Book Read Free

Complete Works of Onasander

Page 13

by Onasander


  XXXV. α´. Ὅτι οὐ χρὴ πάντοτε ἐπιτρέπειν τὰς ἁρπαγάς, καὶ ὅτι τὰ σώματα οὐ χρὴ ἁρπάζειν, ἀλλὰ τὸν στρατηγὸν πιπράσκειν

  [1] Τὰς δ’ ἁρπαγὰς οὔτ’ ἐπὶ πάσης μάχης ἐπιτρεπτέον, οὐδ’ αἰεὶ πάντων, ἀλλ’ ὧν μέν, ὧν δ’ οὔ, τῶν δὲ σωμάτων ἥκιστα· ταῦτα δὲ πιπράσκειν τὸν στρατηγόν. [2] εἰ δὲ χρημάτων δέοι καὶ δαπάνης κοινῆς καὶ μεγάλης, καὶ ὅσα ἄγεται καὶ φέρεται πάνθ’ ὡς αὐτὸν ἀναπέμπεσθαι κηρυττέτω. [3] γνώῃ δ’ ἂν αὐτὸς ἄριστα πρὸς τοὺς καιρούς, εἰ τὰ πάντα δέοι λαμβάνειν, εἴτ’ ἐκ μέρους, εἴτε μηθὲν ὧν ἔτυχεν· οὔ γε μὴν ἔστι πολέμου καὶ τοῖς κοινοῖς εἶναι χρημάτων δαψίλειαν καὶ τοῖς στρατιώταις ἀνεπικώλυτον ὠφέλειαν· ἤδη δὲ καὶ παρὰ τοὺς τῶν ἡττημένων πλούτους καὶ παρὰ τὰς τῶν τόπων εὐδαιμονίας αἱ ὠφέλειαί σφισι δαψιλέστεραι γίγνονται.

  β´. Περὶ αἰχμαλώτων

  [4] Τοὺς δὲ αἰχμαλώτους, ἐὰν ὁ πόλεμος ἔτι συνεστὼς ᾖ, μή κτεινέτω, μάλιστα μὲν τῶν πρὸς οὕς ἐστιν ὁ πόλεμος, κἂν δοκῇ οἱ, τοὺς συμμάχους ἀναιρεῖν, ἥκιστα δὲ καὶ τοὺς ἐνδοξοτάτους καὶ λαμπροὺς παρὰ τοῖς πολεμίοις, ἐνθυμούμενος τὰ ἄδηλα τῆς τύχης καὶ τὸ παλίντροπον τοῦ δαιμονίου φιλοῦντος ὡς τὰ πολλὰ νεμεσᾶν, ἵν’ εἴ τινων αὐτοὶ ἢ σωμάτων, ὧν πολὺς πόθος, ἢ φρουρίου κρατήσαιειν, ἱκανὰ ἀντικαταλλάγματα δοὺς ἔχῃ κομίσασθαι τὰ τῶν φιλίων, ἢ τότε γε μὴ βουλομένων ἐνδίκως εἰς ἴσον ἀμύνηται. [5] μετὰ δὲ τὰ κατορθώματα καὶ τοὺς κινδύνους ἐπιτρεπέσθων αὐτοῖς εὐωχίαι τε καὶ κλισίαι καὶ πόνων ἀνέσεις, ἵν’ εἰδότες, οἷον τέλος ἐστὶ τοῦ μαχομένους νικᾶν, ὑπομένωσι τὰ δυσχερῆ πάντα πρὸ τοῦ νικᾶν.

  XXXVI. α´. Περὶ τοῦ θάπτειν τοὺς ἐν πολέμῳ ἀναιρουμένους

  [1] Προνοείσθω δὲ τῆς τῶν νεκρῶν κηδείας, μήτε καιρὸν μήθ’ ὥραν μήτε τόπον μήτε φόβον προφασιζόμενος, ἄν τε τύχῃ νικῶν, ἄν τε ἡττώμενος· ὁσία μὲν γὰρ καὶ ἡ πρὸς τοὺς ἀποιχομένους εὐσέβεια, ἀναγκαία δὲ καὶ ἡ πρὸς τοὺς ζῶντας ἀπόδειξις. [2] ἕκαστος γὰρ τῶν στρατιωτῶν ὡς αὐτὸς ἀμελούμενος, εἰ πεσὼν ἔτυχεν, παρ’ ὀφθαλμοῖς ὁρῶν τὴν τύχην καὶ ὑπὲρ τοῦ μέλλοντος καταμαντευόμενος, ὡς οὐδ’ αὐτός, εἰ τεθναίη, ταφησόμενος ἐπαχθῶς φέρει τὴν ἀτύμβευτον ὕβριν.

