Delphi Complete Works of Quintus Smyrnaeus
Page 72
ὅς κεν ἄνευθε φόνοιο φέρε στονόεντα σίδηρον,
οὐδ᾽ εἴ τις μαλ᾽ ἄναλκις ἔην: ὀλέκοντο δὲ Τρῶες.
ὡς δ᾽ ὑπὸ θώεσι μῆλα δαΐζεται ἠὲ λύκοισι
καύματος ἐσσυμένοιο δυσαέος ἤματι μέσσῳ
135 ποιμένος οὐ παρεόντος, ὅτε σκιερῷ ἐνὶ χώρῳ
ἰλαδὸν ἀλλήλοισιν ὁμῶς συναρηρότα πάντα
μίμνωσιν, κείνοιο γλάγος ποτὶ σῶμα φέροντος,
νηδύα πλησάμενοι πολυχανδέα πάντ᾽ ἐπιόντες
αἷμα μέλαν πίνουσιν, ἅπαν δ᾽ ὀλέκουσι μένοντες
140 πῶϋ, κακὴν δ᾽ ἄρα δαῖτα λυγρῷ τεύχουσι νομῆι:
ὣς Δαναοὶ Πριάμοιο κατὰ πτόλιν ἄλλον ἐπ᾽ ἄλλῳ
κτεῖνον ἐπεσσύμενοι πυμάτην ἀνὰ δηϊοτῆτα:
οὐδ᾽ ἄρ᾽ ἔην Τρώων τις ἀνούτατος, ἀλλ᾽ ἅμα πάντων
γναμπτὰ μέλη πεπάλακτο μελαινόμεν᾽ αἵματι πολλῷ.
145 οὐδὲ μὲν Ἀργείοισιν ἀνούτατος ἔπλετο δῆρις,
ἀλλ᾽ οἱ μὲν δεπάεσσι τετυμμένοι, οἱ δὲ τραπέζαις,
οἱ δ᾽ ἔτι καιομένοισιν ἐπ᾽ ἐσχαρεῶνι τυπέντες
δαλοῖς, οἱ δ᾽ ὀβελοῖσι πεπαρμένοι ἐκπνείεσκον,
οἷς ἔτι που καὶ σπλάγχνα συῶν περὶ θερμὰ λέλειπτο
150 Ἡφαίστου μαλεροῖο περιζείοντος ἀϋτμῇ:
ἄλλοι δ᾽ αὖ πελέκεσσι καὶ ἀξίνῃσι θοῇσιν
ἤσπαιρον δμηθέντες ἐν αἵματι: τῶν δ᾽ ἀπὸ χειρῶν
δάκτυλοι ἐτμήθησαν, ἐπὶ ξίφος εὖτε βάλοντο
χεῖρας ἐελδόμενοι στυγερὰς ἀπὸ Κῆρας ἀμύνειν:
155 καί πού τις βρεχμόν τε καὶ ἐγκέφαλον συνέχευε
λᾶα βαλὼν ἑτάροιο κατὰ μόθον: οἱ δ᾽ ἅτε θῆρες
οὐτάμενοι σταθμοῖς ἔνι ποιμένος ἀγραύλοιο
ἀργαλέως μαίνοντο διεγρομένοιο χόλοιο
νύχθ᾽ ὑπὸ λευγαλέην: μέγα δ᾽ ἰσχανόωντες Ἄρηος
160 ἀμφὶ δόμους Πριάμοιο κυδοίμεον ἄλλοθεν ἄλλον
σεύοντες, πολλοὶ δὲ καὶ ἐγχείῃσι δάμησαν
Ἀργείων: Τρῶες γὰρ ὅσοι φθάσαν ἐν μεγάροισιν
ἢ ξίφος ἢ δόρυ μακρὸν ἑῇς ἀνὰ χερσὶν ἀεῖραι,
δυσμενέας δάμναντο καὶ ὡς βεβαρηότες οἴνῳ.
165 αἴγλη δ᾽ ἄσπετος ὦρτο δι᾽ ἄστεος, οὕνεκ᾽ Ἀχαιῶν
πολλοὶ ἔχον χείρεσσι πυρὸς σέλας, ὄφρ᾽ ἀνὰ δῆριν
δυσμενέας τε φίλους τε μάλ᾽ ἀτρεκέως ὁρόωσι.
