Book Read Free

Complete Works of Onasander

Page 10

by Onasander


  ι´. Περὶ τῆς πρὸ μάχης ἐπισκέψεως τῶν ἱερῶν

  [25] Μήτε δὲ εἰς πορείαν ἐξαγέτω τὸ στράτευμα μήτε πρὸς μάχην ταττέτω, μὴ πρότερον θυσάμενος· ἀλλ’ ἀκολουθούντων αὐτῷ θύται καὶ μάντεις. ἄριστον μὲν γὰρ καὶ αὐτὸν ἐμπείρως ἐπισκέπτεσθαι δύνασθαι τὰ ἱερά· ῥᾷστόν γε μὴν ἐν τάχει μαθεῖν ἐστιν καὶ αὐτὸν αὑτῷ σύμβουλον ἀγαθὸν γενέσθαι. [26] γενομένων δὴ καλῶν τῶν ἱερῶν ἀρχέσθω πάσης πράξεως καὶ καλείτω τοὺς ἡγεμόνας πάντας ἐπὶ τὴν ὄψιν τῶν ἱερῶν, ἵνα θεασάμενοι τοῖς ὑποταττομένοις θαρρεῖν λέγοιεν ἀπαγγέλλοντες, ὡς οἱ θεοὶ κελεύουσι μάχεσθαι· πάνυ γὰρ ἀναθάρρουσιν αἱ δυνάμεις, ὅτ’ ἂν μετὰ τῆς τῶν θεῶν γνώμης ἐξιέναι νομίζωσιν ἐπὶ τοὺς κινδύνους· αὐτοὶ γὰρ ὀπιπεύονται κατ’ ἰδίαν ἕκαστος καὶ σημεῖα καὶ φωνὰς παρατηροῦσιν, ἡ δ’ ὑπὲρ πάντων καλλιέρησις καὶ τοὺς ἰδίᾳ δυσθυμοῦντας ἀνέρρωσεν. [27] ἐὰν δ’ ἐπὶ τοὐναντίον τὰ ἱερὰ γένηται, μένειν ἐπὶ τῶν αὐτῶν, κἂν σφόδρα τι ἐπείγῃ, πᾶν ὑπομένειν τὸ δύσχρηστον — οὐθὲν γὰρ δύναται παθεῖν χεῖρον, ὧν προμηνύει τὸ δαιμόνιον — , ὡς, ἄν γέ τι κρεῖττον ἔσεσθαι μέλλῃ τῶν παρόντων, ἀνάγκη καλλιερεῖν, θύεσθαι δὲ τῆς αὐτῆς ἡμέρας πολλάκις· ὥρα γὰρ μία καὶ ἀκαρὴς χρόνος ἢ φθάσαντας ἐλύπησεν ἢ ὑστερήσαντας. [28] καί μοι δοκεῖ τὰς κατ’ οὐρανὸν ἀστέρων κινήσεις καὶ ἀνατολὰς καὶ δύσεις καὶ σχημάτων ἐγκλίσεις τριγώνων καὶ τετραγώνων καὶ διαμέτρων ἡ θυτικὴ διὰ σπλάγχνων ἀλλοιομόρφῳ θεωρίᾳ προσημαίνειν, ὧν αἱ παρὰ μικρὸν διαφοραὶ καὶ δυνάμεις καὶ ἀποθειώσεις ἐν ἡμέρᾳ μιᾷ μᾶλλον δὲ ὥρᾳ καὶ βασιλεῖς ἐποίησαν καὶ αἰχμαλώτους.