  β´. Περὶ τοῦ ἐπανορθοῦσθαι τὴν ἐλάττωσιν

  [3] Εἰ δὲ ἡττῷτο, παραμυθησάμενος τοὺς ἀνασωθέντας ἐκ τῆς μάχης ἐφεδρευέτω, καιρὸν ἔνθα που καὶ μᾶλλον οἰόμενος ἐπανορθώσασθαι τὴν ἐλάττωσιν. [4] εἰώθασι γὰρ ὡς τὰ πολλὰ μετ’ εὐπραγίας οἱ στρατιῶται ῥᾳθυμότερον ἐκλύεσθαι περὶ τὰς φυλακάς· ἡ γὰρ τῶν πέλας καταφρόνησις ἀμελείας σφίσι γίγνεται αἰτία τῶν οἰκείων, οὕτως τε πολλάκις τὰ εὐτυχήματα πλεῖον ἔβλαψε τῷ δυστυχημάτων. [5] ὁ μὲν γὰρ πταίσας ἐδιδάχθη καὶ φυλάξασθαι τὸ μέλλον, ἐξ ὧν ἔπαθεν, ὁ δὲ τοῦ δυστυχεῖν ἄπειρος οὐδ’, ὡς δεῖ φυλάξαι τὰς εὐπραγίας, ἔμαθεν. [6] εἶτ’ αὖ νικῶν τὴν αὐτὴν ἐχέτω προμήθειαν ὑπὲρ τοῦ μὴ παθεῖν ἀμελῶν, ἣν ἂν εἰς τὸ δρᾶσαί τι τοὺς ἐχθροὺς ῥᾳθυμοῦντας εἰσενέγκαιτο. φόβος γὰρ εὔκαιρος ἀσφάλεια προμηθής, ὡς καὶ καταφρόνησις ἄκαιρος εὐεπιβούλευτος τόλμα.

  XXXVII. Περὶ τοῦ ἐν καιρῷ εἰρήνης μὴ ἀφυλάκτως εἶναι

  [1] Ἀνοχὰς δὲ ποιησάμενος μηδ’ ἐπιτιθέσθω μηδ’ αὐτὸς ἀφύλακτος ἔστω· ἀλλὰ τὸ μὲν ἥσυχον ἐχέτω πρὸς τοὺς πολεμίους, ὡς ἐν εἰρήνῃ, τὸ δ’ ἀσφαλὲς εἰς τὸ μὴ παθεῖν, ὡς ἐν πολέμῳ. [2] δεῖ γὰρ οὐκ ἀσύνθηκον ἐν σπονδαῖς εἶναι οὔτ’ αὐτόν τι φθάνειν ἀσεβὲς δρῶντα, ἀλλ’ ὕποπτον, ὡς φυλάττεσθαι τὸ ἀπὸ τῶν πολεμίων ὕπουλον· ἄδηλοι γὰρ αἱ τῶν σπεισαμένων γνῶμαι. [3] καὶ παρὰ σοι μὲν ἔστω τὸ βέβαιον τοῦ μὴ ἀδικῆσαι διὰ τὸ εὐσεβές, παρὰ δὲ τοῖς πολεμίοις ὑπονοείσθω τὸ μὴ πιστὸν διὰ τὸ ἀπεχθές· ἀσφαλὴς γὰρ οὗτος καὶ προμηθής, ὃς οὐδὲ βουληθεῖσι τοῖς πολεμίοις ἐπιθέσθαι τὸν τοῦ δύνασθαι παρασπονδῆσαι καιρὸν ἀπολείπει. [4] οἵτινες δ’ ἐπὶ τοῖς θεοῖς ποιοῦνται τὴν ὑπὲρ ὧν ἂν πάθωσιν ἐκδικίαν, εὐσεβὲς μὲν φρονοῦσιν, οὐ μὴν ἀσφαλῆ ποιοῦσιν. [5] κομιδῇ γὰρ ἀνοήτων ἐστὶν ἐλπίδι τοῦ τοὺς παρασπονδήσαντας ἐκτίσειν δίκας ἀπρονοήτους ἔχειν τοὺς περὶ σφῶν κινδύνους, ὥσπερ αὐτοὺς σώζεσθαι μέλλοντας ἅμα τῷ τοὺς ἐχθροὺς ἀπόλλυσθαι, ἐξὸν μετὰ τῆς τῶν ἰδίων πραγμάτων ἀσφαλείας πεῖραν λαμβάνειν τῆς τῶν πολεμίων ἀσεβείας· οὕτως γὰρ αὐτοί τε διὰ τὸ προμηθὲς οὐκ ἂν πταίσαιεν ἐπιβουλευθέντες, ἀσεβήσουσί τε οἱ πολέμιοι τῷ ἐπιχειρῆσαι καὶ δοκεῖν πεποιηκέναι ἄν, εἰ ἐδυνήθησαν.

  XXXVIII. α´. Περὶ τοῦ τὰς προσαγόμενος πόλεις ἐν ἀδείᾳ ἔχειν καὶ φιλανθρωπίᾳ

  [1] Ταῖς δὲ προσχωρούσαις πόλεσιν, εἴ τινες ἐπιτρέποιεν αὑτὰς ἀρξάμεναι, φιλανθρώπως καὶ χρηστῶς προσφερέσθω· προσαγάγοιτο γὰρ ἂν οὕτως καὶ τὰς ἄλλας. ἡ γὰρ ἐλπὶς τοῦ τῶν αὐτῶν τεύξεσθαι δελεάζουσα προσάγεται τοὺς πολλοὺς αὑτοὺς ἑκόντας ἐγχειρίζειν. [2] ὅστις δὲ πικρῶς εὐθὺς καὶ πολεμικῶς προσφέρεται κύριος γενόμενος πόλεως ἢ διαρπάζων ἢ κτείνων ἢ κατασκάπτων, ἀλλοτριωτέρας διατίθησι τὰς ἄλλας πόλεις, ὥστε καὶ τὸν πόλεμον αὑτῷ ἐπίπονον καὶ τὴν νίκην δύσελπιν κατασκευάζειν· [3] εἰδότες γάρ, ὡς ἀπαραίτητόν
ἐστιν ἡ τῶν ὑποχειρίων πρὸς τοῦ κρατήσαντος τιμωρία, πᾶν ὁτιοῦν ὑπομένουσι καὶ ποιεῖν καὶ πάσχειν ὑπὲρ τοῦ μὴ παραδοῦναι τὰς πόλεις. [4] οὐθὲν γὰρ οὕτως κατασκευάζει γενναίους, ὡς φόβος ὧν μέλλουσι πείσεσθαι κακῶν εἴξαντες· ἡ γὰρ προσδοκία τῶν δεινῶν ἐκ τοῦ καθυφεῖσθαι τὰ σφέτερα δεινὴν ἐντίθησι φιλοτιμίαν ἐν τοῖς κινδύνοις. [5] χαλεπαὶ δὲ αἱ πρὸς τοὺς ἀπεγνωσμένους πεῖραι μάχης· οὐδὲν γὰρ χρηστότερον ἐλπίζοντες ἐκ τοῦ παραχωρεῖν ὧν πείσονται κινδυνεύοντες αἱροῦνται μετὰ τοῦ πολλὰ δρᾶν καὶ πάσχειν. [6] ὅθεν αἱ πολιορκίαι τοῖς ὧδε στρατηγοῖς ἄφροσι καὶ τεθηριωμένοις ταλαίπωροι γίγνονται καὶ πολυχρόνιοι, ποτὲ δὲ καὶ ἀτελεῖς, οὐχ ἥκιστα δὲ σφαλεραί τε καὶ ἐπικίνδυνοι.

  β´. Πῶς χρηστέον προδόταις

  [7] Τοῖς δὲ προδόταις τάς τε πίστεις καὶ τὰς ἐπαγγελίας φυλαττέτω, μὴ διὰ τοὺς γεγονότας, ἀλλὰ διὰ τοὺς ἐσομένους, ἵν’ εἰδότες, ὡς ὀφείλεταί σφισι χάρις, ἑλόμενοι τὰ τῶν πολεμίων ἐπὶ τὰς αὐτὰς εὐεργεσίας τρέπωνται· λαμβάνει γάρ τι μᾶλλον ὁ προδότῃ διδοὺς ἢ χαρίζεται. [8] διὸ χρὴ προθύμως ἐκτίνειν τὰς ἀμοιβάς· οὐ γὰρ δικαστὴς τῆς ἀδικηθείσης πόλεώς ἐστιν, ἀλλὰ στρατηγὸς τῆς ἑαυτοῦ πατρίδος.

  XXXIX. α´. Περὶ τοῦ τὸν στρατηγὸν ἐν γνώσει εἶναι τῆς τῶν ἄστρων κινήσεως

  [1] Πρὸς δὲ τὰς ἐπιθέσεις καὶ τὰς ἐκ προδοσίας νυκτερινὰς καταλήψεις τῶν πόλεων οὐκ ἄπειρον εἶναι δεῖ τῆς ὑπεργείου κατὰ τὴν νύκτα φορᾶς τῶν ἀπλανῶν, ἐπεὶ πολλάκις ἀπράκτους ἕξει τὰς ἐπιβολάς. [2] ἔστιν γὰρ ὅτε συντέτακταί τις τῶν προδοτῶν τρίτην ἢ τετάρτην ἢ ὁπόστην ἄν τις εὔκαιρον ὥραν νομίζῃ τῆς νυκτός, ἀνοίξειν τὰς πύλας ἤ τινας κατασφάξειν τῶν ἐπὶ τῆς πόλεως ἀντιπραττόντων ἢ φρουρᾷ τῶν ἔνδον πολεμίων ἐπιθήσεσθαι· κἄπειτα δυεῖν θάτερον συμβέβηκεν, ἤτοι θᾶττον ἢ ἔδει προσπελάσαντα τὸν τῶν πολεμίων στρατὸν κατάφωρον γενέσθαι, πρὶν ἢ τοὺς προδότας ἑτοίμους εἶναι, καὶ οὕτως ἀποκωλυθῆναι τῆς πράξεως, ἢ ὑστερήσαντα τοῖς μὲν προδόταις αἴτιον γενέσθαι θανάτου φωραθεῖσιν, αὐτὸν δὲ μηδὲν τῶν προκειμένων ἁνύσαι. [3] διόπερ χρὴ καὶ τὴν ὁδὸν τεκμαιρόμενον, ὅθεν ἐξοδεῦσαι δεῖ, καὶ τῶν σταδίων καὶ τῆς ὥρας στοχαζόμενον, ὅσον εἰς τὴν πορείαν ἀναλώσει, καὶ ἀπὸ τῶν ἄστρων ὁρῶντα, πόσον τὸ παρῳχηκὸς ἤδη καὶ πόσον τὸ ἀπολειπόμενον μέρος, οὕτως ἀκριβῶς συλλογισάμενον, ἵνα μήτε φθάσῃ μήτε βραδύνῃ, πρὸς αὐτὴν ἥκειν τὴν ὥραν τοῦ συντεταγμένου καιροῦ καὶ ἔτι προσιόντα ἀκούεσθαι καὶ ἐντὸς εἶναι τῶν τειχῶν.

  β´. Πῶς ἡμέρας αἱρειν χρὴ πόλιν

  [4] Εἰ δ’ ἡμέρας ἀναστήσας ἄγοι στράτευμα πόλεις ἐκ προδοσίας ληψόμενος κατὰ τὴν συγκειμένην ὥραν, τοὺς κατὰ τὴν ὁδὸν ὑποπίπτοντας ἅπαντας προαποστέλλων ἱππεῖς συλλαμβανέτω, μή τις τῶν ἐπὶ τῆς χώρας φθάσας ἀποδραμὼν μηνύσῃ τὴν ἔφοδον τῶν πολεμίων, ἀλλ’ αἰφνιδίως ἀφυλάκτοις ἡ ἐπιφάνεια γένηται τοῦ στρατεύματος. [5] ἐπελθόντα δ’ ἐξαίφνης ἀπροσδοκήτοις χρή, κἂν μὴ κατὰ προδοσίαν μέλλῃ λαμβάνειν, ἀλλ’ ἐκ προρρήσεως ἀγωνίζεσθαι διὰ μάχης, μὴ ἀναβάλλεσθαι, ἀλλ’ ὡς ὅτι μάλιστα φθάνειν προσβάλλοντα εἴτε φρουρίῳ εἴτε χάρακι εἴτε πόλει, μάλιστα δ’ ὅτ’ ἂν ὀλίγον εἶναι δοκῇ τὸ φίλιον στράτευμα καὶ τῶν ἐχθρῶν ἐλαττούμενον· [6] αἱ γὰρ ἀπρόληπτοι τῶν πολεμίων ἐπιφανείαι διὰ τὸ παράλογον ἐκπλήττουσι τοὺς ἐναντίους, κἂν ὦσι κρείττους, ἕως, ἄν γε συνθεωρήσωσιν αὑτοὺς καὶ βουλεύσασθαι καὶ ἀναθαρρῆσαι καιρὸν λάβωσι, κατὰ μικρὸν ἀναγκάζονται καταφρονεῖν· οὕτως ἐνίοτε τὰ πρῶτα καὶ ἀρχόμενα φοβερωτέρα τῶν χρονιζομένων εἶναι δοκεῖ. [7] διὸ πολλάκις ἤδη τινὲς τῷ παραδόξῳ τῆς ἐπιφανείας καταπληξάμενοι τοὺς ἐναντίους ἢ ταχὺ καὶ ἄκοντας ὑπέταξαν ἢ ποιεῖν ἑκόντας ἠνάγκασαν τὰ προσταττόμενα.

