσσιν ἐοικότες ἠὲ γυναιξίν.’

  ὣς ἄρ᾽ ἔφη Τρώων τις ἐεργόμενος φρένας οἴνῳ,

  20 νήπιος: οὐδ᾽ ἄρ᾽ ἐφράσσατ᾽ ἐπὶ προθύροισιν ὄλεθρον.

  εὖτε γὰρ ὕπνος ἔρυκεν ἀνὰ πτόλιν ἄλλοθεν ἄλλον
<
br />   οἴνῳ ἀναπλήθοντας ἀπειρεσίῳ καὶ ἐδωδῇ,

  δὴ τότ᾽ ἄρ᾽ αἰθαλόεντα Σίνων ἀνὰ πυρσὸν ἄειρε

  δεικνὺς Ἀργείοισι πυρὸς σέλας. ἀμφὶ δέ οἱ κῆρ

  25 ἄσπετα πορφύρεσκε κατὰ φρένα, μή μιν ἴδωνται

  Τρῶες ἐϋσθενέες, τάχα δ᾽ ἀμφαδὰ πάντα γένηται:

  ἀλλ᾽ οἱ μὲν λεχέεσι πανύστατον ὕπνον ἴαυον

  πολλῷ ὑπ᾽ ἀκρήτῳ βεβαρηότες: οἱ δ᾽ ἐσιδόντες

  ἐκ Τενέδου νήεσσιν ἐπὶ πλόον ἐντύνοντο.

  30 αὐτὸς δ᾽ ἄγχ᾽ ἵπποιο Σίνων κίεν: ἦκα δ᾽ ἄϋσεν,

  ἦκα μάκ᾽, ὡς μήπου τις ἐνὶ Τρώεσσι πύθηται,

  ἀλλ᾽ οἶοι Δαναῶν ἡγήτορες, ὧν ἀπὸ νόσφιν

  ὕπνος ἄδην πεπότητο λιλαιομένων πονέεσθαι.

  οἵ ῥά οἱ ἔνδον ἐόντες ἐπέκλυον, ἐς δ᾽ Ὀδυσῆα

  35 πάντες ἐπ᾽ οὔατ᾽ ἔνευσαν: ὁ δέ σφεας ὀτρύνεσκεν

  ἦκα καὶ ἀτρεμέως ἐκβήμεναι: οἱ δ᾽ ἐπίθοντο

  ἐς μόθον ὀτρύνοντι, καὶ ἐξ ἵπποιο χαμᾶζε

  ὥρμαινον προνέεσθαι: ὁ δ᾽ ἰδρείῃσιν ἔρυκε

  πάντας ἅμ᾽ ἐσσυμένους: αὐτὸς δ᾽ ἄρα χερσὶ θοῇσιν

  40 ἵππου δουρατέοιο μάλ᾽ ἀτρέμας ἔνθα καὶ ἔνθα

  πλευρὰ διεξώϊξεν ἐϋμμελίῃ, ὑπ᾽ Ἐπειῷ.

  βαιὸν δ᾽ ἐξανέδυ σανίδων ὕπερ, ἀμφὶ δὲ πάντῃ

  Τρῶας παπταίνεσκεν, ἐγρηγορότ᾽ εἴπου ἴδοιτο:

  ὡς δ᾽ ὅταν ἀργαλέῳ λιμῷ βεβολημένος ἦτορ

  45 ἐξ ὀρέων ἔλθῃσι λύκος χατέων μάλ᾽ ἐδωδῆς

  ποίμνης πρὸς σταθμὸν εὐρὺν, ἀλευόμενος δ᾽ ἄρα φῶτας

  καὶ κύνας, οἵ ῥά τε μῆλα φυλασσέμεναι μεμάασι,

  βαίνῃ ποσσὶν ἕκηλος ὑπὲρ ποιμνήιον ἕρκος:

  ὣς Ὀδυσεὺς ἵπποιο κατήιεν: ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ

  50 ὄβριμοι ἄλλοι ἕποντο Πανελλήνων βασιλῆες

  νισσόμενοι κλίμαξι κατὰ στίχας, ἅς περ Ἐπειὸς

  τεῦξεν ἀριστήεσσιν ἐϋσθενέεσσι κέλευθα

  ἵππον ἐσερχομένοισι καὶ ἐξ ἵπποιο κιοῦσιν.