  XI. α´. Περὶ τοῦ ὅτι δεῖ τῶν πολεμίων σχηματιζομένων φεύγειν μὴ ἁπλῶς καὶ ὡς ἔτυχεν ἔχεσθαι τῆς διώξεως

  [1] Ἐπειδὴ δὲ πολλάκις θυομένοις ὡς μὲν εἰς μάχην καλὰ γίγνεται τὰ ἱερά, διὰ δὲ μάχης ὅλον ἐνίοτε στρατευμάτων ὄλεθρον προσημαίνει, τῶν ἀναγκαιοτάτων ἡγοῦμαι περὶ τούτου φράσαι. [2] τῆς γὰρ συμπάσης οἰκουμένης πολλὰς καὶ παντοίας εἶναι συμβέβηκεν ἰδέας τόπων, ἄδηλον δέ, ἐν ὁποίοις ἕκαστοι πολεμήσουσιν· καὶ τῆς μὲν σφῶν αὐτῶν ἐμπειρίαν ἔχουσι χώρας ἄνθρωποι, τὴν δ’ ἀλλοτρίαν οὐκ ἴσασι. [3] πολλάκις δ’ εἰ στρατηγὸς ἀκούσας μιᾶς ἡμέρας ὁδὸν ἀπέχειν τοὺς πολεμίους ἀναστήσας ἄγει τὸν στρατόν, ἐπειγόμενος διὰ μάχης ἐλθεῖν τοῖς πολεμίοις, τῶν δ’ ὑποχωρούντων ἐπίτηδες καὶ μὴ μενόντων, ὡς κατορρωδοῦσιν ἕπεται, τῶν δὲ ταὐτὸ τοῦτο ποιούντων, ἕως ἔλθωσιν εἰς δυσχωρίας καὶ περικεκλεισμένους ὄρεσι τόπους, ἐπίκειται μηδὲν ὑφορώμενος, εἶτα ἐμβαλὼν εἰς τοὺς τόπους ὑπὸ τῶν πολεμίων ἀπεκλείσθη τῆς εἰσβολῆς, ᾗ τὸ στράτευμα εἰσῆλθε, καὶ καταλαβόμενοι τάς τε εἰς τοὔμπροσθεν διόδους καὶ κύκλῳ τὰ μετέωρα πάντα κατασχόντες, ὥσπερ ἐν ζωγρείῳ τινὶ συνεπέδησαν μὲν τοὺς πολεμίους, ὁ δὲ παριὼν μὲν ὑπὸ τῆς ὁρμῆς ἐφέρετο δοκῶν ἐπικεῖσθαι φυγομαχοῦσι τοῖς πολεμίοις, οἷς προσελθὼν οὐκ ἔγνω, μετὰ δὲ ταῦτα περιβλεψάμενος τά τε πρόσω καὶ ὀπίσω καὶ παρὰ πλευράν, καὶ πάντα πλήρη θεασάμενος πολεμίων ἢ συνηκοντίσθη μετὰ τοῦ στρατεύματος, ἢ ἀπομάχεσθαι μὴ δυνάμενος καὶ μὴ παραδιδοὺς λιμῷ διέφθειρεν πάντας, ἢ παραδοὺς κυρίους ἐποίησε τοὺς πολεμίους τοῦ ὅ τι βούλονται διαθεῖναι. [4] δεῖ τοίνυν τὰς ὑποχωρήσεις ὑφορᾶσθαι τῶν πολεμίων καὶ μὴ ἀπειροκάλως ἕπεσθαι καὶ περιβλέπεσθαι δὲ μᾶλλον τοὺς τόπους ἢ τοὺς πολεμίους καὶ δι’ ὧν ἄγει χωρίων ὁρᾶν, ἐπιλογίζεσθαι δ’ ὅτι ταύτῃ πάλιν ὑποστρέψαι δεῖ, καὶ ἤτοι μηδ’ εἰσβάλλειν, ἀλλ’ ἀποτρέπεσθαι δεῖ, καὶ ἤτοι μηδ’ εἰσβάλλειν, ἀλλ’ ἀποτρέπεσθαι τῆς πορείας, ἢ εἰσβάλλοντα προορᾶν καὶ εἰς τὰς ὑπερβολὰς καὶ τοὺς συνάπτοντας αὐχένας τῶν ὀρῶν ἀπολείπειν τοὺς παραφυλάττοντας, ἵν’ ἀσφαλής σφισιν ἡ ἀνακομιδὴ γίγνηται. [5] ταῦτα δ’ εἰρήσθω καὶ τοῦ καταστρατηγεῖν οὕτως εἵνεκα καὶ τοῦ μὴ καταστρατηγεῖσθαι· καλὸν μὲν γὰρ καὶ τὸ λαβεῖν οὕτω δύνασθαι πολεμίους, ἀναγκαῖον δὲ τὸ μὴ ληφθῆναι.

