Book Read Free

Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)

Page 55

by Aeschylus


  λείξασα κἀκτείνασα φαιδρὸν οὖς δίκην,

  1230 ἄτης λαθραίου τεύξεται κακῇ τύχῃ.

  τοιάδε τόλμα· θῆλυς ἄρσενος φονεύς·

  ἔστιν - τί νιν καλοῦσα δυσφιλὲς δάκος

  τύχοιμ’ ἄν; ἀμφίσβαιναν, ἢ Σκύλλαν τινὰ

  οἰκοῦσαν ἐν πέτραισι, ναυτίλων βλάβην,

  1235 †θύουσαν Ἅιδου μητέρ’ †ἄσπονδόν τ’ Ἄρη

  φίλοις πνέουσαν; ὡς δ’ ἐπωλολύξατο

  ἡ παντότολμος, ὥσπερ ἐν μάχης τροπῇ.

  δοκεῖ δὲ χαίρειν νοστίμῳ σωτηρίᾳ.

  καὶ τῶνδ’ ὅμοιον εἴ τι μὴ πείθω· τί γάρ;

  1240 τὸ μέλλον ἥξει. καὶ σύ μ’ ἐν τάχει παρὼν

  ἄγαν γ’ ἀληθόμαντιν οἰκτίρας ἐρεῖς.

  Χο. τὴν μὲν Θυέστου δαῖτα παιδείων κρεῶν

  ξυνῆκα καὶ πέφρικα, καὶ φόβος μ’ ἔχει

  κλύοντ’ ἀληθῶς οὐδὲν ἐξῃκασμένα.

  1245 τὰ δ’ ἄλλ’ ἀκούσας ἐκ δρόμου πεσὼν τρέχω.

  Κα. Ἀγαμέμνονός σέ φημ’ ἐπόψεσθαι μόρον.

  Χο. εὔφημον, ὦ τάλαινα, κοίμησον στόμα.

  Κα. ἀλλ’ οὔτι παιὼν τῷδ’ ἐπιστατεῖ λόγῳ.

  Χο. οὔκ, εἴπερ ἔσται γ’· ἀλλὰ μὴ γένοιτό πως.

  1250 Κα. σὺ μὲν κατεύχῃ, τοῖς δ’ ἀποκτείνειν μέλει.

  Χο. τίνος πρὸς ἀνδρὸς τοῦτ’ ἄχος πορσύνεται;

  Κα. ἦ κάρτα χρησμῶν παρεκόπης ἐμῶν ἄρα.

  Χο. τοῦ γὰρ τελοῦντος οὐ ξυνῆκα μηχανήν.

  Κα. καὶ μὴν ἄγαν γ’ Ἕλλην’ ἐπίσταμαι φάτιν.

  1255 Χο. καὶ γὰρ τὰ πυθόκραντα· δυσμαθῆ δ’ ὅμως.

  Κα. παπαῖ, οἷον τὸ πῦρ· ἐπέρχεται δέ μοι.

  ὀτοτοῖ, Λύκει’ Ἄπολλον, οἲ ἐγὼ ἐγώ.

  αὕτη δίπους λέαινα συγκοιμωμένη

  λύκῳ, λέοντος εὐγενοῦς ἀπουσίᾳ,

  1260 κτενεῖ με τὴν τάλαιναν· ὡς δὲ φάρμακον

  τεύχουσα κἀμοῦ μισθὸν ἐνθήσει ποτῷ·

  ἐπεύχεται, θήγουσα φωτὶ φάσγανον,

  ἐμῆς ἀγωγῆς ἀντιτείσεσθαι φόνον.

  τί δῆτ’ ἐμαυτῆς καταγέλωτ’ ἔχω τάδε,

  1265 καὶ σκῆπτρα καὶ μαντεῖα περὶ δέρῃ στέφη;

  σὲ μὲν πρὸ μοίρας τῆς ἐμῆς διαφθερῶ.

  ἴτ’ ἐς φθόρον· πεσόντα γ’ ὧδ’ ἀμείβομαι.

  ἄλλην τιν’ Ἄτην ἀντ’ ἐμοῦ πλουτίζετε.