καὶ τότε Τυδέος υἱὸς ἀνὰ μόθον ἀντιόωντα
αἰχμητῆρα Κόροιβον ἀγανοῦ Μύγδονος υἷα
170 ἐγχείῃ κοίλοιο διὰ στομάχοιο πέρησεν,
ᾗχι θοαὶ πόσιός τε καὶ εἴδατός εἰσι κέλευθοι.
καὶ τὸν μὲν περὶ δουρὶ μέλας ἐκιχήσατο πότμος:
κάππεσε δ᾽ ἐς μέλαν αἷμα καὶ ἄλλων ἔθνεα νεκρῶν,
νήπιος, οὐδ᾽ ἀπόνητο γάμων, ὧν οὕνεχ᾽ ἵκανε
175 χθιζὸς ὑπὸ Πριάμοιο πόλιν καὶ ὑπέσχετ᾽ Ἀχαιοὺς
Ἰλίου ἂψ ὦσαι: τῷ δ᾽ οὐ θεὸς ἐξετέλεσσεν
ἐλπωρήν: κῆρες γὰρ ἐπιπροέηκαν ὄλεθρον.
σὐν δέ οἱ Εὐρυδάμαντα κατέκτανεν ἀντιόωντα
γαμβρὸν ἐϋμμελίην Ἀντήνορος, ὅς ῥα μάλιστα
180 θυμὸν ἐνὶ Τρώεσσι σαοφροσύνῃσι κέκαστο.
ἔνθα καὶ Ἰλιονῆι συνήντετο δημογέροντι,
καί οἱ ἔπι ξίφος αἰνὸν ἐρύσσατο: τοῦ δ᾽ ἄρα πάγχυ
γηραλέου κλάσθησαν ἄδην ἐπὶ σώματι γυῖα:
καί ῥα περιτρομέων ἅμα χείρεσιν ἀμφοτέρῃσι
185 τῇ μὲν ἄορ συνέδραξε θοόν, τῇ δ᾽ ἥψατο γούνων
ἀνδροφόνου ἥρωος: ὁ δ᾽ ἐς μόθον ἐσσύμενός περ
ἢ χόλου ἀμβολίῃ, ἢ καὶ θεοῦ ὀτρύνοντος,
βαιὸν ἀπέσχε γέροντος ἑὸν ξίφος, ὄφρα τι εἴπῃ
λισσόμενος θοὸν ἄνδρα καὶ ὄβριμον: ὃς δ᾽ ἀλεγεινὸν
190 ἴαχεν ἐσσυμένως: στυγερὸν δέ μιν ἄμφεχε δεῖμα:
‘γουνοῦμαί σ᾽, ὅτις ἐσσὶ πολυσθενέων Ἀργείων,
αἴδεσαι ἀμφιπεσόντος ἐμὰς χέρας, ἀργαλέου τε
λῆγε χόλου: καὶ γάρ ῥα πέλει μακρὸν ἀνέρι κῦδος
ἄνδρα νέον κτείναντι καὶ ὄβριμον: ἢν δὲ γέροντα
195 κτείνῃς, οὔ νύ τοι αἶνος ἐφέψεται εἵνεκεν ἀλκῆς:
τοὔνεκ᾽ ἐμεῦ ἄπο νόσφιν ἐς αἰζηοὺς τρέπε χεῖρας
ἐλπόμενός ποτε γῆρας ὁμοίιον εἰσαφικέσθαι.’
ὣς φάμενον προσέειπε κραταιοῦ Τυδέος υἱός:
‘ὦ γέρον, ἔλπομ᾽ ἔγωγ᾽ ἐσθλόν ποτὶ γῆρας ἱκέσθαι:
200 ἀλλά μοι ἕως ἔτι κάρτος ἀέξεται, οὔτιν᾽ ἐάσω
ἐχθρὸν ἐμῆς κεφαλῆς, ἀλλ᾽ Ἄϊδι πάντας ἰάψω,
οὕνεκ᾽ ἄρ᾽ ἐσθλὸς ἀνὴρ ὃς δήϊον ἄνδρ᾽ ἀπαμύνει.’
ὣς εἰπὼν λαιμοῖο διήλασε λοίγιον ἆορ
δεινὸς ἀνήρ: ἴθυνε δ᾽ ὅπῃ θνητοῖς ἐπὶ πότμον
205 ψυχῆς εἰσι τάχιστα καὶ αἵματος αἰνὰ κέλευθα:
καὶ τὸν μὲν μόρος αἰνὸς ὑπέκλασε δῃωθέντα
Τυδείδαο χέρεσσιν. ὁ δ᾽ εἰσέτι Τρῶας ἐναίρων
ἔσσυτ᾽ ἀνὰ πτολίεθρον ἐῷ μέτα κάρτεϊ θύων:
δάμνατο δ᾽ ἠῢν Ἄβαντα: βάλεν δ᾽ ὑπὸ δούρατι μακρῷ
210 υἷα Περιμνήστοιο περικλυτὸν Εὐρυκόωντα.
