Complete Works of Onasander
Page 11
XIX. Περὶ τοῦ χωρία ἔχειν τὰς παρατάξεις δι’ ὧν ὀφείλουσιν οἱ ψιλοὶ ἐντὸς τῶν κοντῶν εἰσερχόμενοι ὑποστέλλεσθαι
[1] Ἔστω δὲ διαστήματα κατὰ τὰς τάξεις, ἵν’, ἐπειδὰν ἐκκενώσωσιν ἔτι προαγόντων τῶν πολεμίων τὰ βέλη, πρὶν εἰς χεῖρας ἐλθεῖν τὰς φάλαγγας, ἐπιστρέψαντες ἐν κόσμῳ διεξίωσιν μέσην τὴν φάλαγγα καὶ ἀταράχως ἐπὶ τὴν οὐραγίαν ἀποκομισθῶσιν· οὔτε γὰρ κυκλεύειν αὐτοὺς ἅπαν τὸ στράτευμα καὶ κάμπτειν κατὰ κέρας ἀσφαλές ἐστι — τάχα γάρ που φθάσουσιν αὐτοὺς ἐν τούτῳ συμμίξαντες οἱ πολέμιοι καὶ μέσους ἀπολαβόντες — , οὔτε διὰ τῶν πεπυκνωμένων βιάζεσθαι, καὶ εἰς τὰ ὅπλα ἐμπίπτοντας τάραχον ἐμποιεῖν ταῖς τάξεσιν ἄλλου πρὸς ἄλλον ἐνσείοντος. [2] αἱ δὲ κατὰ κέρας ἔφοδοι τῶν ψιλῶν πλείονα λυμαίνονται τοὺς πολεμίους, ἐκ πλαγίων ἀκοντιζόντων καὶ εἰς τὰ γυμνὰ παραβιαζομένων παίειν. [3] ἡ δὲ τῆς σφενδόνης ἄμυνα χαλεπωτάτη τῶν ἐν τοῖς ψιλοῖς ἐστιν· ὅ τε γὰρ μόλιβδος ὁμόχρους ὢν τῷ ἀέρι λανθάνει φερόμενος, ὥστ’ ἀπροοράτως ἀφυλάκτοις τοῖς τῶν πολεμίων ἐμπίπτειν σώμασιν, αὐτῆς τε τῆς ἐμπτώσεως σφοδρὰς οὔσης καὶ ὑπὸ τοῦ ῥοίζου τριβόμενον τῷ ἀέρι τὸ βέλος ἐκπυρωθὲν ὡς βαθυτάτῳ δύεται τῆς σαρκός, ὥστε μηδ’ ὁρᾶσθαι, ταχὺ δὲ καὶ τὸν ὄγκον ἐπιμύειν.
XX. Ὅπως δεῖ, ἐὰν ἀπορῇ ψιλῆς συμμαχίας ὁ στρατηγός, οἱ δὲ πολέμιοι εὐπορῶσιν, ἐπιφέρεσθαι αὐτοῖς
[1] Εἰ δὲ αὐτὸς μὲν ἐνδεὴς εἴη τῆς τῶν ψιλῶν συμμαχίας, οἱ δὲ πολέμιοι ταύτῃ πλεονεκτοῖεν, οἱ μὲν πρωτοστάται πυκνοὶ πορευέσθων ἔχοντες ἀνδρομήκεις θυρεούς, ὥστε σκέπειν ὅλα τὰ σώματα τοῖς μήκεσιν, οἱ δὲ μετὰ τούτους καὶ οἱ κατόπιν τούτων ἄχρι τῶν τελευταίων ὑπὲρ κεφαλῆς ἀράμενοι τοὺς θυρεοὺς τέως ἐχόντων, ἄχρι ἂν ἐντὸς γένωνται βέλους· οὕτως γάρ, ὡς εἰπεῖν, κεραμωθέντες οὐθὲν πείσονται δεινὸν ὑπὸ τῶν ἑκηβόλων. [2] εἰ δὲ παρ’ ἑκατέροις ἡ τῶν ψιλῶν εἴη βοήθεια, πρῶτοι πρὸ τῆς ἐκ χειρὸς μάχης ἀκροβολιζέσθων τοῖς ἀντιπάλοις, ἢ μετὰ τὴν συμπλοκὴν τῆς φάλαγγος ἐκ πλαγίων ἐπιθέοντες ἀποχρήσθων τοῖς βέλεσιν· συνελαύνονται γὰρ εἰς ὀλίγον καὶ οὐχ ἧττον θορυβοῦνται τοῖς τοιούτοις ἀμυντηρίοις.