  ἰδοὺ δ’, Ἀπόλλων αὐτὸς ἐκδύων ἐμὲ

  1270 χρηστηρίαν ἐσθῆτ’, ἐποπτεύσας δέ με

  κἀν τοῖσδε κόσμοις καταγελωμένην †μετὰ

  φίλων ὑπ’ ἐχθρῶν οὐ διχορρόπως μάτην.

  κακουμένη δέ, φοιτὰς ὡς ἀγύρτρια,

  πτωχὸς τάλαινα λιμοθνὴς ἠνεσχόμην·

  1275 καὶ νῦν ὁ μάντις μάντιν ἐκπράξας ἐμὲ

  ἀπήγαγ’ ἐς τοιάσδε θανασίμους τύχας.

  βωμοῦ πατρῴου δ’ ἀντ’ ἐπίξηνον μένει,

  θερμῷ κοπείσης φοίνιον προσφάγματι.

  οὐ μὴν ἄτιμοί γ’ ἐκ θεῶν τεθνήξομεν.

  1280 ἥξει γὰρ ἡμῶν ἄλλος αὖ τιμάορος,

  μητροκτόνον φίτυμα, ποινάτωρ πατρός·

  φυγὰς δ’ ἀλήτης τῆσδε γῆς ἀπόξενος

  κάτεισιν, ἄτας τάσδε θριγκώσων φίλοις·

  1290 ὀμώμοται γὰρ ὅρκος ἐκ θεῶν μέγας,

  ἄξειν νιν ὑπτίασμα κειμένου πατρός.

  1285 τί δῆτ’ ἐγὼ κάτοικτος ὧδ’ ἀναστένω;

  ἐπεὶ τὸ πρῶτον εἶδον Ἰλίου πόλιν

  πράξασαν ὡς ἔπραξεν, οἳ δ’ εἷλον πόλιν

  οὕτως ἀπαλλάσσουσιν ἐν θεῶν κρίσει.

  ἰοῦσα πράξω· τλήσομαι τὸ κατθανεῖν.

  Ἅιδου πύλας δὲ τάσδ’ ἐγὼ προσεννέπω·

  ἐπεύχομαι δὲ καιρίας πληγῆς τυχεῖν,

  ὡς ἀσφάδᾳστος, αἱμάτων εὐθνησίμων

  ἀπορρυέντων, ὄμμα συμβάλω τόδε.

  1295 Χο. ὦ πολλὰ μὲν τάλαινα, πολλὰ δ’ αὖ σοφὴ

  γύναι, μακρὰν ἔτεινας. εἰ δ’ ἐτητύμως

  μόρον τὸν αὑτῆς οἶσθα, πῶς θεηλάτου

  βοὸς δίκην πρὸς βωμὸν εὐτόλμως πατεῖς;

  Κα. οὐκ ἔστ’ ἄλυξις, οὔ, ξένοι, †χρόνῳ πλέῳ.

  1300 Χο. ὁ δ’ ὕστατός γε τοῦ χρόνου πρεσβεύεται.

  Κα. ἥκει τόδ’ ἦμαρ· σμικρὰ κερδανῶ φυγῇ.

  Χο. ἀλλ’ ἴσθι τλήμων οὖσ’ ἀπ’ εὐτόλμου φρενός.

  Κα. οὐδεὶς ἀκούει ταῦτα τῶν εὐδαιμόνων.

  Χο. ἀλλ’ εὐκλεῶς τοι κατθανεῖν χάρις βροτῷ.

  1305 Κα. ἰὼ πάτερ σοῦ σῶν τε γενναίων τέκνων.

  Χο. τί δ’ ἐστὶ χρῆμα; τίς σ’ ἀποστρέφει φόβος;

  Κα. φεῦ φεῦ.

  Χο. τί τοῦτ’ ἔφευξας; εἴ τι μὴ φρενῶν στύγος.

  Κα. φόνον δόμοι πνέουσιν αἱματοσταγῆ.

  1310 Χο. καὶ πῶς; τόδ’ ὄζει θυμάτων ἐφεστίων.

  Κα. ὅμοιος ἀτμὸς ὥσπερ ἐκ τάφου πρέπει.

  Χο. οὐ Σύριον ἀγλάισμα δώμασιν λέγεις;

  Κα. ἀλλ’ εἶμι κἀν δόμοισι κωκύσουσ’ ἐμὴν

  Ἀγαμέμνονός τε μοῖραν. ἀρκείτω βίος.

  1315 ἰὼ ξένοι.