Αἴας δ᾽ Ἀμφιμέδοντα, Δαμαστορίδην δ᾽ Ἀγαμέμνων,
Ἰδομενεῦς δὲ Μίμαντα, Μέγης δ᾽ ἕλε Δηιοπίτην.
υἱὸς δ᾽ αὖτ᾽ Ἀχιλῆος ἀμαιμακέτῳ ὑπὸ δουρὶ
Πάμμονα δῖον ὄλεσσε, βάλεν δ᾽ ἐπιόντα Πο�
�ίτην,
215 ἀντίφονόν τ᾽ ἐπὶ τοῖσι κατέκτανε, τοὺς ἅμα πάντας
υἱῆας Πριάμοιο: καὶ ἀντιόωντ᾽ ἀνὰ δῆριν
δάμνατ᾽ Ἀγήνορα δῖον: ἐπ᾽ ἄλλῳ δ᾽ ἄλλον ἔπεφνεν
ἡρώων: πάντῃ δὲ μέλας ἀνεφαίνετ᾽ ὄλεθρος
ὀλλυμένων: ὁ δὲ πατρός ἑοῦ καταειμένος ἀλκὴν
220 μαιμώων ἐδάϊζεν ὅσους κίχεν. ἐν δὲ καὶ αὐτῷ
δυσμενέων βασιλῆι κακὰ φρονέων ἐνέκυρσεν
ἑρκείου ποτὶ βωμόν: ὁ δ᾽ ὡς ἴδεν υἰ̔̂ Ἀχιλῆος,
ἔγνω ἄφαρ τὸν ἐόντα καὶ οὐ τρέσεν, οὕνεκ᾽ ἄρ᾽ αὐτὸς
θυμὸν ἐέλδετο παισὶν ἐπὶ σφετέροισιν ὀλέσσαι:
225 τοὔνεκά μιν προσέειπε λιλαιόμενος θανέεσθαι:
‘ὦ τέκος ὀβριμόθυμον ἐϋπτολέμου Ἀχιλῆος,
κτεῖνον, μηδ᾽ ἐλέαιρε δυσάμμορον: οὐ γὰρ ἔγωγε
τοῖα παθὼν καὶ τόσσα λιλαίομαι εἰσοράασθαι
ἠελίοιο φάος πανδερκέος, ἀλλά που ἤδη
230 φθεῖσθαι ὁμῶς τεκέεσσι καὶ ἐκλελαθέσθαι ἀνίης
λευγαλέης, ὁμάδου τε δυσηχέος. ὡς ὄφελόν με
σεῖο πατὴρ κατέπεφνε, πρὶν αἰθομένην ἐσιδέσθαι
Ἴλιον, ὁππότ᾽ ἄποινα περὶ κταμένοιο φέρεσκον
Ἕκτορος, ὅν μοι ἔπεφνε πατὴρ τεός: ἀλλὰ τὸ μέν που
235 κῆρες ἐπεκλώσαντο: σὺ δ᾽ ἡμετέροιο φόνοιο
ἄασον ὄβριμον ἦτορ, ὅπως λελάθωμ᾽ ὀδυνάων.’
ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός:
‘ὧ γέρον, ἐμμεμαῶτα καὶ ἐσσύμενόν περ ἀνώγεις:
οὐ γάρ σ᾽ ἐχθρὸν ἐόντα μετὰ ζωοῖσιν ἐάσω:
240 οὐ γάρ τι ψυχῆς πέλει ἀνδράσι φίλτερον ἄλλο.’
ὣς εἰπὼν: ἀπέκοψε κάρην πολιοῖο γέροντος
ῥηιδίως, ὡς εἴ τις ἀπὸ στάχυν ἀμήσηται
ληίου ἀζαλέοιο θέρευς εὐθαλπέος ὥρῃ.