XXI. Περὶ τοῦ μὴ εἰς πολὺ μῆκος ἐκτείνειν τὴν φάλαγγα τὰς κυκλώσεις τῶν ἐναντίων φοβουμένους
[1] Τὰς δὲ κυκλώσεις φυλάττεσθαι βουλόμενος μήθ’ οὕτως ἐπὶ μῆκος ἐκτεινέτω τὴν δύναμιν, ὥστε πάμπαν ἀσθενῆ καὶ ἀβαθῆ ποιῆσαι τὴν φάλαγγα — ταχὺ γάρ που συμβαίνει τοὺς πολεμίους διαρρήξαντας αὐτὴν δίοδον ποιεῖσθαι, καὶ μηκέτι παρὰ κέρας ἐνεργεῖν ταῖς κυκλώσεσιν, ἀλλὰ διεκπεσόντας μέσους κατὰ νώτου γίγνεσθαι τῶν ἐναντίων· τὸ δὲ αὐτὸ μὴ μόνον φυλαττέσθω παθεῖν, ἀλλὰ καὶ ζητείτω ποιεῖν, ἐὰν ἀσθενῆ καὶ λεπτὴν κατανοήσῃ τὴν τῶν πολεμίων φάλαγγα — , μήθ’ οὕτως ἐπ’ οὐρὰν συστελλέτω τὴν παράταξιν εἰς πολὺ βάθος ὑποστέλλων, ὥστ’ ἐκ τοῦ ῥᾴστου τοὺς πολεμίους ὑπερκεράσαντας ἐντὸς αὐτὴν λαβεῖν. [2] ἰσχυροποιείτω μέντοι γε τὴν οὐραγίαν καὶ τοὺς παρὰ πλευρὰν τῶν κεράτων μὴ ἔλαττον τῶν πρωτοστατῶν· οὐχ ἧττον γὰρ ἀποκωλύουσιν οἱ κατ’ οὐρὰν τὰς κυκλώσεις τῶν ἐπὶ κέρας ἐκτεινομένων, ἐὰν ἤτοι φθάσας ὁ στρατηγὸς τὸ μέλλον ἁπλώσας τὴν οὐραγίαν καὶ παρὰ τὰ κέρατα τῆς φάλαγγος ἀναβιβάσας ἑκατέρωθεν παραστήσῃ τοὺς κατόπιν εἰς τὸ πρόσωπον τῶν πολεμίων, ἢ καὶ παραγγείλῃ τοῖς ἐφθασμένοις ἤδη κυκλωθῆναι τὰ νῶτα τοῖς τῶν προηγουμένων νώτοις ἐγκλίνοντας ἀμφίστομον ποιεῖσθαι τὴν μάχην.