  οἵ ῥα τότ᾽ ἀμφ᾽ αὐτῇσι κατήιον ἄλλοθεν ἄλλοι,

  55 θαρσαλέοις σφήκεσσιν ἐοικότες, οὕδ τε κλονήσῃ

  δρυτόμος, οἱ δ᾽ ἅμα πάντες ὀρινόμενοι περὶ θυμῷ

  ὄζου ὑπεκπροχέονται, ὅτε κτύπον εἰσαΐουσιν:

  ὣς οἵ ἐξ ἵπποιο μεμαότες ἐξεχέοντο

  ἐς Τρώων πτολίεθρον ἐΰκτιτον: ἐν δ᾽ ἄρα τοῖσι

  60 πάλλετ᾽ ἐνὶ στέρνοισι κέαρ τάχα δ᾽ οἱ μὲν ἔναιρον δυσμενέας

  τοὶ δ᾽ ἔτ᾽ ἔρεσσον ἔσω ἁλός: αἱ δ᾽ ἐφέροντο

  νῆες ὑπὲρ μέγα χεῦμα χεῦμα: Θέτις δ᾽ ἴθυνε κέλευθα

  οὖρον ἐπιπροϊεῖσα: νόος δ᾽ ἄρ᾽ ἰαίνετ᾽ Ἀχαιῶν:

  καρπαλίμως δ᾽ ἐλθόντες ἐπ᾽ ᾐόνας Ἑλλησπόντου,

  65 ἔνθ᾽ αὖθις στήσαντο νέας, σὺν δ᾽ ἄρμενα πάντα

  εἷλον ἐπισταμένως, ὅσα νήεσιν αἰὲν ἕπονται.

  αὐτοὶ δ᾽ αἶψ᾽ ἐκβάντες ἐς Ἴλιον ἐσσεύοντο

  ἄβρομοι, ἠΰτε μῆλα ποτὶ σταθμὸν ἀΐσσοντα

  ἐκ νομοῦ ὑλήεντος ὀπωρινὴν ὑπὸ νύκτα:

  70 ὣς οἵ γ᾽ αὐίαχοι Τρώων ποτὶ ἄστυ νέοντο

  πάντες ἀριστήεσσιν ἀρηγέμεναι μεμαῶτες.

  οἱ δ᾽, ὡς σμερδνὰ λύκοὶ λιμῷ περιπαιφάσσοντες

  σταθμῷ ἐπιβρίσωσι κατ᾽ οὔρεα μακρὰ καὶ ὕλην

  εὕδοντος μογεροῦ σημάντορος, ἄλλα δ᾽ ἐπ᾽ ἄλλοις

  75 δάμνανθ᾽ ἕρκεος ἐντὸς ὑπὸ κνέφας, ἀμφὶ δὲ πάντῃ

  αἵματι καὶ νεκύεσσιν, ὀρώρει δ᾽ αἰνὸς ὄλεθρος,

  καίπερ ἔτι πλεόνων Δαναῶν ἔκτοσθεν ἐόντων:

  ἀλλ᾽ ὅτε δὴ μάλα πάντες ἔβαν ποτὶ τείχεα Τροίης,

  δὴ τότε μαιμώωντες ἀνηλεγέως ἐσέχυντο

  80 ἐς Πριάμοιο πόληα μένος πνείοντες Ἄρηος.

  πᾶν δ᾽ εὗρον πτολίεθρον ἐνίπλειον πολέμοιο

  καὶ νεκύων: πάντῃ δὲ πυρὶ στονόεντα μέλαθρα

  καιόμεν᾽ ἀργαλέως: μέγα δὲ φρεσὶν ἰαίνοντο.

  ἐν δὲ καὶ αὐτοὶ Τρωσὶ κακὰ φρονέοντες ὄρουσαν:

  85 μαίνετο δ᾽ ἐν μέσσοισιν Ἄρης στονόεσσα τ᾽ Ἐνυώ:

  πάντῃ δ᾽ αἷμα κελαινὸν ὑπέρρεε, δεύετο δὲ χθὼν

  Τρώων τ᾽ ὀλλυμένων ἠδ᾽ ἀλλοδαπῶν ἐπικούρων.