  οὔτοι δυσοίζω, θάμνον ὡς ὄρνις, φόβῳ

  ἄλλως· θανούσῃ μαρτυρεῖτέ μοι τόδε,

  ὅταν γυνὴ γυναικὸς ἀντ’ ἐμοῦ θάνῃ,

  ἀνήρ τε δυσδάμαρτος ἀντ’ ἀνδρὸς πέσῃ.

  1320 ἐπιξενοῦμαι ταῦτα δ’ ὡς θανουμένη.

  Χο. ὦ τλῆμον, οἰκτίρω σε θεσφάτου μόρου.

  Κα. ἅπαξ ἔτ’ εἰπεῖν ῥῆσιν, ἢ θρῆνον θέλω

  ἐ�
�ὸν τὸν αὐτῆς. ἡλίου δ’ ἐπεύχομαι

  πρὸς ὕστατον φῶς τοῖς ἐμοῖς τιμαόροις

  1325 ἐχθροὺς φόνευσιν τὴν ἐμὴν τίνειν ὁμοῦ,

  δούλης θανούσης, εὐμαροῦς χειρώματος.

  ἰὼ βρότεια πράγματ’· εὐτυχοῦντα μὲν

  σκιᾷ τις ἂν πρέψειεν· εἰ δὲ δυστυχοῖ,

  βολαῖς ὑγρώσσων σπόγγος ὤλεσεν γραφήν.

  1330 καὶ ταῦτ’ ἐκείνων μᾶλλον οἰκτίρω πολύ.

  Χο. τὸ μὲν εὖ πράσσειν ἀκόρεστον ἔφυ

  πᾶσι βροτοῖσιν· δακτυλοδείκτων δ’

  οὔτις ἀπειπὼν εἴργει μελάθρων,

  μηκέτ’ ἐσέλθῃς, τάδε φωνῶν.

  1335 καὶ τῷδε πόλιν μὲν ἑλεῖν ἔδοσαν

  μάκαρες Πριάμου·

  θεοτίμητος δ’ οἴκαδ’ ἱκάνει·

  νῦν δ’ εἰ προτέρων αἷμ’ ἀποτείσει

  καὶ τοῖσι θανοῦσι θανὼν ἄλλων

  1340 ποινὰς θανάτων ἐπικρανεῖ,

  τίς τἂν εὔξαιτο βροτῶν ἀσινεῖ

  δαίμονι φῦναι τάδ’ ἀκούων;

  Αγ. ὤμοι, πέπληγμαι καιρίαν πληγὴν ἔσω.

  Χο. σῖγα· τίς πληγὴν ἀυτεῖ καιρίως οὐτασμένος;

  1345 Αγ. ὤμοι μάλ’ αὖθις, δευτέραν πεπληγμένος.

  Χο. τοὔργον εἰργάσθαι δοκεῖ μοι βασιλέως οἰμώγμασιν.

  ἀλλὰ κοινωσώμεθ’, ἤν πως, ἀσφαλῆ βουλεύματα.

  1 . ἐγὼ μὲν ὑμῖν τὴν ἐμὴν γνώμην λέγω,

  πρὸς δῶμα δεῦρ’ ἀστοῖσι κηρύσσειν βοήν.

  13502 . ἐμοὶ δ’ ὅπως τάχιστά γ’ ἐμπεσεῖν δοκεῖ

  καὶ πρᾶγμ’ ἐλέγχειν σὺν νεορρύτῳ ξίφει.

  3 . κἀγὼ τοιούτου γνώματος κοινωνὸς ὢν

  ψηφίζομαί τι δρᾶν· τὸ μὴ μέλλειν δ’ ἀκμή.

  4 . ὁρᾶν πάρεστι· φροιμιάζονται γὰρ ὥς,

  1355 τυραννίδος σημεῖα πράσσοντες πόλει.

  5 . χρονίζομεν γάρ. οἱ δὲ τῆς μελλοῦς κλέος

  πέδοι πατοῦντες οὐ καθεύδουσιν χερί.

  6 . οὐκ οἶδα βουλῆς ἧστινος τυχὼν λέγω.

  τοῦ δρῶντός ἐστι καὶ τὸ βουλεῦσαι πέρι.

  13607 . κἀγὼ τοιοῦτός εἰμ’, ἐπεὶ δυσμηχανῶ

  λόγοισι τὸν θανόντ’ ἀνιστάναι πάλιν.

  8 . ἦ καὶ βίον τείνοντες ὧδ’ ὑπείξομεν

  δόμων καταισχυντῆρσι τοῖσδ’ ἡγουμένοις;

  9 . ἀλλ’ οὐκ ἀνεκτόν, ἀλλὰ κατθανεῖν κρατεῖ·

  1365 πεπαιτέρα γὰρ μοῖρα τῆς τυραννίδος.

  10 . ἦ γὰρ τεκμηρίοισιν ἐξ οἰμωγμάτων

  μαντευσόμεσθα τἀνδρὸς ὡς ὀλωλότος;

  11 . σάφ’ εἰδότας χρὴ τῶνδε θυμοῦσθαι πέρι·

  τὸ γὰρ τοπάζειν τοῦ σάφ’ εἰδέναι δίχα.

  137012 . ταύτην ἐπαινεῖν πάντοθεν πληθύνομαι,

  τρανῶς Ἀτρείδην †εἰδέναι κυροῦνθ’ ὅπως.

  Κλ. πολλῶν πάροιθεν καιρίως εἰρημένων

  τἀναντί’ εἰπεῖν οὐκ ἐπαισχυνθήσομαι.

  πῶς γάρ τις ἐχθροῖς ἐχθρὰ πορσύνων, φίλοις

  1375 δοκοῦσιν εἶναι, πημονῆς ἀρκύστατ’ ἂν

  φράξειεν ὕψος κρεῖσσον ἐκπηδήματος;

  ἐμοὶ δ’ ἀγὼν ὅδ’ οὐκ ἀφρόντιστος πάλαι·

  νείκης παλαιᾶς ἦλθε, σὺν χρόνῳ γε μήν·

  ἕστηκα δ’ ἔνθ’ ἔπαισ’ ἐπ’ ἐξειργασμένοις.

  1380 οὕτω δ’ ἔπραξα - καὶ τάδ’ οὐκ ἀρνήσομαι -

  ὡς μήτε φεύγειν μήτ’ ἀμύνεσθαι μόρον.

  ἄπειρον ἀμφίβληστρον, ὥσπερ ἰχθύων,

  περιστιχίζω, πλοῦτον εἵματος κακόν,

  παίω δέ νιν δίς· κἀν δυοῖν οἰμωγμάτοιν

  1385 μεθῆκεν αὐτοῦ κῶλα· καὶ πεπτωκότι

  τρίτην ἐπενδίδωμι, τοῦ κατὰ χθονός,

  Ἅιδου, νεκρῶν σωτῆρος, εὐκταίαν χάριν.

  οὕτω τὸν αὑτοῦ θυμὸν ὁρμαίνει πεσών,

  κἀκφυσιῶν ὀξεῖαν αἵματος σφαγὴν

  1390 βάλλει μ’ ἐρεμνῇ ψακάδι φοινίας δρόσου,

  χαίρουσαν οὐδὲν ἧσσον ἢ διοσδότῳ

  γάνει σπορητὸς κάλυκος ἐν λοχεύμασιν.

  ὡς ὧδ’ ἐχόντων, πρέσβος Ἀργείων τόδε,

  χαίροιτ’ ἄν, εἰ χαίροιτ’, ἐγὼ δ’ ἐπεύχομαι.

  1395 εἰ δ’ ἦν πρεπόντων ὥστ’ ἐπισπένδειν νεκρῷ,

  τῷδ’ ἂν δικαίως ἦν, ὑπερδίκως μὲν οὖν·

  τοσόνδε κρατῆρ’ ἐν δόμοις κακῶν ὅδε

  πλήσας ἀραίων αὐτὸς ἐκπίνει μολών.

  Χο. θαυμάζομέν σου γλῶσσαν, ὡς θρασύστομος,

  1400 ἥτις τοιόνδ’ ἐπ’ ἀνδρὶ κομπάζεις λόγον.

  Κλ. πειρᾶσθέ μου γυναικὸς ὡς ἀφράσμονος·

  ἐγὼ δ’ ἀτρέστῳ καρδίᾳ πρὸς εἰδότας

  λέγω - σὺ δ’ αἰνεῖν εἴτε με ψέγειν θέλεις

  ὅμοιον - οὗτός ἐστιν Ἀγαμέμνων, ἐμὸς

  1405 πόσις, νεκρὸς δὲ τῆσδε δεξιᾶς χερός,

  ἔργον δικαίας τέκτονος. τάδ’ ὧδ’ ἔχει.

