Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 232
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 232

by Dionysius of Halicarnassus


  ταῦτα μὲν οὖν τὰ λεχθέντα ὑπὸ τῶν προεστηκότων τῆς βουλῆς, τοῦ δὲ δικτάτορος τὴν Λαρκίου γνώμην προελομένου καὶ οὐδενὸς ἔτι λέξαντος τἀναντία παρῆσαν εἰσκληθέντες εἰς τὸ συνέδριον οἱ πρέσβεις τὰς ἀποκρίσεις ληψόμενοι: καὶ ὁ Ποστόμιος ὀνειδίσας αὐτοῖς τὴν οὐδέποτε σωφρονισθῆναι δυναμένην κακίαν: δίκαιον μὲν ἦν, ἔφη, τὰ ἔσχατα παθεῖν, ἅτε δὴ καὶ αὐτοὶ πράττειν ἐμέλλετε, εἰ κατωρθώσατε ἃς πολλάκις ἤλθετε ἐπ᾽ % αὐτοὺς ὁδούς: οὐ μέντοι Ῥωμαίους τὰ δίκαια πρὸ τῶν ἐπιεικῶν προελέσθαι λογιζομένους, ὅτι συγγενεῖς εἰσι καὶ ἐπὶ τὸν ἔλεον τῶν ἀδικουμένων καταπεφεύγασιν, ἀλλὰ καὶ ταύτας τὰς ἁμαρτίας αὐτοῖς ἀζημίους ἀφιέναι θεῶν τε ὁμογνίων ἕνεκα καὶ τύχης ἀτεκμάρτου, παρ᾽ ἧς τὸ κράτος ἔσχον. [2] νῦν μὲν οὖν, ἔφη, παντὸς ἠλευθερωμένοι δέους πορεύεσθε, ἐὰν δὲ τοὺς αἰχμαλώτους ἀπολύσητε καὶ τοὺς αὐτομόλους παραδῶτε ἡμῖν καὶ τοὺς φυγάδας ἐξελάσητε, τότε τοὺς περὶ φιλίας τε καὶ συμμαχίας διαλεξομένους πρέσβεις πέμπετε πρὸς ἡμᾶς, ὡς οὐδενὸς ἀτυχήσοντες τῶν μετρίων. ἀπῄεσαν οἱ πρέσβεις ταύτας [p. 293] τὰς ἀποκρίσεις λαβόντες καὶ μετ᾽ ὀλίγας ἡμέρας ἧκον τούς τ᾽ αἰχμαλώτους ἀφεικότες καὶ τοὺς ἁλόντας τῶν αὐτομόλων δεσμίους ἄγοντες καὶ τοὺς ἅμα Ταρκυνίῳ φυγάδας ἐξεληλακότες ἐκ τῶν πόλεων. ἀνθ᾽ ὧν εὕροντο παρὰ τῆς βουλῆς τὴν ἀρχαίαν φιλίαν καὶ συμμαχίαν καὶ τοὺς ὅρκους τοὺς ὑπὲρ τούτων ποτὲ γενομένους διὰ τῶν εἰρηνοδικῶν ἀνενεώσαντο. ὁ μὲν δὴ πρὸς τοὺς τυράννους συστὰς πόλεμος τετρακαιδεκαέτης ἀπὸ τῆς ἐκπτώσεως αὐτῶν γενόμενος τοιαύτης ἔτυχε τελευτῆς. [3] Ταρκύνιος δ᾽ ὁ βασιλεύς, οὗτος γὰρ ἔτι λοιπὸς ἐκ τοῦ γένους ἦν, ὁμοῦ τι γεγονὼς ἐνενηκονταέτης κατὰ τὸν χρόνον τοῦτον, ἀπολωλεκὼς τὰ τέκνα καὶ τὸν τῶν κηδεστῶν οἶκον καὶ γῆρας ἐλεεινὸν καὶ παρ᾽ ἐχθροῖς διαντλῶν, οὔτε Λατίνων ὑποδεχομένων αὐτὸν ἔτι ταῖς πόλεσιν, οὔτε Τυρρηνῶν οὔτε Σαβίνων οὔτ᾽ ἄλλης πλησιοχώρου πόλεως ἐλευθέρας οὐδεμιᾶς, εἰς τὴν Καμπανίδα Κύμην ᾤχετο πρὸς Ἀριστόδημον τὸν ἐπικληθέντα Μαλακὸν τυραννοῦντα τότε Κυμαίων: παρ᾽ ᾧ βραχύν τινα ἡμερῶν ἀριθμὸν ἐπιβιοὺς ἀποθνήσκει καὶ θάπτεται ὑπ᾽ αὐτοῦ. τῶν δὲ σὺν ἐκείνῳ φυγάδων οἱ μὲν ἐν τῇ Κύμῃ κατέμειναν, οἱ δ᾽ εἰς ἄλλας τινὰς πόλεις σκεδασθέντες ἐπὶ ξένης τὸν βίον κατέστρεψαν.

