Book Read Free

Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)

Page 56

by Aeschylus


  εὐνῆς παροψώνημα τῆς ἐμῆς χλιδῇ.

  Χο. φεῦ, τίς ἂν ἐν τάχει, μὴ περιώδυνος,   [στρ. α.

  μηδὲ δεμνιοτήρης,

  1450 μόλοι τὸν ἀεὶ φέρουσ’ ἐν ἡμῖν

  Μοῖρ’ ἀτέλευτον ὕπνον, δαμέντος

  φύλακος εὐμενεστάτου [καὶ]

  πολέα τλάντος γυναικὸς διαί; πρὸς γυναι-

  κὸς δ’ ἀπέφθισεν βίον.

  1455 - ἰὼ ἰὼ παράνους Ἑλένα   [ἐφυμν. α

  μία τὰς πολλάς, τὰς πάνυ πολλὰς

  ψυχὰς ὀλέσασ’ ὑπὸ Τροίᾳ,

  νῦν τελέαν πολύμναστον ἐπηνθίσω

  1460 δι’ αἷμ’ ἄνιπτον ἥτις ἦν τότ’ ἐν δόμοις

  ἔρις ἐρίδματος, ἀνδρὸς οἰζύς.

  Κλ. μηδὲν θανάτου μοῖραν ἐπεύχου

  τοῖσδε βαρυνθείς·

  μηδ’ εἰς Ἑλένην κότον ἐκτρέψῃς,

  1465 ὡς ἀνδρολέτειρ’, ὡς μία πολλῶν

  ἀνδρῶν ψυχὰς Δαναῶν ὀλέσασ’

  ἀξύστατον ἄλγος ἔπραξε.

  Χο. δαῖμον, ὃς ἐμπίτνεις δώμασι καὶ διφυί-   [ἀντ. α.

  οισι Τανταλίδαισιν,

  1470 κράτος ‹τ’› ἰσόψυχον ἐκ γυναικῶν

  καρδιόδηκτον ἐμοὶ κρατύνεις,

  ἐπὶ δὲ σώματος δίκαν [μοι]

  κόρακος ἐχθροῦ σταθεὶς ἐννόμως ὕμνον ὑ-

  μνεῖν ἐπεύχεαι ‹κακόν›.

  1475 Κλ. νῦν δ’ ὤρθωσας στόματος γνώμην,

  τὸν τριπάχυντον

  δαίμονα γέννης τῆσδε κικλῄσκων.

  ἐκ τοῦ γὰρ ἔρως αἱματολοιχὸς

  νείρᾳ τρέφεται· πρὶν καταλῆξαι

  1480 τὸ παλαιὸν ἄχος, νέος ἰχώρ.

  Χο. ἦ μέγαν οἴκοις τοῖσδε   [στρ. β.

  δαίμονα καὶ βαρύμηνιν αἰνεῖς,

  φεῦ φεῦ, κακὸν αἶνον

  ἀτηρᾶς τύχας ἀκόρεστον·

  1485 ἰὼ ἰὴ διαὶ Διὸς

  παναιτίου πανεργέτα·

  τί γὰρ βροτοῖς ἄνευ Διὸς τελεῖται;

  τί τῶνδ’ οὐ θεόκραντόν ἐστιν;

  - ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,   [ἐφυμν. β.

  1490 πῶς σε δακρύσω;

  φρενὸς ἐκ φιλίας τί ποτ’ εἴπω;

  κεῖσαι δ’ ἀράχνης ἐν ὑφάσματι τῷδ’

  ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων,

  ὤμοι μοι, κοίταν τάνδ’ ἀνελεύθερον

  1495 δολίῳ μόρῳ δαμεὶς ‹δάμαρτος›

  ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.

  Κλ. αὐχεῖς εἶναι τόδε τοὔργον ἐμόν·

  μὴ δ’ ἐπιλεχθῇς

  Ἀγαμεμνονίαν εἶναί μ’ ἄλοχον.

  1500 φανταζόμενος δὲ γυναικὶ νεκροῦ

  τοῦδ’ ὁ παλαιὸς δριμὺς ἀλάστωρ

  Ἀτρέως χαλεποῦ θοινατῆρος

  τόνδ’ ἀπέτεισεν,

  τέλεον νεαροῖς ἐπιθύσας.