[3] Ἀγχίνους μὲν στρατηγός τις πολλοὺς ὁρῶν τοὺς πολεμίους αὐτὸς ἐλάττοσι στρατιώταις μέλλων κινδυνεύειν ἐξελέξατο καὶ ἐπετήδευσε τοιούτων ἐπιτυχεῖν τόπων, ἐν οἷς ἢ παρὰ ποταμίαν ὀφρὺν ταξάμενος ἀπωθεῖται ταύτῃ τὴν κύκλωσιν τῶν πολεμίων, ἢ παρώρειαν ἐκλεξάμενος αὐτοῖς τοῖς ὄρεσιν ἀποκλείσει τοὺς ὑπερκεράσαι βουλομένους, ὀλίγους ἐπιστήσας ἐπὶ τῶν ὑψηλῶν τοὺς ἀποκωλύσοντας ὑπὲρ κεφαλὴν ἀναβάντας γίγνεσθαι τοὺς πολεμίους. [4] οὐ μὴν ἡ στρατηγικὴ φρόνησις ἐνταῦθα συλλαμβάνεται μόνον, ἀλλὰ καὶ ἡ τύχη· δεῖ γὰρ ἐπιτυχεῖν τοιούτων χωρίων· οὐ γὰρ αὑτῷ γε κατασκευάσασθαι δυνατὸν τοὺς τόπους· τῶν ὄντων μέντοι τοὺς ἀμείνους ἐκλέξασθαι καὶ τοὺς συνοίσοντας ἐννοῆσαι φρονίμου.
[5] Πολλάκις δὲ εἰώθασιν οἱ μεγάλῃ δυνάμει καὶ πολυάνδρῳ κεχρημένοι μηνοειδὲς σχῆμα ποιήσαντες τῆς παρατάξεως ἐπιέναι, νομίζοντες ὅτι προσάγονται τοὺς πολεμίους καὶ κατ’ ἄνδρα βουλομένους συνάπτειν, εἶτα κατὰ τὸ ἡμικύκλιον εἰς ὁδὸν κυρτουμένους ἐναπολήψονται τῷ περιέχοντι κόλπῳ, τὰς ἰδίας κεραίας ἐπισυνάπτοντες ἀλλήλαις εἰς κύκλου σχῆμα. [6] πρὸς οὓς ἀντεπακτέον οὐχ ὧδε· τριχῇ δὲ διελὼν τὴν ἰδίαν δύναμιν τῶν μὲν δυεῖν ἑκατέρῳ μέρει κατὰ κέρας προσβαλλέτω τοῖς πολεμίοις, τῷ δὲ ἑνί, τοῖς εἰς τὸν μέσον κόλπον τοῦ μηνοειδοῦς ἀντπαρατεταγμένοις, ἐναντίος ἑστάτω καὶ μὴ προαγέτω· ἢ γὰρ μένοντες ἐπὶ τοῦ κυκλοειδοῦς σχήματος οἱ κατὰ μέσην τὴν φάλαγγα τεταγμένοι τῶν ἐχθρῶν ἄπρακτοι μηδὲν δρῶντες ἐστήξονται, ἢ προϊόντες εἰς τοὔμπροσθεν, εἰ βούλοιντο προάγειν φαλαγγηδὸ
ν εἰς εὐθεῖαν ἐκ τοῦ σιγματοειδοῦς ἁπλούμενοι σχήματος, ἀλλήλους ἐκθλίψουσι καὶ λύσουσι τὴν τάξιν — τῶν γὰρ ἔτι κέρως ἐπὶ τῆς αὐτῆς μενόντων χώρας καὶ μαχομένων οὐχ οἷόν τε τὸ ἡμικύκλιον εἰς εὐθεῖαν ἀνελθεῖν — · ἔνθα δὴ τεταραγμένων αὐτῶν καὶ λελυκότων τὴν τάξιν τῷ τρίτῳ τάγματι καὶ ἐφέδρῳ προσβαλλέτω τοῖς ἀπὸ τοῦ μέσου κυρτώματος προάγουσιν ἀτάκτως εἰς τοὔμπροσθεν. [7] ἐὰν δὲ διαμένωσιν ἐπὶ τοῦ κοίλου σχήματος, τοὺς ψιλοὺς καὶ ἑκηβόλους ἔνθα κατ’ ἀντικρὺ ταττέτω· βάλλοντες γὰρ αὐτοὺς πολλὰ λυπήσουσιν. [8] οὐ μὴν ἀλλὰ καὶ εἰ λοξῇ πάσῃ τῇ ἰδίᾳ φάλαγγι προσβάλλει κατὰ θάτερον κέρας τῶν πολεμίων, οὐκ ἂν ἁμάρτοι πρὸς τὴν ἐκ τοῦ μηνοειδοῦς σχήματος κύκλωσιν οὕτως ἀντεπιών· ἐπὶ πολὺ γὰρ οἱ ἐξ ἐναντίας εἰς χεῖρας ἰέναι πανστρατιᾷ κωλυόμενοι κατ’ ὀλίγους κερασθήσονται, τῶν ἐπὶ θατέρου κέρως μόνων μαχομένων, οἳ καὶ πρῶτοι κατ’ ἀνάγκην συμμίξουσι διὰ τὴν λοξὴν ἔφοδον.