ἡ δὲ μέγα μύζουσα κυλίνδετο πολλὸν ἐπ᾽ αἶαν
245 νόσφ᾽ ἄλλων μελέων, ὁπόσοις ἐγκίνυται ἀνήρ:
κεῖτο δ᾽ ἄρ᾽ ἐς μέλαν αἷμα καὶ εἰς ἑτέρων φόνον ἀνδρῶν
ὄλβῳ καὶ γενεῇ καὶ ἀπειρεσίοις τεκέεσσιν:
οὐ γὰρ δὴν ἐπὶ κῦδος ἀέξεται ἀνθρώποτσιν,
ἀλλ᾽ ἄρα που καὶ ὄνειδος ἐπέσσυται ἀπροτίοπτον:
250 καὶ τὸν μὲν πότμος εἶλε: κακῶν δ᾽ ὅ γε λήσατο πάντων.
οἱ δὲ καὶ Ἀστυάνακτα βάλου Δαναοὶ ταχύπωλοι
πύργου ἀφ᾽ ὑψηλοῖο, φίλου δέ οἱ ἦτορ ὄλεσσαν
μητρὸς ἀφαρπάξαντες ἐν ἀγκοίνῃσιν ἐόντα
ἕστορι χωόμενοι, ἐπεὶ ἦ σφισι πῆμα κόρυσσε
255 ζωὸς ἐών: τῷ καί οἱ ἀπηχθήραντο γενέθλην,
καί οἱ παῖδ᾽ ἐβάλοντο καθ᾽ ἕρκεος αἰπεινοῖο,
νήπιον, οὔπω δῆριν ἐπιστάμενον πολέμοιο.
ἠΰτε πόρτιν ὄρεσφι λύκοι χατέοντες ἐδωδῆς
κρημνὸν ἐς ἠχήεντα κακοφραδίῃσι βάλωνται
260 μητρὸς ἀποτμήξαντες ἐϋγλαγέων ἀπὸ μαζῶν,
ἡ δὲ θέῃ γοόωσα φίλον τέκος ἔνθα καὶ ἔνθα
μακρὰ κινυρομένη, τῇ δ᾽ ἐξόπιθεν κακόν ἄλλο
ἔλθῃ, ἐπεί ἑ λέοντες ἀναρπάξωσι καὶ αὐτήν:
ὣς τὴν ἀσχαλόωσαν ἄδην περὶ παιδὸς ἑοῖο
265 ἦγον δήϊοι ἄνδρες ἅμ᾽ ἄλλῃς ληιάδεσσι
κούρην Ἠετίωνος ἀμύμονος αἰνὰ βοῶσαν.
ἡ δ᾽ ἄρα παιδὸς ἑοῖο καὶ ἀνέρος ἠδὲ τοκῆος
μνησαμένη φόνον αἰνὸν ἐΰσφυρος Ἠετιώνη
ὥρμηνεν θανέεσθαι, ἐπεὶ βασιλεῦσιν ἄμεινον
270 τεθνάμεν ἐν πολέμῳ ἢ χείροσιν ἀμφιπολεύειν:
καί ῥ᾽ ὀλοφυδνὸν ἄϋσε μέγ᾽ ἀχνυμένη κέαρ ἔνδον:
‘εἰ δ᾽ ἄγε νῦν καὶ ἐμεῖο δέμας κατὰ τείχεος αἰνοῦ
ἢ κατὰ πετράων ἢ ἔσω πυρὸς αἶψα βάλεσθε,
Ἀργεῖοι: μάλα γάρ μοι ἀάσπετα πήματ᾽ ἔασι:
275 καὶ γάρ μευ πατέρ᾽ ἐδθλὸν ἐνήρατο Πηλέος υἱὸς
Θήβῃ ἐνὶ ζαθέῃ, Τροίῃ δ᾽ ἔνι φαίδιμον ἄνδρα,
ὅς μοι ἔην μάλα πάντα, τά τ᾽ ἔλδετο θυμὸς ἐμεῖο:
καί μοι κάλλιπε τυτθὸν ἐνὶ μεγάροις ἔτι παῖδα,
ᾧ ἔτι κυδιάασκον ἀπείριτον, ᾧ ἔτι πολλὰ
280 ἐλπομένην ἀπάφησε κακὴ καὶ ἀτάσθαλος Αἶσα.
τῷ νύ μ᾽ ἀκηχεμένην πολυτειρέος ἐκ βιότοιο
νοσφίσατ᾽ ἐσσυμένως, μηδ᾽ εἰς ἑὰ δώματ᾽ ἄγεσθε
μίγδα δορυκτήτοισιν, ἐπεί νύ μοι οὐκέτι θυμῷ
εὔαδεν ἀνθρώποισι μετέμμεναι, οὕνεκα δαίμων
285 κηδεμονῆας ὄλεσσεν: ἄχος δέ με δέχνυται αἰνὸν
ἐκ Τρώων στυγεροῖσιν ἐπ᾽ ἄλγεσιν οἰωθεῖσαν.’
