Book Read Free

Complete Works of Onasander

Page 12

by Onasander


  XXVI. Περὶ τοῦ μὴ μόνον συνθήματα, ἀλλὰ καὶ παρασυνθήματα διδόναι

  [1] Τὸ δὲ παρασύνθημα μὴ διὰ φωνῆς λεγέσθω, ἀλλὰ διὰ σώματος γινέσθω, ἢ νεύματι χειρὸς ἢ ὅπλων συγκρούσει ἢ ἐγκλίσει δορατίου ἢ παραφορᾷ ξίφους, ἵνα μὴ μόνον γενομένης ποτὲ ταραχῆς πιστεύσωσι τῷ λεγομένῳ συνθήματι — τοῦτο γὰρ δύνανται καὶ πολέμιοι καταλαβέσθαι πολλάκις ἀκούοντες — , ἀλλὰ καὶ τῷ παρασυνθήματι. [2] χρησιμώτατον δέ που τοῦτο καὶ πρὸς τὰς ἑτερογλώσσους συμμαχίας τῶν ἐθνῶν· οὔτε γὰρ λέγειν οὔτε ξυνιέναι δυνάμενοι φωνῆς ἀλλοτρίας αὐτῷ τῷ παρασυνθήματι κρίνουσι τό τε φίλιον καὶ τὸ πολέμιον. διδόσθω δὲ ταῦτα, κἂν μὴ μάχεσθαι μέλλωσιν, ἐν ταῖς παρεμβολαῖς πρὸς τὰς ἀδήλους ταραχάς.

  XXVII. Περὶ τοῦ μὴ λύειν τὰς τάξεις μήτε ἐν ταῖς διατάξεσι μήτε ἐν ταῖς ὑποχωρήσεσι

  Παραγγελλέτω δὲ καὶ τὰς ὑποχωρήσεις ἐν τάξει ποιεῖσθαι καὶ τὰς διώξεις, ἵνα ἧττόν τε σφαλλόμενοι βλάπτωνται μὴ κατ’ ἄνδρα σποράδες ἐν ταῖς φυγαῖς ὑποπίπτοντες τοῖς πολεμίοις, πλέονά τε κατορθοῦντες βλάπτωσι κατὰ τάξεις καὶ λόχους ἰσχυρότεροι τοῖς φεύγουσιν ἐπιφαινόμενοι, πρὸς δὲ καὶ ἀσφαλέστεροι· πολλάκις γὰρ ἀτάκτως ἐπιφερομένους οἱ πολέμιοι θεασάμενοι συμφρονήσαντες αὖθις ἐκ μεταβολῆς αὐτῶν καταστάντες εἰς τάξιν παλίντροπον ἐποιήσαντο τὴν δίωξιν· ὅλως δὲ μηδέν σφισιν ἄμεινον εἶναι λεγέτω τοῦ μένειν ἐν τάξει μηδ’ ἐπισφαλέστερον τοῦ λύειν.

  XXVIII. Περὶ τοῦ δι’ ἐπιμελείας ἔχειν τὸν στρατηγὸν λαμπρὸν ἐκτάττειν τὸ στράτευμα

  Μεμελημένον δ’ ἔστω τῷ στρατηγῷ λαμπρὸν ἐκτάττειν τὸ στράτευμα τοῖς ὅπλοις, ῥᾴδια δ’ ἡ φροντὶς αὕτη παρακαλέσαντι τὰ ξίφη θήγειν καὶ τὰς κόρυθας καὶ τοὺς θώρακας σμήχειν· δεινότεροι γὰρ οἱ ἐπιόντες φαίνονται λόχοι τοῖς τῶν ὅπλων αἰθύγμασι, καὶ πολλὰ τὰ δι’ ὄψεως δείματα προεμπίπτοντα ταῖς ψυχαῖς ταράττει τὸ ἀντιπόλεμον.