[9] Οὐκ ἄχρηστον δέ ποτε καὶ ἀντιπαραταξάμενον ὑπὸ πόδα τῷ στρατεύματι χωρεῖν, ὡς καταπεπληγμένον, ἢ καὶ ἐπιστρέψαντα παραπλησίαν φυγῇ ποιεῖσθαι τὴν ἐπιχώρησιν ἐν τάξει, εἶτ’ αὖθις μεταβαλόμενον ἀντεπιέναι τοῖς ἐπιοῦσιν· ἐνίοτε γὰρ ὑπὸ χαρᾶς οἱ πολέμιοι δόξαντες φεύγειν τοὺς ἐναντίους λύσαντες τὰς τάξεις ἐπικέονται προπηδῶντες ἄλλων ἄλλοι, ἐφ’ οὓς ἀκίνδυνον ἐπιστρέψαντας μάχεσθαι καὶ αὐτῷ τῷ παρ’ ἐλπίδα τοῦ στῆναι θάρσει καταπληξαμένους εἰς φυγὴν αὖθις τοὺς πάλαι διώκοντας τρέπεσθαι.
XXII. Περὶ τοῦ ἔχειν κεχωρισμένους ἐπιλέκτους εἰς βοήθειαν τῶν καταπονουμένων. περὶ τοῦ ἔχειν ἐγκρύμματα
[1] Ἐχέτω δέ που καὶ στρατιώτας λογάδας ἰδίᾳ τεταγμένους ἀπὸ τῆς φάλαγγος ὥσπερ ἐφέδρους τοῦ πολέμου πρὸς τὰ καταπονούμενα μέρη τῆς δυνάμεως, ἵν’ ἐξ ἑτοίμου τοὺς ἐπικουρήσοντας ἐπάγῃ· καὶ ἄλλως οὐκ ὀλίγον ὤνησαν ἀκμῆτες ἐπελθόντες ἤδη κεκοπιακόσι· τούς τε γὰρ τεταλαιπωρηκότας ἤδη τῶν φίλων ἀνέλαβον καὶ τοῖς πολεμίοις ἐκλελυμένοις ἀκμάζοντες ἐπέθεντο. [2] γίγνοιτο δ’ ἄν τι καὶ τούτου χρησιμώτερον, ἐκ τῆς παρατάξεως ἀπωτέρω σταδίοις, ὁπόσοις ἂν ἀποχρῆν αὐτῷ δοκῇ, ἐκπέμψαι μέρος τι τῆς αὑτοῦ στρατιᾶς ἀπροόρατον τοῖς πολεμίοις, παραγγείλας σφίσιν, ἐπειδὰν συμβάλῃ τοῖς ἐναντίοις, τότε πυθομένους παρὰ τῶν σκοπῶν ἀναστάντας ἐπείγεσθαι· καὶ μάλιστα τοῦτο ποιητέον, ὅταν προσδόκιμος οὖσα συμμαχία τοῦ καιροῦ καθυστερῇ· δόξαντες γὰρ οἱ πολέμιοι τούτους ἐκείνους εἶναι καὶ συμμάχους ποθὲν ἥκειν τοῖς ἐναντίοις, ἴσως ἂν ἔτι καὶ προσιόντων πρὶν ἢ συμμῖξαι τοὺς ἐπιβάλλοντας εἰς φυγὴν ὁρμήσαιεν, οὐ τοσοῦτον, ὅσον ἐστίν, ἀλλὰ πλεῖον ἐπιέναι πλῆθος νομίζοντες. [3] ἄλλως τε καὶ ἐν αὐτοῖς τοῖς δεινοῖς ἐπιφανείαι πολεμίων ἀπειράστων ἐκπλήττουσι τὰς ψυχάς· προλαμβάνουσαι γάρ τι χεῖρον, οὗ πείσονται, φοβερώτερον ἐκδέχονται τὸ μέλλον.