  β´. Περὶ τοῦ προσίεσθαι τοὺς ἀπαγγέλλοντάς τι

  [6] Προσιέσθω δὲ καὶ πάντα τὸν βουλόμενόν τι ἀπαγγέλλειν καὶ δοῦλον καὶ ἐλεύθερον καὶ νύκτωρ καὶ μέθ’ ἡμέραν καὶ ἐν πορείᾳ καὶ ἐν κατασκηνώσει καὶ ἀναπαυόμενος καὶ ἐπὶ λουτροῦ καὶ ἐπὶ τροφῆς· οἱ γὰρ ἀναβαλλόμενοι καὶ δυσπρόσιτοι καὶ τοῖς ὑπηρέταις τοὺς προσιόντας ἀνακόπτειν κελεύοντες πολλῶν καὶ μεγάλων εἰκότως διαμαρτάνουσι πραγμάτων, ἢ καὶ τοῖς ὅλοις ῥᾳθυμοῦντες σφάλλονται· πολλάκις γὰρ ἐν ὄξει τὸ δυνάμενον καιρῷ φθασθῆναι πάρεισίν τινες μηνύοντες.

  XΙI. Περὶ ἀριστοποιΐας

  [1] Ἀντιστρατοπεδεύων δὲ πολεμίῳ χάρακι μηδὲ τῆς κατὰ καιρὸν ἀριστοποιΐας ἀμελείτω· ἐὰν μὲν γὰρ ἐφ’ ἑαυτῷ νομίζῃ τὸ ὅτε βούλεται τὸ στράτευμα πρὸς μάχην ἐκτάττειν εἶναι, καὶ ἡνίκα ἂν ἐθέλῃ, παραγγελλέτω ταῖς δυνάμεσιν ἀριστοποιεῖσθαι· ἐὰν δὲ εἰς τοσαύτην ἀνάγκην ἐληλυθὼς τυγχάνῃ διά τινας τόπους ἢ χάρακος ἀσθένειαν ἤ τινας ἄλλας αἰτίας, ὥστ’ ἐπὶ τοῖς πολεμίοις ἀπολελεῖφθαι τὸ ἐξάγειν ὁπότε προαιροῦνται καὶ τὴν ἀνάγκην σφίσιν ἐπιτιθέναι τοῦ τὰ
ὅπλα λαμβάνειν καὶ ἀντιπαρατάττεσθαι, μὴ ὀκνείτω καὶ ἕωθεν ἀριστοποιεῖσθαι σημαίνειν, μὴ φθάσωσιν νήστισιν ἐπιθέντες οἱ πολέμιοι τὴν ἀνάγκην τοῦ μάχεσθαι. [2] καὶ τὸ σύνολον οὐκ ἐν μικρῷ θετέον οὐδὲ παρορατέον τὴν τῶν τοιούτων πρόνοιαν· ἐμφαγόντες γὰρ στρατιῶται μετρίως, ὥστε μὴ πολὺν ἐνφορτίσασθαι τῇ γαστρὶ κόρον, δυναμικώτεροι πρὸς τὰς μάχας εἰσίν· πολλάκις καὶ παρὰ τοῦθ’ ἡττήθη στρατόπεδα τῆς ἰσχύος ἐλλειπούσης διὰ τὴν ἔνδειαν, ὅταν μὴ ἐν ὄξει καιρῷ κρίνηται τὰ τῆς μάχης, ἀλλὰ δι’ ἡμέρας ὅλης λαμβάνῃ τὸ τέλος.

  XIII. Περὶ τοῦ εἶναι τὸν στρατηγὸν εὔθυμον ἐν ταῖς δυσπραγίαις

  [1] Ὅτ’ ἂν δέ τις ἐμπέσῃ δυσθυμία στρατεύμασι καὶ φόβος ἢ συμμαχίας τοῖς πολεμίοις ἀφιγμένης ἢ προτερήματός σφισι γεγονότος, ὁ στρατηγὸς τότε δὴ μάλιστα τοῖς στρατιώταις ἱλαρὸς καὶ γεγηθὼς καὶ ἀκατάπληκτος φαινέσθω. [2] αἱ γὰρ ὄψεις τῶν ἡγεμόνων συμμετασχηματίζουσι τὰς ψυχὰς τῶν ὑποταττομένων, καὶ στρατηγοῦ μὲν εὐθυμουμένου καὶ ἱλαρὸν βλέποντος ἀναθαρρεῖ καὶ τὸ στρατόπεδον ὡς οὐδενὸς ὄντος δεινοῦ, κατεπτηχότος δὲ καὶ λυπουμένου συγκαταπίπτουσι ταῖς διανοίαις ὡς μεγάλου σφίσι κακοῦ προφαινομένου. [3] διὸ χρὴ πλέον τῷ σχήματι τοῦ προσώπου στρατηγεῖν τὴν τοῦ πλήθους εὐθυμίαν ἢ τοῖς λόγοις παρηγορεῖν· λόγοις μὲν γὰρ πολλοὶ καὶ ἠπίστησαν ὡς τοῦ καιροῦ πεπλασμένοις εἵνεκεν, ὄψιν δὲ θαρσοῦσαν ἀνυπόκριτον εἶναι νομίζοντες ἐπιστώσαντο τὴν ἀφοβίαν· ἀγαθὴ δὲ ἡ ἐξ ἀμφοῖν ἐπιστήμη τοῦ τε εἰπεῖν, ἃ δεῖ, καὶ ὀφθῆναι, ὁποῖον δεῖ.

  XIV. α´. Πότε δεῖ φόβον ἐμβάλλειν τῷ στρατεύματι τῷ ἰδίῳ τὸν ἀπὸ τῶν ἐναντίων

  [1] Καθάπερ γε μὴν ἐν καιρῷ στρατεύματος ἀναθάρσησις ὤνησεν, οὕτως καὶ φόβος ὠφέλησεν. ὅτ’ ἂν γὰρ ῥᾳθυμῇ στρατόπεδον καὶ ἀπειθέστερον ᾖ τοῖς ἡγουμένοις, τὸν ἀπὸ τῶν πολεμίων ὑποσημαίνειν δεῖ κίνδυνον, οὐχ ἥκιστα φοβεροποιοῦντα τὴν ἐκείνων ἐφεδρείαν· οὐ γὰρ δειλοὺς ἔσται ποιεῖν οὕτως, ἀλλὰ ἀσφαλεῖς· ἐν μὲν γὰρ ταῖς δυσθυμίαις θαρρεῖν ἀναγκαῖον, ἐν δὲ ταῖς ῥᾳθυμίαις φοβεῖσθαι· τοὺς μὲν γὰρ δειλοὺς ἀνδρείους ποιεῖ, τοὺς δὲ θρασεῖς προμηθεῖς. [2] ἀμφότερα δὲ συμβαίνει στρατοπέδοις, καὶ οὕτως καταπεπλῆχθαι πολεμίους ὥστε μηδὲν ἐθέλειν τολμᾶν, καὶ οὕτως καταφρονεῖν ὥστε μηδὲν φυλάττεσθαι· πρὸς ἑκάτερον δὲ δεῖ τὸν στρατηγὸν ἡρμόσθαι καὶ εἰδέναι, ποτε δεῖ τἀντίπαλα ταπεινὰ καὶ λόγῳ καὶ σχήματι ποιεῖν, καὶ ποτ’ αὐτὰ δεῖνα καὶ φοβερώτερα.

  β´. Περὶ τὸ θαρρύνειν τὸ δεδιὸς στράτευμα

  [3] Μελλούσης δὲ μάχης, ὅτε ἄδηλον ἔχοντα τὰ στρατεύματα τὴν κρίσιν τοῦ πολέμου διατετάρακται τῷ φόβῳ, δυνηθείς πῃ λαβεῖν αἰχμαλώτους ὁ στρατηγὸς ἢ ἀπὸ ἐνέδρας ἢ διακριβολισάμενος ἢ καὶ ἀποστατοῦντας τῆς ἰδίας παρεμβολῆς, εἰ μέν τινας γενναίους τοῖς φρονήμασι καὶ τοῖς σώμασι καταμάθοι, τούτους ἢ ἀποκτεινάτω παραχρῆμα λαβὼν ἢ δήσας παραδότω τοῖς ἐπὶ ταῦτα τεταγμένοις φυλάττειν κελεύσας, ὅπως μὴ πολλοὶ θεάσωνται τοὺς ἄνδρας, εἰ δὲ ἀσθενεῖς καὶ ἀγεννεῖς καὶ μικροψύχους, ἔτι καὶ προαπειλήσας σφίσιν ἐπὶ τῆς ἰδίας σκηνῆς καὶ προδουλώσας σφῶν τῷ φόβῳ τὰς ψυχὰς εἰς τὰ πλήθη προαγέτω δακρύοντας καὶ δεομένους, ἅμα λέγων καὶ ἐνδεικνύμενος τοῖς στρατιώταις, ὡς ἀγεννεῖς καὶ ταπεινοὶ καὶ οὐδενὸς ἄξιοι, καὶ ὡς πρὸς τοιούτους ἐστὶν ἄνδρας αὐτοῖς ἡ μάχη δεδιότας οὕτως τὸν θάνατον, ἁπτομένους γονάτων καὶ προκυλιομένους τῶν ἑκάστου ποδῶν. [4] ἐπαναθαρρεῖ γὰρ ἐπὶ τούτοις ὁ στρατὸς ἤδη προκατανενοηκὼς τῶν πολεμίων ὄψεις τε καὶ πάθη ψυχῆς· ἀεὶ γάρ, ὃ μηδέπω τις ἑώρακεν, ἐλπίζει μεῖζον γενήσεσθαι τῆς ἀληθείας, ἔτι καὶ τῷ τοῦ μέλλοντος φόβῳ τὴν ἐλπίδα μετρεῖ πρὸς τὸ χαλεπώτερον.

  XV. Ὅτι διαφοραὶ πολλαὶ τῶν τάξεων

  Τάξις δ’ οὐ μία πολέμου, πολλαὶ δὲ καὶ διάφοροι καὶ παρὰ τοὺς ὁπλισμοὺς καὶ παρὰ τοὺς στρατευομένους καὶ παρὰ τοὺς τόπους καὶ παρὰ τοὺς ἀντιπολέμους, ὧν τὰς διαφορὰς ὁ στρατηγὸς ἐπ’ αὐτῶν εἴσεται τῶν καιρῶν· ἃ δ’ ἂν οὐχ ἥκιστα πολλαῖς ἁρμόζοι παρατάξεσι δίχα τῶν ἐπ’ αὐτῶν τῶν πραγμάτων ἀνάγκην ἐχουσῶν νοεῖσθαι, ταῦθ’ ὡς ἐν κεφαλαίῳ δίειμι.