  XL. Περὶ πολιορκίας

  [1] Πολιορκία δὲ στρατιωτῶν ἀνδρίαν ἐπιζητεῖ καὶ στρατηγικὴν ἐπίνοιαν καὶ μηχανημάτων παρασκευήν· ἀσφαλὴς μέντοι καὶ μὴ ἧττον ἀπροόρατος τῶν πολιορκουμένων ἔστω· τὸ γὰρ ἐπιβουλευόμενον, ὅτ’ ἂν οἶ κακοῦ τυγχάνει γινώσκῃ, τηρεῖ μᾶλλον τὸ ἐπιβουλεῦον· [2] ὁ μὲν γὰρ ἔξω κινδύνου δοκῶν εἶναι πράττει τι τῶν προκειμένων, ὁπότ’ ἂν αὐτῷ δόξῃ, ὁ δ’ ἐν αὐτῷ τῷ κινδυνεύειν ὑπάρχων ζητεῖ φθάσας δρᾶσαι, ὁπότ’ ἂν καιρὸν λάβῃ· διὸ χρὴ τὸν πολιορκοῦντα καὶ τάφρῳ καὶ χάρακι καὶ φυλακαῖς τὸ ἴδιον ἀσφαλίζεσθαι στρατόπεδον. [3] καὶ γὰρ οἱ μὲν πολιορκοῦντες, ὅ τι ἂν μέλλωσι πράττειν, ὁρῶνται τοῖς ἀπὸ τοῦ τείχους, οἱ δὲ πολιορκούμενοι πρόβλημα τὸ τεῖχος ἔχοντες ἀόρατοι πολλάκις ἐκχυθέντες διὰ πυλῶν ἢ μηχανὰς ἐνέπρησαν ἢ στρατιώτας ἐφόνευσαν ἤ, ὅ τι κατὰ χεῖράς σφισιν εἴη, τοῦτο ἐποίησαν.

  XLI. Περὶ τοῦ ἔχειν ἐνέδρας τὸν πολιορκοῦντα πρὸ τῶν πυλῶν

  [1] Ἥκιστα δ’ ἂν τοῦτο τολμήσαιεν, εἰ παρὰ πύλαις καὶ πυλίσι μικραῖς λόχους ὁ πολιορκῶν προκαθίσῃ στρατηγὸς τοὺς τὰς αἰφνιδίους ἐκδρομὰς τῶν πολεμίων ἀποκωλύσοντας, ἐπεὶ κἂν πολλάκις λάθοιεν ἐπιθέμενοι τοῖς ἐκτός. [2] χρήσιμοι δὲ τὰ πολλὰ νύκτωρ τοῖς πολιορκοῦσιν αἱ προσβολαί· τοῖς γὰρ ἔνδον οὐ δυναμέν
οις ὁρᾶν τὰ γιγνόμενα διὰ τὸ σκότος δεινότερα δοκεῖ τὰ πραττόμενα, καὶ τὴν πρόληψιν ἀναγκάζονται χαλεπωτέραν ἔχειν τῶν κατὰ ἀλήθειαν ἐνεργουμένων, ὅθεν ταραχαί τε καὶ θόρυβοι γίγνονται οὐδενὸς δυναμένου σωφρονεῖν ἐν τοῖς τοιούτοις, ἀλλὰ καὶ πολλὰ τῶν οὐ δρωμένων ὡς γίγνεται λεγόντων, οὔθ’ ὅπῃ προσβαλοῦσιν εἰδέναι δυναμένων, οὔθ’ ὁπόσοι, οὔθ’ ὁποίοις μέρεσι, διαδρομαὶ δὲ δεῦρο κἀκεῖσε καὶ βοαὶ καὶ θάμβη Πανικὸν ἔχοντα τάραχον.

 

‹ Prev