ἦ ῥα λιλαιομένη χθόνα δύμεναι: οὐ γὰρ ἔοικε
ζωέμεναι κείνοισιν, ὅσων μέγα κῦδος ὄνειδος
ἀμφιχάνῃ: δεινὸν γὰρ ὑπόψιον ἔμμεναι ἄλλων.
290 οἱ δὲ βίῃ ἀέκουσαν ἄγον ποτὶ δούλιον ἦμαρ.
ἄλλοι δ᾽ αὖτ᾽ ἄλλοις ἐν δώμασι θυμὸν ἔλειπον
ἀνέρες: ἐν δ᾽ ἄρα τοῖσι βοὴ πολύδακρυς ὀρώρει:
ἀλλ᾽ οὐκ ἐν μεγάροις Ἀντήνορος, οὕνεκ᾽ ἄρ᾽ αὐτοῦ
Ἀργεῖοι μνήσαντο φιλοξενίης ἐρατεινῆς,
295 ὡς ξείνισσε πάροιθε κατὰ πτόλιν ἠδ᾽ ἐσάωσεν
ἰσόθεον Μενέλαον ὁμῶς Ὀδυσῆι μολόντα:
τῷ δ᾽ ἐπίηρα φέροντες Ἀχαιῶν φέρτατοι υἷες
αὐτὸν μὲν ζώοντα λίπον καὶ κτῆσιν ἔασαν
καὶ Θέμιν ἁζόμενοι πανδερκέα καὶ φί�
�ον ἄνδρα.
300 καὶ τότε δὴ πάϊς ἐσθλὸς ἀμύμονος Ἀγχίσαο
πολλὰ καμὼν περὶ ἄστυ θεηγενέος Πριάμοιο
δουρὶ καὶ ἠνορέῃ, πολλῶν δ᾽ ἀπὸ θυμὸν ὀλέσσας,
ὡς ἴδε δυσμενέων ὑπὸ χείρεσι λευγαλέῃσιν
αἰθόμενον πτολίεθρον, ἀπολλυμένους θ᾽ ἅμα λαοὺς
305 πανσυδίῃ, καὶ κτῆσιν ἀπείριτον. ἔκ τε μελάθρων
ἑλκομένας ἀλόχους ἅμα παίδεσιν, οὐκέτ᾽ ἄρ᾽ αὐτοῦ
ἐλπωρὴν ἔχε θυμὸς ἰδεῖν εὐτειχέα πάτρην,
ἀλλά οἱ ὁρμαίνεσκε νόος μέγα πῆμ᾽ ὑπαλύξαι.
ὡς δ᾽ ὅθ᾽ ἁλὸς κατὰ βένθος ἀνὴρ οἰήϊα νωμῶν
310 νηὸς ἐπισταμένως ἄνεμον καὶ κῦμ᾽ ἀλεείνων
πάντοθεν ἐσσύμενον στυγερῇ ὑπὸ χείματος ὥρῃ
χεῖρα κάμῃ καὶ θυμόν, ὑποβρυχίης δ᾽ ἄρα νηὸς
ὀλλυμένης ἀπάνευθε λιπὼν οἰήϊα μοῦνα
τυτθόν ἐπὶ σκάφος εἶσι, μέλει δέ οἱ οὐκέτι νηὸς
315 φορτίδος: ὣς πάϊς ἐσθλὸς ἐΰφρονος Ἀγχίσαο,
ἄστυ λιπὼν δηΐοισι καταιθόμενον πυρὶ πολλῷ,
υἱέα καὶ πατέρα σφὸν ἀναρπάξας φορέεσκε,
τὸν μέν ἐπὶ πλατὺν ὦμον ἐφεσσάμενος κρατερῇσι
χερσὶ πολυτλήτῳ ὑπὸ γήραϊ μοχθίζοντα,
320 τὸν δ᾽ ἁπαλῆς ἅμα χειρὸς ἐπιψαύοντα πόδεσσι
γαίης: οὐλομένου τε φοβεύμενον ἔργα μόθοιο
ἐξῆγεν πολέμοιο δυσηχέος: ὃς δ᾽ ὑπ᾽ ἀνάγκης
ἐκρέματ᾽ ἐμπεφυὼς ἀταλὸς πάϊς: ἀμφὶ δέ δάκρυ: