Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)

Home > Literature > Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) > Page 41
Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) Page 41

by Aeschylus


  τοῦ Σησάμα τοῦ Μεγαβάτα,

  Πάρθον τε μέγαν τ’ Οἰβάρην

   985 ἔλιπες ἔλιπες; ὢ ὢ ‹ὢ› δᾴων.

  Πέρσαις ἀγαυοῖς κακὰ πρόκακα λέγεις.

  ΞΕ. ἴυγγά μοι δῆτ’   [ἀντ. γ.

  ἀγαθῶν ἑτάρων ὑπορίνεις,

   990 ‹ἄλαστ’› ἄλαστα στυγνὰ πρόκακα λέγων.

  βοᾷ βοᾷ ‹μοι› μελέων ἔντοσθεν ἦτορ.

  ΧΟ. καὶ μὴν ἄλλους γε ποθοῦμεν,

  Μάρδων ἀνδρῶν μυριοταγὸν

  Ξάνθην, Ἀρίων τ’ Ἀγχάρην,

   995 Δίαιξίν τ’ ἠδ’ Ἀρσάκην

  ἱππιάνακτας,

  κἠγδαδάταν καὶ Λυθίμναν

  Τόλμον τ’ αἰχμᾶς ἀκόρεστον.

  1000 ἔταφον ἔταφον, οὐκ ἀμφὶ σκηναῖς

  τροχηλάτοις, ‹οὐκ› ὄπιθεν ἑπομένους.

  ΞΕ. βεβᾶσι γὰρ τοίπερ ἀγρέται στρατοῦ.   [στρ. δ.

  ΧΟ. βεβᾶσιν, οἴ, νώνυμοι.

  ΞΕ. ἰὴ ἰή, ἰὼ ἰώ.

  1005 ΧΟ. ἰὼ ἰώ, δαίμονες,

  ἔθεσθ’ ἄελπτον κακὸν

  διαπρέπον, οἷον δέδορκεν Ἄτα.

  ΞΕ. πεπλήγμεθ’ οἵᾳ δι’ αἰῶνος τύχᾳ·   ἀντ. δ.[

  ΧΟ. πεπλήγμεθ’· εὔδηλα γάρ·

  1010 ΞΕ. νέᾳ νέᾳ δύᾳ δύᾳ·

  ΧΟ. Ἰαόνων ναυβατᾶν

  κύρσαντες οὐκ εὐτυχῶς.

  δυσπόλεμον δὴ γένος τὸ Περσᾶν.

  1014 ΞΕ. πῶς δ’ οὔ; στρατὸν μὲν τοσοῦτον τάλας πέπληγμαι.  [στρ. ε.

  ΧΟ. τί δ’ οὐκ ὄλωλεν, μεγάλατε, Περσᾶν;

  ΞΕ. ὁρᾷς τὸ λοιπὸν τόδε τᾶς ἐμᾶς στολᾶς;

  ΧΟ. ὁρῶ ὁρῶ.

  1020 ΞΕ. τόνδε τ’ ὀιστοδέγμονα -

  ΧΟ. τί τόδε λέγεις σεσωμένον;

  ΞΕ. θησαυρὸν βελέεσσιν.

  ΧΟ. βαιά γ’ ὡς ἀπὸ πολλῶν.

  ΞΕ. ἐσπανίσμεθ’ ἀρωγῶν.

  1025 ΧΟ. Ἰάνων λαὸς οὐ φυγαίχμας.

  ΞΕ. ἄγαν ἄρειος· κατεῖδον δὲ πῆμ’ ἄελπτον.   [ἀντ. ε.

  ΧΟ. τραπέντα ναύφρακτον ἐρεῖς ὅμιλον;

  1030 ΞΕ. πέπλον δ’ ἐπέρρηξ’ ἐπὶ συμφορᾷ κακοῦ.

  ΧΟ. παπαῖ παπαῖ.

  ΞΕ. καὶ πλέον ἢ παπαῖ μὲν οὖν.

  ΧΟ. δίδυμα γάρ ἐστι καὶ τριπλᾶ -

  ΞΕ. λυπρά, χάρματα δ’ ἐχθροῖς.

  1035 ΧΟ. καὶ σθένος γ’ ἐκολούθη -

  ΞΕ. γυμνός εἰμι προπομπῶν.

  ΧΟ. φίλων ἄταισι ποντίαισιν.

  ΞΕ. δίαινε δίαινε πῆμα· πρὸς δόμους δ’ ἴθι.   [στρ. ζ.

  ΧΟ. διαίνομαι γοεδνὸς ὤν.

  1040 ΞΕ. βόα νυν ἀντίδουπά μοι.

  ΧΟ. δόσιν κακὰν κακῶν κακοῖς.

  ΞΕ. ἴυζε μέλος ὁμοῦ τιθείς.