  Χο. τί κακόν, ὦ γύναι,   [στρ.

  χθονοτρεφὲς ἐδανὸν ἢ ποτὸν

  πασαμένα ῥυτᾶς ἐξ ἁλὸς ὄρμενον

  τόδ’ ἐπέθου θύος, δημοθρόους τ’ ἀράς;

  1410 ἀπέδικες ἀπέταμες, ἀπόπολις δ’ ἔσῃ,

  μῖσος ὄβριμον ἀστοῖς.

  Κλ. νῦν μὲν δικάζεις ἐκ πόλεως φυγὴν ἐμοί,

  καὶ μῖσος ἀστῶν δημόθρους τ’ ἔχειν ἀράς,

  οὐδὲν τότ’ ἀνδρὶ τῷδ’ ἐναντίον φέρων,

  1415 ὃς οὐ προτιμῶν, ὡσπερεὶ βοτοῦ μόρον,

  μήλων φλεόντων εὐπόκοις νομεύμασιν,
/>   ἔθυσεν αὑτοῦ παῖδα, φιλτάτην ἐμοὶ

  ὠδῖν’, ἐπῳδὸν Θρῃκίων ἀημάτων.

  οὐ τοῦτον ἐκ γῆς τῆσδε χρῆν σ’ ἀνδρηλατεῖν,

  1420 μιασμάτων ἄποινα; ἐπήκοος δ’ ἐμῶν

  ἔργων δικαστὴς τραχὺς εἶ. λέγω δέ σοι

  τοιαῦτ’ ἀπειλεῖν, ὡς παρεσκευασμένη

  σ’ ἐκ τῶν ὁμοίων χειρὶ νικήσαντ’ ἐμοῦ

  ἄρχειν· ἐὰν δὲ τοὔμπαλιν κραίνῃ θεός,

  1425 γνώσῃ διδαχθεὶς ὀψὲ γοῦν τὸ σωφρονεῖν.

  Χο. μεγαλόμητις εἶ,   [ἀντ.

  περίφρονα δ’ ἔλακες, ὥσπερ οὖν

  φονολιβεῖ τύχᾳ φρὴν ἐπιμαίνεται·

  λίβος ἐπ’ ὀμμάτων αἵματος ἐμπρέπει·

  ἄντιτον ἔτι σε χρὴ στερομέναν φίλων

  1430 τύμμα τύμματι τεῖσαι.

  Κλ. καὶ τήνδ’ ἀκούεις ὁρκίων ἐμῶν θέμιν·

  μὰ τὴν τέλειον τῆς ἐμῆς παιδὸς Δίκην,

  Ἄτην Ἐρινύν θ’, αἷσι τόνδ’ ἔσφαξ’ ἐγώ,

  οὔ μοι Φόβου μέλαθρον ἐλπὶς ἐμπατεῖ,

  1435 ἕως ἂν αἴθῃ πῦρ ἐφ’ ἑστίας ἐμῆς

  Αἴγισθος, ὡς τὸ πρόσθεν εὖ φρονῶν ἐμοί.

  οὗτος γὰρ ἡμῖν ἀσπὶς οὐ σμικρὰ θράσους.

    .   .   .   .   .   .   .

  κεῖται, γυναικὸς τῆσδε λυμαντήριος,

  Χρυσηίδων μείλιγμα τῶν ὑπ’ Ἰλίῳ·

  1440 ἥ τ’ αἰχμάλωτος ἥδε καὶ τερασκόπος

  καὶ κοινόλεκτρος τοῦδε, θεσφατηλόγος

  πιστὴ ξύνευνος, ναυτίλων δὲ σελμάτων

  ἰσοτριβής. ἄτιμα δ’ οὐκ ἐπραξάτην.

  ὁ μὲν γὰρ οὕτως, ἡ δέ τοι κύκνου δίκην

  1445 τὸν ὕστατον μέλψασα θανάσιμον γόον

  κεῖται †φιλήτως τοῦδ’, ἐμοὶ δ’ ἐπήγαγεν

 

‹ Prev