  XXIX. Περὶ τοῦ ἐν τῷ καιρῷ τῆς συμβολῆς ἀλαλάζειν

  [1] Ἐπαγέτω δὲ τὸ στράτευμα καὶ σὺν ἀλαλαγμῷ, ποτὲ δὲ καὶ σὺν δρόμῳ· καὶ γὰρ ὄψις καὶ βοὴ καὶ πάταγος ὅπλων ἐξίστησι τὰς τῶν ἐναντίων διανοίας. [2] ἀνατεινόντων δὲ κατὰ τὰς ἐφόδους ἀθρόοι, πρὶν εἰς χεῖρας ἐλθεῖν, ὑπὲρ τὰς κεφαλὰς μετέωρα τὰ ξίφη πρὸς τὸν ἥλιον θαμὰ παρεγκλίνοντες· ἐσμηγμέναι γὰρ αἰχμαὶ καὶ λαμπρὰ ξίφη καὶ ἐπάλληλα παραμαρμαίροντα πρὸς ἀνταύγειαν ἡλίου δεινὴν ἀστραπὴν πολέμου προεκπέμπει· καὶ ταυτὶ μὲν εἰ γίγνοιτο καὶ παρὰ τοῖς πολεμίοις, ἀντικαταπλήττειν ἀναγκαῖον, εἰ δὲ μή, προεκπλήττειν.

  [3] Ἐνίοτε δέ ποτε χρήσιμον ἐν καιρῷ μὴ φθάνειν ἐκτάττοντα τὴν δύναμιν, ἀλλὰ τέως ἐντὸς τοῦ χάρακος κατέχειν, ἄχρι ἂν κατοπτεύσῃ τὴν τῶν πολεμίων παράταξιν, ὁποῖα τίς ἐστι καὶ ὡς τέτακται καὶ ἐφ’ οἵων ἵσταται χωρίων.

  XXX. Ὅτι δεῖ τὸν στρατηγὸν πρὸ τοῦ πολέμου συλλογίζεσθαι, τίς ὀφείλει ὑπαντῆσαι κατὰ τὴν συμβολὴν τῷ δεῖνι καὶ τίς τῷ ἄλλῳ καὶ οὕτως καθεξῆς ἐξετάζειν τοὺς ἰδίους ἄρχοντας πρὸς τοὺς τῶν ἐναντίων

  Εἶτά που τότε συλλογισάμενον, τίνας τίσιν ἀντιτάττειν χρὴ καὶ τίνα τρόπον, ὥσπερ ἀγαθὸν ἰατρὸν προκατανοήσαντα νόσον σώματος ἀντεπάγειν τὰ ἀλεξήματα καὶ τὴν δύναμιν ἐκτάττειν, ὡς ἂν ἄριστ’ αὐτῷ δόξαι συμφέρειν· ἀναγκάζονται γὰρ οἱ στρατηγοὶ πολλάκις καὶ πρὸς τοὺς ὁπλισμοὺς τῶν ἐναντίων καὶ πρὸς τὰ ἔθνη καὶ πρὸς τὰ ἤθη τὰ ἰδία στρατεύματα κοσμεῖν καὶ παρατάττειν.

  XXXI. Περὶ τοῦ, ἐὰν οἱ ἐναντίοι προτερεύωσι τῷ ἱππικῷ, ἐκλέγεσθαι στενοὺς τόπους

  [1] Ἱπποκρατούντων δὲ τῶν πολεμίων, ἐὰν ᾖ δυνατόν, ἐπιλεγέσθω χωρία τραχέα καὶ στενὰ καὶ παρ’ ὄρη, ἃ ἥκιστα ἱππάσιμα, ἢ φυγομαχείτω κατὰ δύναμιν, ἕως ἂν ἐπιτηδείους εὕρῃ τόπους καὶ τοῖς οἰκείοις ἁρμόζοντας πράγμασιν. [2] ἀπολελείφθων δέ τινες καὶ ἐπὶ τοῦ χάρακος οἱ παραφυλάττοντες τὴν παρεμβολὴν στρατιῶται καὶ πρὸς τὴν τοὺς ἀποσκευῆς φυλακήν, ἵνα μὴ κατανοήσας ὁ στρατηγὸς τῶν πολεμίων ἔρημον ὄντα πέμψῃ τοὺς ἁρπασομένους τὰ ἐν αὐτῷ καὶ καταληψομένους τὸ χωρίον.