  XVI. Ὅτι πρὸς τὸ ἀντιπόλεμον καὶ τὸ ἴδιον συντάξει

  Ἱππεῖς μὲν δὴ στρατηγὸς οὐχ οὕτως, ὡς βούλεται, μᾶλλον δ’ ὡς ἀναγκάζεται, τάξει· πρὸς γὰρ τὸ ἀντιπόλεμον ἱππικὸν καὶ τὸ ἴδιον στήσει. ταττέτω δ’ ὡς τὰ πολλὰ κατὰ τὰς ἐκ παρατάξεως μάχας ἐπὶ κέρως, ἵνα καὶ κατὰ πρόσωπον καὶ ἐκ πλαγίων προσβάλλοντες καὶ τόπῳ μείζονι χρώμενοι, μέθ’ οὓς οὐκ ἔτ’ ἄλλοι τεταγμένοι τυγχάνουσιν, ἔχωσιν ἀποχρῆσθαι τῇ τῆς ἱππικῆς ἐπιστήμῃ.

  XVII. Ὅτι τοὺς ψιλοὺς ἀκοντιστὰς καὶ τοξότας καὶ σφενδονιστὰς πρώτους στήσει τῆς φάλαγγος

  Ψιλοὺς δέ, ἀκοντιστὰς καὶ τοξότας καὶ σφενδονήτας, πρώτους πρὸ τῆς φάλαγγος τάξει· κατόπιν μὲν γὰρ ὄντες πλείονα κακὰ διαθήσουσι τοὺς ἰδίους ἢ τοὺς πολεμίους, ἐν μέσοις δ’ αὐτοῖς ἄπρακτον ἔξουσι τὴν ἰδίαν ἐμπειρίαν, οὔθ’ ὑποχωρεῖν ἀνὰ πόδα δυνάμενοι κατὰ τὴν ἀνάτασιν τῶν ἀκοντί
ων, οὔτ’ ἐξ ἐπιδρομῆς βαλεῖν προηγουμένων ἄλλων καὶ παρὰ ποσὶν ὄντων, οὐδὲ μὴν οἱ σφενδονῆται κυκλόσε τὸν δῖνον ἀποτελεῖν τῆς σφενδόνης παρὰ πλευρὰν ἑστώτων φιλίων ὁπλιτῶν καὶ πρὸς τὸν ῥόμβον ἀντιπταιόντων, οἵ τε τοξόται προϊόντες μὲν τῶν ἄλλων εἰς αὐτὰ τὰ σώματα καὶ κατὰ σκοπὸν ἐκτοξεύουσι τὰ βέλη, μετὰ δὲ τοὺς λόχους ἢ ἐν αὐτοῖς μέσοις ὄντες εἰς ὕψος τοξεύουσιν, ὥστε πρὸς μὲν τὴν ἄνω φορὰν τόνον ἔχειν τὸ βέλος, αὖθις δέ, κἂν κατὰ κεφαλῆς πίπτῃ τῶν πολεμίων, ἐκλελύσθαι καὶ μὴ πάνυ τι λυπεῖν τοὺς ἐχθρούς.

  XVIII. Περὶ τοῦ ἐν τοῖς τραχέσι τόποις τάττειν τοὺς ψιλούς

  Εἰ δὲ συμβαίνοι γίγνεσθαι τὴν μάχην ἐν χωρίοις τινὰς μὲν χθαμαλούς τινας δὲ βουνοειδὲς ἔχουσι τόπους, τότε δὴ μάλιστα τοὺς ψιλοὺς ἐν τοῖς τραχέσιν ταττέτω, καὶ δή, κἂν αὐτὸς τὰ πεδινὰ κατειλημμένος ᾖ, τῶν δὲ πολεμίων μέρη τινὰ τῆς φάλαγγος ὀχθώδεις διακατέχῃ τόπους, κατὰ τούτους ἐπαγέτω τοὺς ψιλούς· ῥᾷόν τε γὰρ βαλόντες ὑποχωροῦσιν ἀπὸ τῶν τραχέων, ῥᾷστά τε τοῖς ἀνάντεσιν ἐπαναθέουσιν, ἂν ἐλαφροὶ τυγχάνωσιν.

 

‹ Prev