[4] Ἐκπληκτικωτάτη δ’, ἢ καὶ δραστικωτάτη μάλιστα πάντων, ἢ κατὰ νώτου τῶν πολεμίων αἰφνίδιος ἐπιβολή, εἴ πῃ δυνατὸν γένοιτο προεκπέμψαντι στρατιωτῶν σύνταγμα νύκτωρ ἐκπεριελθεῖν κελεῦσαι τοὺς πολεμίους, ἵνα κατόπιν αὐτῶν γένωνται πάντες, ὥστε ἕωθεν ἀναστάντας ἐκ τῆς ἐνέδρας μετὰ τὸ συμμῖξαι πρὸς μάχην τὰ στρατεύματα κατὰ τὴν οὐραγίαν ἐπιφαίνεσθαι τοῖς πολεμίοις· οὐδὲ γὰρ φεύγουσιν ἂν ἔτι σφίσιν ἐλπὶς ἀπολείποιτο σωτηρίας, οὐδ’ εἰς τοὐπίσω δυναμένοις ἐπιστραφῆναι διὰ τοὺς ἐξ ἐναντίας μαχομένους, οὐδ’ εἰς τὸ πρόσω φέρεσθαι διὰ τοὺς κατόπιν ἐπικειμένους.
XXIII. Περὶ τοῦ ἐν τῶν καιρῷ αὐτῷ τῆς μάχης ἐκφωνεῖν χαρμόσυνα τοῖς ὑπηκόοις· εἰ καὶ ψευδῆ, ὅμως συμφέρει
[1] Καὶ δή ποτε παριππαζόμενος ἐμβοησάτω τοῖς φίλοις, εἰ μὲν ἐπὶ τοῦ δεξιοῦ τύχοι κέρως ὤν, “νικῶσιν ἄνδρες οἱ ἐπὶ τοῦ λαιοῦ τὸ δεξιὸν κέρας τῶν πολεμίων,” εἰ δ’ ἐπὶ τοῦ λαιοῦ, νικᾶν λεγέτω τὸ φίλιον δεξιόν, ἐάν τε καὶ κατ’ ἀλήθειαν ᾖ τοῦτο γινόμενον ἐάν τε μή· καὶ γὰρ δὴ τὸ ψεῦδος ἀναγκαῖον εἰπεῖν, ὅπου “μέγα νεῖκος ὄρωρεν·” οἷον βοῆσαι πάλιν αὖ μακρὰν ἀποστατοῦντος τοῦ τῶν πολεμίων ἡγεμόνος ἢ ἐπὶ θατέρου κέρως ὄντος ἢ τὰ μέσα συνέχοντος τῆς φάλαγγος, “τέθνηκεν ὁ τῶν πολεμίων στρατηγὸς” ἢ “βασιλεύς,” ἢ ὅστις ἄν ποτε ᾖ. [2] καὶ ταῦτα χρὴ βοᾶν οὕτως, ὥσθ’ ἅμα καὶ τοὺς πολεμίους κατακούειν· οἵ τε γὰρ φίλιοι τοὺς σφετέρους ἀκούοντες ἐπικυδεστέρους ἀναθαρροῦσι καὶ διπλάσιοι γίγνονται ταῖς προυθμίαις, οἵ τε ἐχθροὶ τὰ σφῶν αὐτῶν ἐλαττώματα πυνθανόμενοι συγκαταπίπτουσι ταῖς διανοίαις, ὥστ’ ἔστιν ὅτε καὶ εἰς φυγὴν ἅμα τῷ δέξασθαι τοιαύτην φήμην ὁρμᾶν. [3] οὕτως πολλάκις συνήνεγκεν καὶ τοὺς φιλίους ἅμα τοῖς πολεμίοις ἐξαπατῆσαι, τοῖς μὲν τὰ κρείττω, τοῖς δὲ τὰ χείρω ψευδόμενον.