  ΧΟ. ὀτοτοτοτοῖ.

  βαρεῖά γ’ ἅδε συμφορά.

  1045 οἴ, μάλα καὶ τόδ’ ἀλγῶ.

  ΞΕ. ἔρεσσ’ ἔρεσσε καὶ στέναζ’ ἐμὴν χάριν.   [ἀντ. ζ.

  ΧΟ. αἰαῖ αἰαῖ, δύα δύα.

  ΞΕ. βόα νυν ἀντίδουπά μοι.

  ΧΟ. μέλειν πάρεστι, δέσποτα.

  1050 ΞΕ. ἐπορθίαζέ νυν γόοις.

  ΧΟ. ὀτοτοτοτοῖ.

  μέλαινα δ’ ἀμμεμείξεται,

  οἴ, στονόεσσα πλαγά.

  ΞΕ. καὶ στέρν’ ἄρασσε κἀπιβόα τὸ Μύσιον.   [στρ. η.

  1055 ΧΟ. ἀνία, ἀνία.

  ΞΕ. καί μοι γενείου πέρθε λευκήρη τρίχα.

  ΧΟ. ἄπριγδ’ ἄπριγδα μάλα γοεδνά.

  ΞΕ. ἀύτει δ’ ὀξύ.

  ΧΟ. καὶ τάδ’ ἔρξω.

  1060 ΞΕ. πέπλον δ’ ἔρεικε κολπίαν ἀκμῇ χερῶν.   [ἀντ. η.

  ΧΟ. ἀνία, ἀνία.

  ΞΕ. καὶ ψάλλ’ ἔθειραν καὶ κατοίκτισαι στρατόν.

  ΧΟ. ἄπριγδ’ ἄπριγδα μάλα γοεδνά.

  ΞΕ. διαίνου δ’ ὄσσε.

  1065 ΧΟ. τέγγομαί τοι.

  ΞΕ. βόα νυν ἀντίδουπά μοι.   [ἐπῳδός.

  ΧΟ. οἰοῖ οἰοῖ.

  ΞΕ. αἰακτὸς ἐς δόμους κίε.

  1070 ΧΟ. ἰὼ ἰώ [Περσὶς αἶα δύσβατος.]

  ΞΕ. ἰωὰ δὴ κατ’ ἄστυ.

  ΧΟ. ἰωὰ δῆτα, ναὶ ναί.

  ΞΕ. γοᾶσθ’ ἁβροβάται.

  ΧΟ. ἰὼ ἰώ, Περσὶς αἶα δύσβατος.

  1075 ΞΕ. ἠὴ ἠή, τρισκάλμοισιν,

  ἠὴ ἠή, βάρισιν ὀλόμενοι.

  ΧΟ. πέμψω τοί σε δυσθρόοις γόοις.

  Ἑπτὰ επὶ Θῆβας – SEVEN AGAINST THEBES

  ΕΤΕΟΚΛΗΣ

  Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια

  ὅστις φυλάσσει πρᾶγος ἐν πρύμνῃ πόλεως

  οἴακα νωμῶν, βλέφαρα μὴ κοιμῶν ὕπνῳ.

  εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ·

    5 εἰ δ’ αὖθ’, ὃ μὴ γένοιτο, συμφορὰ τύχοι,

  Ἐτεοκλέης ἂν εἷς πολὺς κατὰ πτόλιν

  ὑμνοῖθ’ ὑπ’ ἀστῶν φροιμίοις πολυρρόθοις

  οἰμώγμασίν θ’ - ὧν Ζεὺς Ἀλεξητήριος

  ἐπώνυμος γένοιτο Καδμείων πόλει.

    10 ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντ’ ἔτι

  ἥβης ἀκμαίας καὶ τὸν ἔξηβον χρόνῳ,

  ὥραν τ’ ἔχονθ’ ἕκαστον, ὥς τε συμπρεπὲς

  βλαστημὸν ἀλδαίνοντα σώματος πολύν,

  πόλει τ’ ἀρήγειν καὶ θεῶν ἐγχωρίων

    15 βωμοῖσι, τιμὰς μὴ ‘ξαλειφθῆναί ποτε,

  τέκνοις τε, Γῇ τε μητρί, φιλτάτῃ τροφῷ·

  ἡ γὰρ νέους ἕρποντας εὐμενεῖ πέδῳ,

  ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον,

  ἐθρέψατ’ οἰκητῆρας ἀσπιδηφόρους,

    20 πλείους ὅπως γένοισθε πρὸς χρέος τόδε.

  καὶ νῦν μὲν ἐς τόδ’ ἦμαρ εὖ ῥέπει θεός·

  χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοιςr />
  καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ.

  νῦν δ’ ὡς ὁ μάντις φησίν, οἰωνῶν βοτήρ,

    25 ἐν ὠσὶ νωμῶν καὶ φρεσίν, πυρὸς δίχα,

  χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ·

  οὗτος τοιῶνδε δεσπότης μαντευμάτων

  λέγει μεγίστην προσβολὴν Ἀχαιίδα

  νυκτηγορεῖσθαι κἀπιβούλευσιν πόλει.

    30 ἀλλ’ ἔς τ’ ἐπάλξεις καὶ πύλας πυργωμάτων

  ὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ,

  πληροῦτε θωρακεῖα, κἀπὶ σέλμασιν

  πύργων στάθητε, καὶ πυλῶν ἐπ’ ἐξόδοις

  μίμνοντες εὖ θαρσεῖτε, μηδ’ ἐπηλύδων

    35 ταρβεῖτ’ ἄγαν ὅμιλον· εὖ τελεῖ θεός.

  σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦ

  ἔπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ·

  καὶ τῶνδ’ ἀκούσας οὔ τι μὴ ληφθῶ δόλῳ.

  ΑΓΓΕΛΟΣ ΚΑΤΑΣΚΟΠΟΣ

  Ἐτεόκλεες, φέριστε Καδμείων ἄναξ,

    40 ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων,

  αὐτὸς κατόπτης δ’ εἴμ’ ἐγὼ τῶν πραγμάτων·

  ἄνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται,

  ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος

  καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου,

    45 Ἄρη τ’, Ἐνυώ, καὶ φιλαίματον Φόβον

  ὡρκωμότησαν ἢ πόλει κατασκαφὰς

  θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ,

  ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ·

  μνημεῖά θ’ αὑτῶν τοῖς τεκοῦσιν ἐς δόμους

    50 πρὸς ἅρμ’ Ἀδράστου χερσὶν ἔστεφον, δάκρυ

  λείβοντες· οἶκτος δ’ οὔτις ἦν διὰ στόμα.

  σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων

  ἔπνει, λεόντων ὣς Ἄρη δεδορκότων.

  καὶ τῶνδε πύστις οὐκ ὄκνῳ χρονίζεται.

    55 κληρουμένους δ’ ἔλειπον, ὡς πάλῳ λαχὼν

  ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον.

  πρὸς ταῦτ’ ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως

  πυλῶν ἐπ’ ἐξόδοισι τάγευσαι τάχος·

  ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς

    60 χωρεῖ, κονίει, πεδία δ’ ἀργηστὴς ἀφρὸς

  χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων.

  σὺ δ’ ὥστε ναὸς κεδνὸς οἰακοστρόφος

  φράξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰς

  Ἄρεως· βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ·

    65 καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ·

  κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον

  ὀφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγου

  εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσῃ.

  Ετ. ὦ Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί,

    70 Ἀρά τ’ Ἐρινὺς πατρὸς ἡ μεγασθενής,

  μή μοι πόλιν γε πρυμνόθεν πανώλεθρον

  ἐκθαμνίσητε δῃάλωτον, Ἑλλάδος

  φθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους·

  ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν

    75 ζεύγλῃσι δουλίῃσι μήποτε σχεθεῖν·

  γένεσθε δ’ ἀλκή· ξυνὰ δ’ ἐλπίζω λέγειν·

  πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.

  ΧΟΡΟΣ

  - θρεῦμαι φοβερὰ μεγάλ’ ἄχη·

  μεθεῖται στρατὸς στρατόπεδον λιπών·

    80 ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας·

  αἰθερία κόνις με πείθει φανεῖσ’,

  ἄναυδος σαφὴς ἔτυμος ἄγγελος,

  ἕλε δὲ γᾶς ἐμᾶς πεδί’· ὁπλῶν κτύπος,

  ἒ ἕ, χρίμπτεται.

  (βοᾷ)

    85 - ποτᾶται, βρέμει δ’

  ἀμαχέτου δίκαν ὕδατος ὀροτύπου.

  ἰώ,

  - ἰὼ ἰὼ θεοὶ θεαί τ’, ὀρόμενον

  κακὸν ἀλεύσατε.

  (βοᾷ)

  - ὑπὲρ τειχέων

  ὁ λεύκασπις ὄρνυται λαὸς εὐ-

  τρεπὴς ἐπὶ πόλιν διώκων ‹πόδα.›

  - τίς ἄρα ῥύσεται, τίς ἄρ’ ἐπαρκέσει

  θεῶν ἢ θεᾶν;

    95 πότερα δῆτ’ ἐγὼ ‹πάτρια› προσπέσω

  βρέτη δαιμόνων;

  - ἰώ, μάκαρες εὔεδροι·

  ἀκμάζει βρετέων ἔχεσθαι· τί μέλ-

  λομεν ἀγάστονοι;

   100 - ἀκούετ’ ἢ οὐκ ἀκούετ’ ἀσπίδων κτύπον;

  - πέπλων καὶ στεφέων πότ’ εἰ μὴ νῦν ἀμ-

  φὶ λιτάν’ ἕξομεν;

  - κτύπον δέδοικα· πάταγος οὐχ ἑνὸς δορός.

  - τί ῥέξεις; προδώσεις, παλαίχθων

   105 Ἄρης, τὰν τεάν;

  - ὦ χρυσοπήληξ δαῖμον, ἔπιδ’ ἔπιδε πόλιν

  ἅν ποτ’ εὐφιλήταν ἔθου.

  - θεοὶ πολιάοχοι χθονὸς ἴτ’, ἴτε, πάντες.   [στρ. α.

   110 ἴδετε παρθένων

  ἱκέσιον λόχον δουλοσύνας ὕπερ.

  κῦμα περὶ πτόλιν δοχμολόφων ἀνδρῶν

   115 καχλάζει πνοαῖς Ἄρεος ὀρόμενον.

  ἀλλ’, ὦ Ζεῦ ‹φεῦ φεῦ› πάτερ παντελές,

  πάντως ἄρηξον δαΐων ἅλωσιν.

   120 Ἀργέϊοι γὰρ πόλισμα Κάδμου

  κυκλοῦνται· φόβος δ’ ἀρείων ὅπλων.

  διὰ δέ τοι γενύων ἱππίων

  κινύρονται φόνον χαλινοί.

  ἑπτὰ δ’ ἀγήνορες πρέποντες στρατοῦ

   125 δορυσσοῖς σαγαῖς

  πύλαις ἑβδόμαις προσίστανται πάλῳ λαχόντες.

  σύ τ’, ὦ Διογενὲς φιλόμαχον κράτος,   [ἀντ. α.

  ῥυσίπολις γενοῦ,

   130
Παλλάς, ὅ θ’ ἵππιος ποντομέδων ἄναξ

  ἰχθυβόλῳ μαχανᾷ Ποσειδάν,

  ἐπίλυσιν φόβων, ἐπίλυσιν δίδου.

   135 σύ τ’, Ἄρης, φεῦ, φεῦ, πόλιν ἐπώνυμον

  Κάδμου φύλαξον κήδεσαί τ’ ἐναργῶς.

   140 καὶ Κύπρις, ἅτ’ εἶ γένους προμάτωρ,

  ἄλευσον· σέθεν γὰρ ἐξ αἵματος

  γεγόναμεν· λιταῖς [σε] θεοκλύτοις

  ἀυτοῦσαι πελαζόμεσθα.

   145 καὶ σύ, Λύκει’ ἄναξ, Λύκειος γενοῦ

  στρατῷ δαΐῳ [στόνων ἀυτᾶς].

  σύ τ’, ὦ Λατογένεια κούρα, τόξον εὐτυκάζου.

  [Ἄρτεμι φίλα].

   150 ἒ ἕ, ἒ ἕ,   [στρ. β.

  ὄτοβον ἁρμάτων ἀμφὶ πόλιν κλύω·

  ὦ πότνι’ Ἥρα.

  ἔλακον ἀξόνων βριθομένων χνόαι·

  Ἄρτεμι φίλα.

   155 δοριτίνακτος αἰθὴρ ἐπιμαίνεται.

  τί πόλις ἄμμι πάσχει, τί γενήσεται;

  ποῖ δ’ ἔτι τέλος ἐπάγει θεός;

  ἒ ἕ, ἒ ἕ,   [ἀντ. β.

  ἀκροβόλων [δ’] ἐπάλξεις λιθὰς ἔρχεται·

  ὦ φίλ’ Ἄπολλον.

   160 κόναβος ἐν πύλαις χαλκοδέτων σακέων·

  παῖ Διός, ὅθεν

  πολεμόκραντον ἁγνὸν τέλος ἐν μάχᾳ,

  σύ τε, μάκαιρ’ ἄνασσ’ Ὄγκα, πρὸ πόλεως

   165 ἑπτάπυλον ἕδος ἐπιρρύου.

  ἰὼ παναρκεῖς θεοί,   [στρ. γ.

  ἰὼ τέλειοι τέλειαί τε γᾶς

  τᾶσδε πυργοφύλακες,

  πόλιν δορίπονον μὴ προδῶθ’

   170 ἑτεροφώνῳ στρατῷ.

  κλύετε παρθένων κλύετε πανδίκως

  χειροτόνους λιτάς.

  ἰὼ φίλοι δαίμονες,   [ἀντ. γ.

   175 λυτήριοί ‹τ’› ἀμφιβάντες πόλιν

  δείξαθ’ ὡς φιλοπόλεις,

 

‹ Prev