  XXXII. Περὶ τοῦ μηδὲν παρακεκινδυνευμένον ποιεῖν τὸν στρατηγὸν

  [1] Τοὺς μὲν γὰρ ἢ τὰ ἰδία καθαιροῦντας ἐρύματα στρατηγοὺς ἢ ποταμοὺς διαβαίνοντας ἢ κρημνοὺς καὶ βάραθρα κατόπιν ποιουμένους τῶν φιλίων, ἵν’ ἢ μένοντες νικῶσιν ἢ βουληθέντες φεύγειν ἀπόλωνται, οὔτε πάμπαν ἐπαινεῖν οὔτε ψέγειν ἔχω. πᾶν γὰρ τὸ παρακεκινδυνευμένον μᾶλλον τόλμης ἐστὶν ἢ γνώμης καὶ τῇ τύχῃ κεκοινώνηκε πλεῖον ἢ τῇ κρίσει. [2] ὅπου γὰρ ἢ νικῶντα δεῖ κρατεῖν ἢ ἡττηθέντα τοῖς ὅλοις ἐσφάλθαι, πῶς ἐνταῦθ’ ἄν τις ἢ φρονήσει τὸ νικᾶν ἢ προαιρέσει τὸ ἡττᾶσθαι μαρτυρήσειεν; [3] ἐγὼ δὲ στρατιώταις μὲν ἐκ στρατεύματος φιλοτόλμως κινδυνεύειν ἐπιτρεπτέον εἶναι νομίζω — καὶ γὰρ δρῶντές τι μεῖζον ὤνησαν καὶ παθόντες οὐθὲν τοσοῦτον ἐλύπησαν — , στρατεύματι δὲ παντὶ τὴν ἄδηλον ἐκκυβεύειν τύχην οὐ δοκιμάζω. [4] μάλιστα δ’ ἁμαρτάνειν οὗτοί μοι δοκοῦσιν, οἵ τινες ἐν μὲν τῷ νικᾶν ὀλίγα λυπήσειν μέλλοντες τοὺς πολεμίους, ἐν δὲ τῶν ἡττᾶσθαι μεγάλα βλάψειν το�
��ς φίλους ἀποχρῶνται τοιούτοις στρατηγήμασιν.

  [5] Εἰ δὲ πρόδηλος μέν σφισιν ὁ ὄλεθρος εἴη, κἂν μὴ παραβόλοις ἐγχειρήσωσι στρατηγίαις, πρόδηλος δὲ καὶ ἡ τῶν πολεμίων ἡττηθέντων ἀπώλεια, τότ’ οὐκ ἄν μοι δόξειεν ἁμαρτάνειν ἀποφράττων τὰς φυγὰς τῶν φιλίων· ἄμεινον γὰρ ἐν τῶν τολμᾶν ἐπ’ ἀδήλῳ τῷ τάχα μηδὲ πείσεσθαί τι δεινὸν ἅμα καὶ δρᾶσαι ζητεῖν, ἢ ἐπὶ προδήλῳ τῷ μηδὲν δρῶντας ἀπολέσθαι πάντας ἀτόλμως ἡσυχάζειν. [6] ὑποδεικνύτω μέντοι μὴ μόνον ἐν τοῖς τοιούτοις χωρίοις, ὅπου κατ’ ἀλήθειαν οὐκ ἔστι σωτηρία τοῖς φεύγουσιν, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ καὶ πάσῃ μάχῃ διδασκέτω διὰ πλειόνων, ὅτι τοῖς μὲν φεύγουσι πρόδηλος ὁ ὄλεθρος, ὡς ἂν ἤδη μετ’ ἐξουσίας ἐπικειμένων τῶν πολεμίων μηδενὸς ἔτι δυναμένου διακωλύειν τοὺς διώκοντας πᾶν ὃ βούλονται διαθεῖναι τοὺς φεύγοντας, τοῖς δὲ μένουσιν ἄδηλος ὁ θάνατος ἀμυνομένοις. [7] οἵ τινες γὰρ πεπεισμένοι τυγχάνουσιν ἐν ταῖς παρατάξεσιν, ὡς φεύγοντες μὲν αἰσχρῶς ἀπολοῦνται, μένοντες δ’ εὐκλεῶς τεθνήξονται, καὶ χεῖρον’ ἀεὶ προσδοκῶσιν ἐκ τοῦ καταλιπεὶν τὴν τάξιν ἢ ἐκ τοῦ φυλάττειν, ἄριστοι κατὰ τοὺς κινδύνους ἄνδρες ἐξετάζονται. [8] διόπερ ἀγαθὸν μέν, εἰ πάντας οὕτως ἔχειν γνώμης πεῖσαι στρατηγός, εἰ δὲ μή, ἀλλὰ μέντοι γ’ ὡς πλείστους· ἢ γὰρ παντελεῖς περιεποιήσατο νίκας ἢ μικροῖς ἐλαττώμασι περιέπεσε.

  [9] Τῶν δ’ ἐκ προλήψεως καὶ πρὶν ἢ συμβαλεῖν ἐπινοουμένων στρατηγοῖς αἱ παρ’ αὐτὸν τὸν τῆς μάχης καιρὸν ἐπινοίαι νίκης καὶ ἀντιστρατηγήσεις ἔστιν ὅτε καὶ πλείους καὶ θαυμασιώτεραι γίγνονται τοῖς τὴν στρατηγικὴν ἐμπειρίαν ἠσκηκόσιν, ἃς οὐκ ἔστιν ὑποσημῆναι λόγῳ ἢ προβουλεῦσαι. [10] ὥσπερ γὰρ οἱ κυβερνῆται πρὸς μὲν τὸν πλοῦν ἐκ λιμένων ἀνάγονται πάντα ἐξηρτυμένοι τὰ κατὰ τὴν ναῦν, ἐπειδὰν δ’ ἐμπέσῃ χειμών, οὐχ ὁ βούλονται ποιοῦσιν, ἀλλ’ ὁ ἀναγκάζονται, πολλὰ καὶ πρὸς τὸν ἀπὸ τῆς τύχης ἐπείγοντα κίνδυνον εὐτόλμως παραβαλλόμενοι, καὶ οὐ τὴν ἀπὸ τῆς μελέτης εἰσφερόμενοι μνήμην, ἀλλὰ τὴν ἐκ τῶν καιρῶν βοήθειαν· οὕτως οἱ στρατηγοὶ τὴν μὲν δύναμιν ἐκτάξουσιν, ὅπως σφίσι νομίζουσι συνοίσειν, ἐπειδὰν δ’ ὁ τοῦ πολέμου περιστῇ χειμὼν πολλὰ θραύων καὶ παραλλάττων καὶ ποικίλας ἐπάγων περιστάσεις, ἡ τῶν ἀποβαινόντων ἐν ὀφθαλμοῖς ὄψις ἐπιζητεῖ τὰς ἐκ τῶν καιρῶν ἐπινοίας, ἃς ἡ ἀνάγκη τῆς τύχης μᾶλλον ἢ ἡ μνήμη τῆς ἐμπειρίας ὑποβάλλει.

  XXXIII. Περὶ τοῦ μὴ τὸν στρατηγὸν αὐτοχειρὶ πολεμεῖν

  [1] Μαχέσθω δὲ ὁ στρατηγὸς αὐτὸς προμηθέστερον ἢ τολμηρότερον, ἢ καὶ τὸ παράπαν ἀπεχέσθω τοῦ τοῖς πολεμίοις εἰς χεῖρας ἰέναι· καὶ γὰρ εἰ κατὰ τοὺς ἀγῶνας ἀνυπέρβλητον ἀνδρίαν εἰσενέγκαιτο, τοσοῦτον οὐδὲν ὠφελῆσαι δύναται στράτευμα μαχόμενος, ὅσον ἀποθανὼν βλάψαι· στρατηγοῦ γὰρ ἡ γνώμη πλέον ἰσχύει τῆς ῥώμης· σώματος μὲν γὰρ ἀνδρίᾳ δρᾶσαί τι μετὰ καὶ στρατιώτης δύναται, γνώμης δὲ προμηθείᾳ βουλεῦσαί τι κρεῖττον οὐκ ἄλλος. [2] ὅνπερ δ’ ἂν τρόπον, εἰ κυβερνήτης ἀφειμένος τῶν οἰάκων, ἃ δεῖ τοὺς ναύτας ποιεῖν, αὐτὸς πράττοι, κινδυνεύειν ἂν συμβαίη τὸ σκάφος, τοῦτον, εἰ στρατηγὸς ἀποστὰς τοῦ γνώμῃ τι βουλεύειν ἐπὶ τὰς τῶν στρατιωτῶν καταβαίνοι χρείας, ἡ τῶν ὅλων ἀκυβέρνητος ἀμελεία τὴν ἀναγκαιοτέραν ἄπρακτον ποιήσει βοήθειαν. [3] ὅμοιον δὴ κρίνω τὸν στρατηγὸν ἐμπαραβαλέσθαι τῇ ἑαυτοῦ ψυχῇ τῷ τῆς συμπάσης, εἰ πείσεταί τι, δυνάμεως ἀκηδεῖν· εἰ γάρ, ἐν ᾧ τοῦ σύμπαντος ἡ σωτηρία στρατεύματός ἐστιν, οὗτος οὐδὲν εἰ τεθνήξεται πεφρόντικε, τὸ πᾶν αἱρεῖται συνδιαφθεῖραι, καὶ ὀρθῶς δ’ ἄν τις αἰτιάσαιτο τοῦτον ὡς ἄπρακτον στρατηγὸν μᾶλλον ἢ ἀνδρεῖον. [4] ὁ μὲν γὰρ πολλὰ γνώμῃ στρατηγήσας ἀρκεσθήσεται σεμνυνόμενος ἐπὶ ταῖς ἀπὸ ψυχῆς εὐπραγίας, ὅστις δ’ οὕτως ἀπειρόκαλός ἐστιν, ὥστ’ ἄν, εἰ μὴ διὰ μάχης εἰ χεῖρας ἔλθοι τοῖς πολεμίοις, οὐδὲν αὐτὸν ἄξιον εἰργᾶσθαι νομίζειν, οὐκ ἀνδρεῖος, ἀλλὰ ἄλογος καὶ τολμηρός ἐστιν. [5] ὅθεν ἐπιφαίνειν μὲν δεῖ τῷ πλήθει τὸ φιλοκίνδυνον, ἵνα τὴν προθυμίαν ἐκκαλῆται τῶν στρατιωτῶν, ἀγωνίζεσθαι δὲ ἀσφαλέστερον, καὶ τοῦ θανάτου μὲν καταφρονεῖν, εἴ τι πάσχοι τὸ στράτευμα, μηδ’ αὑτὸν αἱρούμενον ζῆν, σωζομένου δὲ καὶ τὴν ἰδίαν φυλάττειν ψυχήν· ἤδη γὰρ ἐπικυδέστερα τὰ τῶν φιλίων ὄντα ποτὲ στρατηγὸς ἀποθανὼν ἐμείωσεν· οἱ μὲν γὰρ πταίοντες ἐπανεθάρρησαν τὸ ἀντίπαλον ἀστρατήγητον ἰδόντες, οἱ δ’ εὐτυχοῦντες ἐδυσθύμησαν τὸν ἴδιον ἡγεμόνα ζητοῦντες. [6] στρατηγοῦ δ’ ἔστι τὸ παριππάζεσθαι ταῖς τάξεσιν, ἐπιφαίνεσθαι τοῖς κινδυνεύουσιν, ἐπαινεῖν τοὺς ἀνδριζομένους, ἀπειλεῖν τοῖς ἀποδειλιῶσι, παρακαλεῖν τοὺς μέλλοντας, ἀναπληροῦν τὸ ἐλλεῖπον, ἀντιμετάγειν εἰ δέοι λόχον, ἐπαμύνειν τοῖς κάμνουσι, προορᾶσθαι τὸν καιρόν, τὴν ὥραν, τὸ μέλλον.

  XXXIV. Περὶ τοῦ εὐεργετεῖν κατὰ τὸ μέτρον ἕνα ἕκαστον τῶν ἀνδραγαθούντων

  [1] Ἀνακαλεσάμενος δ’ ἐκ τῆς μάχης πρῶτον μὲν ἀποδιδότω τοῖς θεοῖς θυσίας καὶ πομπάς, αἷς ἐκ τοῦ καιροῦ χρῆσθαι πάρεστι, τὰ νομιζόμενα χαριστήρια μετὰ τὴν τοῦ πολέμου παντελῆ νίκην ἐπαγγελλόμενος �
��ποδώσειν· ἔπειτα τοὺς μὲν ἀρίστους ἐν τοῖς κινδύνοις ἐξετασθέντας τιμάτω δωρεαῖς καὶ τιμαῖς, αἷς νόμος, τοὺς δὲ κακοὺς φανέντας κολαζέτω. [2] τιμαὶ δ’ ἔστωσαν μὲν καὶ αἱ κατὰ τὰ πάτρια καὶ κατὰ τὰ παρ’ ἑκάστοις νόμιμα· στρατηγικαὶ δὲ αὗται· πανοπλίαι, κόσμοι, λαφύρων δόσεις, πεντηκονταρχίαι, ἑκατονταρχίαι, λοχαγίαι, τάξεων ἀφηγήσεις, καὶ αἱ ἄλλαι αἱ κατὰ νόμους παρ’ ἑκάστοις ἡγεμονίαι· τῶν μὲν ἰδιωτῶν τοῖς ἀνδραγαθήσασιν αἱ ἥττους ἐξουσίαι, τῶν δὲ ἡγεμόνων τοῖς ἀριστεύσασιν αἱ μείζους ἡγεμονίαι· αὗται γὰρ ἀμοιβαί τε μεγαλόψυχοι τοῖς ἤδη τὸ γενναῖον εἰργασμένοις προτροπαί τε ἀναγκαῖαι τοῖς τῶν αὐτῶν ἐπιθυμοῦσιν. [3] ὅπου δὲ τιμὴ μὲν ἀποδίδοται τοῖς ἀγαθοῖς, τιμωρία δ’ οὐ παραπέμπεται τῶν κακῶν, ἐνταῦθα καλὰς ἐλπίδας ἔχειν ἀνάγκη τὸ στρατόπεδον· οἱ μὲν γὰρ ἐφοβήθησαν ἁμαρτάνειν, οἱ δὲ ἐφιλοτιμήθησαν ἀνδραγαθεῖν. [4] ἔνθα μέντοι χρὴ καὶ νικῶντα μὴ κατ’ ἄνδρα μόνον ἀμοιβὰς ἐκτίνειν, ἀλλὰ καὶ τῷ σύμπαντι στρατεύματι τῶν κινδύνων ἐπικαρπίαν ἀποδιδόναι· τὰ γὰρ τῶν πολεμίων ἐπιτρεπέτω τοῖς στρατιώταις διαρπάζειν, εἰ χάρακος ἢ ἀποσκευῆς ἢ φρουρίου κυριεύσειεν, ὁτὲ δὲ καὶ πόλεως, εἰ μή τι μέλλοι περὶ αὐτῆς χρηστότερον βουλεύειν. [5] οὕτως γὰρ ἂν καὶ μάλιστα μήπω τέλος εἰληφότος τοῦ πολέμου συνοίσοι πρὸς τὰ μέλλοντα προθυμότερον ἐπὶ τὰς μάχας αὐτῶν ἐξιόντων, εἰ μὴ νομίζομεν τοὺς μὲν θηρευτικοὺς κύνας δελεάζειν ἀναγκαῖον εἶναι τοῖς κυνηγοῖς αἵματι θηρίων καὶ τοῖς τοῦ συλληφθέντος ζῴου σπλάγχνοις, τοῖς δὲ νικῶσι στρατιώταις τὰ τῶν ἡττημένων εἰς προτροπὴν οὐ μάλα δή τι συμφέρον ἀποδιδόναι.

 

‹ Prev