XXIV. Περὶ τοῦ οἰκείους πρὸς οἰκείους καὶ γνωρίμους πρὸς γνωρίμους τάττειν
Φρονίμου δὲ στρατηγοῦ καὶ τὸ τάττειν ἀδελφοὺς παρ’ ἀδελφοῖς, φίλους παρὰ φίλοις, ἐραστὰς παρὰ παιδικοῖς· ὅταν γὰρ ᾖ τὸ κινδυνεῦον τὸ πλησίον προσφιλέστερον, ἀνάγκη τὸν ἀγαπῶντα φιλοκινδυνότερον ὑπὲρ τοῦ πέλας ἀγωνίζεσθαι· καὶ δή τι�
� αἰδούμενος μὴ ἀποδοῦναι χάριν ὧν εὖ πέπονθεν αἰσχύνεται καταλιπὼν τὸν εὐεργετήσαντα πρῶτος αὐτὸς ἄρξαι φυγῆς.
XXV. Περὶ τοῦ μὴ δι’ ἑαυτοῦ διδόναι τὸν στρατηγὸν τὰ σημεῖα εἴτε τῆς συμβολῆς εἴτε ἄλλης τινὸς πράξεως, ἀλλὰ διὰ τῶν ἡγεμόνων
[1] Πᾶν δὲ παράγγελμα καὶ σύνθημα καὶ παρασύνθημα διδότω διὰ τῶν ἡγεμόνων· ἐπιόντα γὰρ κηρύττειν ἅπασιν ἰδιώτου καὶ ἀπείρου κομιδῇ καθέστηκεν, καὶ χρόνος ἐν τῷ παραγγέλλειν ἀναλίσκεται, καὶ θόρυβος ὁμοῦ πάντων ἀλλήλους ἐρωτώντων· εἶθ’ ὁ μὲν προσέθηκέ τι πλεῖον ὧν ὁ στρατηγὸς εἶπεν, ὁ δ’ ἀφείλετο τοῦ ῥηθέντος παρὰ τὴν ἄγνοιαν. [2] δεῖ δὲ τοῖς πρώτοις ἡγεμόσιν εἰπεῖν, ἐκείνους δὲ ἀπαγγεῖλαι τοῖς μετ’ αὐτούς, εἶτα τούτους τοῖς κατόπιν, εἶθ’ ἑξῆς ἄχρι τῶν τελευταίων, τοὺς πρώτους τοῖς ὑπὸ πόδα σημαίνοντας· οὕτως γὰρ ἐν τάχει καὶ μετὰ κόσμου καὶ μέθ’ ἡσυχίας εἴσονται, παραπλησίου τοῦ παραγγέλματος τοῖς φρυκτωροῦσι γιγνομένου· [3] καὶ γὰρ ἐκείνων, ὅταν ὁ πρῶτος ἄρῃ τὸν φρυκτόν, ὁ δεύτερος τῷ μετ’ αὐτὸν ἐπύρσευσεν, εἶθ’ ὁ τρίτος τῷ τετάρτῳ, καὶ τέταρτος πέμπτῳ, καὶ πέμπτος ἕκτῳ καὶ καθ’ ἕνα πάντες ἀλλήλοις, ὥστ’ ἐν ὄξει διὰ μήκους σταδίων τὸ σημανθὲν ὑπὸ τοῦ πρώτου πάντας ἐπιγνῶναι.