  1505 Χο. ὡς μὲν ἀναίτιος εἶ   [ἀντ. β.

  τοῦδε φόνου τίς ὁ μαρτυρήσων;

  πῶ πῶ; πατρόθεν δὲ

  συλλήπτωρ γένοιτ’ ἂν ἀλάστωρ.

  βιάζεται δ’ ὁμοσπόροις

  1510 ἐπιρροαῖσιν αἱμάτων

  μέλας Ἄρης, ὅποι δίκαν προβαίνων

  πάχνᾳ κουροβόρῳ παρέξει.

  - ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,   [ἐφυμν. β.

  πῶς σε δακρύσω;

  1515 φρενὸς ἐκ φιλίας τί ποτ’ εἴπω;

  κεῖσαι δ’ ἀράχνης ἐν ὑφάσματι τῷδ’

  ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων,

  ὤμοι μοι, κοίταν τάνδ’ ἀνελεύθερον

  δολίῳ μόρῳ δαμεὶς ‹δάμαρτος›

  1520 ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.

  Κλ. [οὔτ’ ἀνελεύθερον οἶμαι θάνατον

  τῷδε γενέσθαι.]

  οὐδὲ γὰρ οὗτος δολίαν ἄτην

  οἴκοισιν ἔθηκ’;

  1525 ἀλλ’ ἐμὸν ἐκ τοῦδ’ ἔρνος ἀερθέν,

  †τὴν πολύκλαυτόν τ’ Ἰφιγενείαν,

  ἄξια δράσας, ἄξια πάσχων,

  μηδὲν ἐν Ἅιδου μεγαλαυχείτω,

  ξιφοδηλήτῳ

  θανάτῳ τείσας ἅπερ ἔρξεν.

  1530 Χο. ἀμηχανῶ φροντίδος στερηθεὶς   [στρ. γ.

  εὐπάλαμον μέριμναν

  ὅπᾳ τράπωμαι, πίτνοντος οἴκου.

  δέδοικα δ’ ὄμβρου κτύπον δομοσφαλῆ

  τὸν αἱματηρόν. ψακὰς δὲ λήγει;

  1535 δίκην [δ’] ἐπ’ ἄλλο πρᾶγμα θηγάνει βλάβης

  πρὸς ἄλλαις θηγάναισι Μοῖρα.

  - ἰὼ γᾶ γᾶ, εἴθ’ ἔμ’ ἐδέξω,   [ἐφ. γ.

  πρὶν τόνδ’ ἐπιδεῖν ἀργυροτοίχου

  1540 δροίτης κατέχοντα χάμευναν.

  τίς ὁ θάψων νιν; τίς ὁ θρηνήσων;

  ἦ σὺ τόδ’ ἔρξαι τλήσῃ, κτείνασ’

  ἄνδρα τὸν αὑτῆς ἀποκωκῦσαι,

  1545 ψυχῇ τ’ ἄχαριν χάριν ἀντ’ ἔργων

  μεγάλων ἀδίκως ἐπικρᾶναι;

  - τίς δ’ ἐπιτύμβιος αἶνον ἐπ’ ἀνδρὶ θείῳ

  σὺν δακρύοις ἰάπτων

  1550 ἀληθείᾳ φρενῶν πονήσει;

  Κλ. οὐ σὲ προσήκει τὸ μέλημ’ ἀλέγειν

  τοῦτο· πρὸς ἡμῶν

  κάππεσε, κάτθανε, καὶ καταθάψομεν

  οὐχ ὑπὸ κλαυθμῶν τῶν ἐξ οἴκων,

  1555 ἀλλ’ Ἰφιγένειά νιν ἀσπασίως

  θυγάτηρ, ὡς χρή,

  πατέρ’ ἀντιάσασα πρὸς ὠκύπορον

  πόρθμευμ’ ἀχέων

  περὶ χεῖρε βαλοῦσα φιλήσει.

  1560 Χο. ὄνειδος ἥκει τόδ’ ἀντ’ ὀνείδους,   [ἀντ. γ.

  δύσμαχα δ’ ἐστὶ κρῖναι.

  φέρει φέροντ’, ἐκτίνει δ’ ὁ καίνων.

  μίμνει δὲ μίμνοντος ἐν θρόνῳ Διὸς

  παθεῖ
ν τὸν ἔρξαντα· θέσμιον γάρ.

  1565 τίς ἂν γονὰν ἀραῖον ἐκβάλοι δόμων;

  κεκόλληται γένος πρὸς ἄτᾳ.

  Κλ. ἐς τόνδ’ ἐνέβη σὺν ἀληθείᾳ

  χρησμός. ἐγὼ δ’ οὖν

  ἐθέλω δαίμονι τῷ Πλεισθενιδᾶν

  1570 ὅρκους θεμένη τάδε μὲν στέργειν,

  δύστλητά περ ὄνθ’· ὃ δὲ λοιπόν, ἰόντ’

  ἐκ τῶνδε δόμων ἄλλην γενεὰν

  τρίβειν θανάτοις αὐθένταισι·

  κτεάνων δὲ μέρος

  1575 βαιὸν ἐχούσῃ πᾶν ἀπόχρη μοι,

  μανίας μελάθρων

  ἀλληλοφόνους ἀφελούσῃ.

  ΑΙΓΙΣΘΟΣ

  ὦ φέγγος εὖφρον ἡμέρας δικηφόρου.

  φαίην ἂν ἤδη νῦν βροτῶν τιμαόρους

  θεοὺς ἄνωθεν γῆς ἐποπτεύειν ἄχη,

  1580 ἰδὼν ὑφαντοῖς ἐν πέπλοις Ἐρινύων

  τὸν ἄνδρα τόνδε κείμενον, φίλως ἐμοί,

  χερὸς πατρῴας ἐκτίνοντα μηχανάς.

  Ἀτρεὺς γὰρ ἄρχων τῆσδε γῆς, τούτου πατήρ,

  πατέρα Θυέστην τὸν ἐμόν, ὡς τορῶς φράσαι,

  1585 αὑτοῦ δ’ ἀδελφόν, ἀμφίλεκτος ὢν κράτει,

  ἠνδρηλάτησεν ἐκ πόλεώς τε καὶ δόμων.

  καὶ προστρόπαιος ἑστίας μολὼν πάλιν

  τλήμων Θυέστης μοῖραν ηὕρετ’ ἀσφαλῆ,

  τὸ μὴ θανὼν πατρῷον αἱμάξαι πέδον

  1590 αὐτός· ξένια δὲ τοῦδε δύσθεος πατὴρ

  Ἀτρεύς, προθύμως μᾶλλον ἢ φίλως πατρὶ

  τὠμῷ, κρεουργὸν ἦμαρ εὐθύμως ἄγειν

  δοκῶν, παρέσχε δαῖτα παιδείων κρεῶν.

  τὰ μὲν ποδήρη καὶ χερῶν ἄκρους κτένας

  1595 ἔθρυπτ’ ἄνωθεν ἀνδρακὰς καθημένοις

  ἄσημ’· ὁ δ’ αὐτῶν αὐτίκ’ ἀγνοίᾳ λαβὼν

  ἔσθει βορὰν ἄσωτον, ὡς ὁρᾷς, γένει.

  κἄπειτ’ ἐπιγνοὺς ἔργον οὐ καταίσιον

  ᾤμωξεν, ἀμπίπτει δ’ ἀπὸ σφαγὴν ἐρῶν,

  1600 μόρον δ’ ἄφερτον Πελοπίδαις ἐπεύχεται,

  λάκτισμα δείπνου ξυνδίκως τιθεὶς ἀρᾷ,

  οὕτως ὀλέσθαι πᾶν τὸ Πλεισθένους γένος.

  ἐκ τῶνδέ τοι πεσόντα τόνδ’ ἰδεῖν πάρα.

  κἀγὼ δίκαιος τοῦδε τοῦ φόνου ῥαφεύς.

  1605 τρίτον γὰρ ὄντα μ’ ἔλιπε, κἀθλίῳ πατρὶ

  συνεξελαύνει τυτθὸν ὄντ’ ἐν σπαργάνοις·

  τραφέντα δ’ αὖθις ἡ δίκη κατήγαγεν,

  καὶ τοῦδε τἀνδρὸς ἡψάμην θυραῖος ὤν,

  πᾶσαν ξυνάψας μηχανὴν δυσβουλίας.

  1610 οὕτω καλὸν δὴ καὶ τὸ κατθανεῖν ἐμοί,

  ἰδόντα τοῦτον τῆς δίκης ἐν ἕρκεσιν.

  Χο. Αἴγισθ’, ὑβρίζειν ἐν κακοῖσιν οὐ σέβω.

  σὺ δ’ ἄνδρα τόνδε φῂς ἑκὼν κατακτανεῖν,

  μόνος δ’ ἔποικτον τόνδε βουλεῦσαι φόνον;

  1615 οὔ φημ’ ἀλύξειν ἐν δίκῃ τὸ σὸν κάρα

  δημορριφεῖς, σάφ’ ἴσθι, λευσίμους ἀράς.

  Αι. σὺ ταῦτα φωνεῖς νερτέρᾳ προσήμενος

  κώπῃ, κρατούντων τῶν ἐπὶ ζυγῷ δορός;

  γνώσῃ γέρων ὢν ὡς διδάσκεσθαι βαρὺ

  1620 τῷ τηλικούτῳ, σωφρονεῖν εἰρημένον.

  δεσμοὶ δὲ καὶ τὸ γῆρας αἵ τε νήστιδες

  δύαι διδάσκειν ἐξοχώταται φρενῶν

  ἰατρομάντεις. οὐχ ὁρᾷς ὁρῶν τάδε;

  πρὸς κέντρα μὴ λάκτιζε, μὴ παίσας μογῇς.

  1625 Χο. γύναι, σὺ τοὺς ἥκοντας ἐκ μάχης νέον -

  οἰκουρὸς εὐνήν ‹τ’› ἀνδρὸς αἰσχύνουσ’ ἅμα,

  ἀνδρὶ στρατηγῷ τόνδ’ ἐβούλευσας μόρον;

  Αι. καὶ ταῦτα τἄπη κλαυμάτων ἀρχηγενῆ.

  Ὀρφεῖ δὲ γλῶσσαν τὴν ἐναντίαν ἔχεις.

  1630 ὁ μὲν γὰρ ἦγε πάντα που φθογγῆς χαρᾷ,

  σὺ δ’ ἐξορίνας νηπίοις ὑλάγμασιν

  ἄξῃ· κρατηθεὶς δ’ ἡμερώτερος φανῇ.

  Χο. ὡς δὴ σύ μοι τύραννος Ἀργείων ἔσῃ,

  ὃς οὐκ, ἐπειδὴ τῷδ’ ἐβούλευσας μόρον,

  1635 δρᾶσαι τόδ’ ἔργον οὐκ ἔτλης αὐτοκτόνως.

  Αι. τὸ γὰρ δολῶσαι πρὸς γυναικὸς ἦν σαφῶς,

  ἐγὼ δ’ ὕποπτος ἐχθρὸς ἦ παλαιγενής.

  ἐκ τῶν δὲ τοῦδε χρημάτων πειράσομαι

  ἄρχειν πολιτῶν· τὸν δὲ μὴ πειθάνορα

  1640 ζεύξω βαρείαις, οὔτι μὴ σειραφόρον

  κριθῶντα πῶλον· ἀλλ’ ὁ δυσφιλὴς σκότῳ

  λιμὸς ξύνοικος μαλθακόν σφ’ ἐπόψεται.

  Χο. τί δὴ τὸν ἄνδρα τόνδ’ ἀπὸ ψυχῆς κακῆς

  οὐκ αὐτὸς ἠνάριζες, ἀλλὰ σὺν γυνὴ

  1645 χώρας μίασμα καὶ θεῶν ἐγχωρίων

  ἔκτεινε; Ὀρέστης ἆρά που βλέπει φάος,

  ὅπως κατελθὼν δεῦρο πρευμενεῖ τύχῃ

  ἀμφοῖν γένηται τοῖνδε παγκρατὴς φονεύς;

  Αι. ἀλλ’ ἐπεὶ δοκεῖς τάδ’ ἔρδειν καὶ λέγειν, γνώσῃ τάχα·

  1650 εἶα δή, φίλοι λοχῖται, τοὔργον οὐχ ἑκὰς τόδε.

  Χο. εἶα δή, ξίφος πρόκωπον πᾶς τις εὐτρεπιζέτω.

  Αι. ἀλλὰ κἀγὼ μὴν πρόκωπος οὐκ ἀναίνομαι θανεῖν.

  Χο. δεχομένοις λέγεις θανεῖν σε· τὴν τύχην δ’ αἱρούμεθα.

  Κλ. μηδαμῶς, ὦ φίλτατ’ ἀνδρῶν, ἄλλα δράσωμεν κακά.

  1655 ἀλλὰ καὶ τάδ’ ἐξαμῆσαι πολλὰ δύστηνον θέρος·

  πημονῆς δ’ ἅλις γ’ ὑπάρχει· μηδὲν αἱματώμεθα.

  στείχετ’ αἰδοῖοι γέροντες πρὸς δόμους, πεπρωμένοις


  πρὶν παθεῖν εἴξαντες· ἀρκεῖν χρὴ τάδ’ ὡς ἐπράξαμεν.

  εἰ δέ τοι μόχθων γένοιτο τῶνδ’ ἅλις, δεχοίμεθ’ ἄν,

  1660 δαίμονος χηλῇ βαρείᾳ δυστυχῶς πεπληγμένοι.

  ὧδ’ ἔχει λόγος γυναικός, εἴ τις ἀξιοῖ μαθεῖν.

  Αι. ἀλλὰ τούσδε μοι ματαίαν γλῶσσαν ὧδ’ ἀπανθίσαι

  κἀκβαλεῖν ἔπη τοιαῦτα δαίμονος πειρωμένους,

  σώφρονος γνώμης δ’ ἁμαρτεῖν τὸν κρατοῦντ’ ‹ἀρνουμένους›.

  1665 Χο. οὐκ ἂν Ἀργείων τόδ’ εἴη, φῶτα προσσαίνειν κακόν.

  Αι. ἀλλ’ ἐγώ σ’ ἐν ὑστέραισιν ἡμέραις μέτειμ’ ἔτι.

  Χο. οὔκ, ἐὰν δαίμων Ὀρέστην δεῦρ’ ἀπευθύνῃ μολεῖν.

  Αι. οἶδ’ ἐγὼ φεύγοντας ἄνδρας ἐλπίδας σιτουμένους.

  Χο. πρᾶσσε, πιαίνου, μιαίνων τὴν δίκην, ἐπεὶ πάρα.

  1670 Αι. ἴσθι μοι δώσων ἄποινα τῆσδε μωρίας χάριν.

  Χο. κόμπασον θαρσῶν, ἀλέκτωρ ὥστε θηλείας πέλας.

  Κλ. μὴ προτιμήσῃς ματαίων τῶνδ’ ὑλαγμάτων· ‹ἐγὼ›

  καὶ σὺ θήσομεν κρατοῦντε τῶνδε δωμάτων ‹καλῶς›.

  Χοηφόροι - THE LIBATION BEARERS

  ΟΡΕΣΤΗΣ

  Ἑρμῆ χθόνιε, πατρῷ’ ἐποπτεύων κράτη,

  σωτὴρ γενοῦ μοι ξύμμαχός τ’ αἰτουμένῳ·

  ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.

  .  .  .  .  .  .  .

  τύμβου δ’ ἐπ’ ὄχθῳ τῷδε κηρύσσω πατρὶ

    5 κλύειν, ἀκοῦσαι.  .  .  .  .

  .  .  .  .  .  .  .

  . . . πλόκαμον Ἰνάχῳ θρεπτήριον.

  τὸν δεύτερον δὲ τόνδε πενθητήριον

  .  .  .  .  .  .  .

  οὐ γὰρ παρὼν ᾤμωξα σόν, πάτερ, μόρον

 

‹ Prev