  τῶν οἱ μὲν θανάτῳ δεδμημένοι ὀκρυόεντι

  κεῖντο κατὰ πτολίεθρον ἐν αἵματι: τοὶ δ᾽ ἐφύπερθε

  90 πῖπτον ἀποπνείοντες ἑὸν μένος: οἱ δ᾽ ἄρα χερσὶ

  δράγδην ἔγκατ᾽ ἔχοντες ὀϊζυρῶς ἀλάληντο

  ἀμφὶ δόμους: ἄλλοι δὲ ποδῶν ἑκάτερθε κοπέντων

  ἀμφὶ νεκροὺς εἵρπυζον ἀάσπετα κωκύοντες:

  πολλῶν δ᾽ ἐν κονίῃσι μαχέσσασθαι μεμαώτων

  95 χεῖρες ἀπηράχθησαν ὁμῶς κεφαλῇσι καὶ αὐτῇς:

  φευγόντων δ᾽ ἑτέρων μελίαι διὰ νῶτα πέρησαν

  ἄντικρυς ἐς μαζούς, τῶν δ᾽ ἰξύας ἄχρις ἱκέσθαι

  αἰδοίων ἐφύπερθε διαμπερές, ᾗχι μάλιστα

  Ἄρεος ἀκαμάτοιο πέλει πολυώδυνος αἰχμή.

  100 πάντῃ δ᾽ ἀμφὶ πόληα κυνῶν ἀλεγεινὸς ὀρώρει

  ὠρυθμός: στοναχὴ δὲ δαϊκταμένων αἰζηῶν

  ἔπλετο λευγαλέη: περὶ δ᾽ ἴαχε πάντα μέλαθρα

  ἄσπετον: οἰμωγὴ δὲ πέλε στονόεσσα γυναικῶν

  εἰδομένων γεράνοισιν, ὅτ᾽ αἰετὸν ἀθρήσωσιν

  105 ὑψόθεν ἀΐσσοντα δι᾽ αἰθέρος, οὐδ᾽ ἄρα τῇσι

  θαρσαλέον στέρνοισι πέλει μένος, ἀλ
λά ἑ μοῦνον

  μακρὸν ἀνατρύζουσι φοβεύμεναι ἱερὸν ὄρνιν:

  ὣς ἄρα Τρωιάδες μέγα κώκυον ἄλλοθεν ἄλλαι,

  αἱ μὲν ἀνεγρόμεναι λέχεων ἄπο, ταὶ δ᾽ ἐπὶ γαῖαν

  110 θρῴσκουσαι: τῇς δ᾽ οὔτι μίτρης ἔτι μέμβλετο λυγρῇς,

  ἀλλ᾽ αὕτως ἀλάληντο περὶ μελέεσσι χιτῶνα

  μοῦνον ἐφεσσάμεναι: ταὶ δ᾽ οὐ φθάσαν οὔτε καλύπτρην

  οὔτε βαθὺν μελέεσσιν ἑλεῖν πέπλον, ἀλλ᾽ ἐπιόντας

  δυσμενέας τρομέουσαι ἀμηχανίῃ πεπέδηντο

  115 παλλόμεναι κραδίην, μοῦνον δ᾽ ἄρα χερσὶ θοῇσιν

  αἰδῶ ἀπεκρύψαντο δυσάμμοροι: αἱ δ᾽ ἀλεγεινῶς

  ἐκ κεφαλῆς τίλλοντο κόμην καὶ στήθεα χερσὶ

  θεινόμεναι γοάασκον ἄδην: ἕτεραι δὲ κυδοιμὸν

  δυσμενέων ἔτλησαν ἐναντίον, ἐκ δ᾽ ἐλάθοντο

  120 δείματος, ὀλλυμένοισιν ἀρηγέμεναι μεμαυῖαι

  ἀνδράσιν ἢ τεκέεσσιν, ἐπεὶ μέγα θάρσος ἀνάγκη

  ὤπασεν. οἰμωγὴ δ᾽ ἀταλάφρονας ἔκβαλεν ὕπνου

  νηπιάχους, τῶν οὔπω ἐπίστατο κήδεα θυμός:

  ἄλλοι δ᾽ ἀμφ᾽ ἄλλοισιν ἀπέπνεον: οἱ δ᾽ ἐπέχυντο

  125 πότμον ὁμῶς ὁρόωντες ὀνείρασιν: ἀμφὶ δὲ λυγραὶ

  κῆρες ὀϊζυρῶς ἐπεγήθεον ἀλλυμένοισιν.

  οἱ δ᾽ ὡς ἀφνειοῖο σύες κατὰ δώματ᾽ ἄνακτος

  εἰλαπίνην λαοῖσιν ἀπείριτον ἐντύνοντος

  μυρίοι ἐκτείνοντο: λυγρῷ δ᾽ ἀνεμίσγετο λύθρῳ

  130 οἶνος ἔτ᾽ ἐν κρητῆρσι λελειμμένος: οὐδέ τις ἦεν,

 

‹ Prev