  Ῥωμαίοις δὲ καταλυσαμένοις τοὺς ὑπαίθρους πολέμους ἡ πολιτικὴ στάσις αὖθις ἐπανίστατο τῆς μὲν βουλῆς ψηφισαμένης καθίζειν τὰ δικαστήρια καὶ τὰς [p. 294] ἀμφισβητήσεις, ἃς διὰ τὸν πόλεμον ἀνεβάλλοντο, κρίνεσθαι κατὰ τοὺς νόμους: τῶν δὲ περὶ τὰς συναλλαγὰς ἀμφισβητημάτων εἰς μεγάλους κλύδωνας καὶ δεινὰς προβεβηκότων ἀτοπίας τε καὶ: ἀναισχυντίας, τῶν μὲν δημοτικῶν ἀδυνάτως ἔχειν σκηπτομένων διαλύειν τὰ χρέα, χώρας τ᾽ αὐτοῖς κεκομμένης ἐν τῷ πολυετεῖ πολέμῳ καὶ βοσκημάτων διεφθαρμένων καὶ ἀνδραπόδων αὐτομολίαις καὶ καταδρομαῖς σπανισθέντων τῆς τε κατὰ πόλιν κτήσεως ἐξανηλωμένης ταῖς εἰς τὴν στρατείαν δαπάναις: τῶν δὲ δανειστῶν ταύτας μὲν τὰς συμφορὰς ὁμοίας ἅπασι γεγονέναι λεγόντων καὶ οὐ μόνοις τοῖς χρεωφειλέταις, οὐκ ἀνεκτὸν δ᾽ ἡγουμένων σφίσι μὴ μόνον, ἃ διὰ τὸν πόλεμον ἀφῃρέθησαν ὑπὸ τῶν ἐχθρῶν, ἀλλὰ καὶ ἃ δεομένοις τισὶ τῶν 5 πολιτῶν ἐν εἰρήνῃ συνήλλαξαν, ἀπολωλέναι. [2] ἀξιούντων δ᾽ οὔτε τῶν δανειστῶν οὐδὲν μέτριον ὑπομένειν οὔτε τῶν χρεωφειλετῶν ποιεῖν οὐδὲν δίκαιον, ἀλλὰ τῶν μὲν οὐδὲ τοὺς τόκους ἀφιέναι, τῶν δὲ μηδὲ αὐτὰ τὰ συναλλάγματα διαλύειν: ἐξ ὧν σύνοδοι μὲν ἤδη κατὰ συστροφὰς τῶν ἐν ταῖς ὁμοίαις ὄντων τύχαις ἐγένοντο καὶ ἀντιπαρατάξεις κατὰ τὴν ἀγοράν, ἔστι δ᾽ ὅτε καὶ χειρῶν ἁψιμαχίαι, καὶ συνετετάρακτο πᾶς ὁ πολιτικὸς [3] κόσμος: ταῦθ᾽ ὁρῶν ὁ Ποστόμιος, ἕως ἔτι τὸ τιμώμενον εἶχε παρὰ πάντων ὅμοιον πολέμῳ βαρεῖ καλὸν [p. 295] ὑπεκδῦναι τοὺς πολιτικοὺς χειμῶνας ἔγνω: καὶ πρὶν ἐκπληρῶσαι τὸν ἔσχατον τῆς αὐτοκράτορος ἀρχῆς χρόνον, τήν τε δικτατορίαν ἐξωμόσατο καὶ προθεὶς ἀρχαιρεσιῶν ἡμέραν μετὰ τοῦ συνυπάτου τὰς πατρίους κατέστησεν ἀρχάς.

  παραλαμβάνουσι δὴ ὕπατοι πάλιν τὴν ἐνιαύσιόν τε καὶ νόμιμον ἀρχὴν Ἄππιος Κλαύδιος Σαβῖνος καὶ Πόπλιος Σερουίλιος Πρίσκος: οἳ τὸ μὲν ἀνωτάτω συμφέρον εἶδον ὀρθῶς, ὅτι δεῖ περισπᾶν τὸν ἐντὸς τείχους θόρυβον ἐπὶ τοὺς ἔξω πολέμους: καὶ παρεσκευάζοντο κατὰ τοῦ Οὐολούσκων ἔθνους τὸν ἕτερον σφῶν ἐξάγειν στρατιάν, τιμωρήσασθαί τ᾽ αὐτοὺς προαιρούμενοι τῆς ἀποσταλείσης κατὰ Ῥωμαίων Λατίνοις συμμαχίας καὶ προκαταλαβεῖν τὰς παρασκευὰς αὐτῶν ἔτι συνεσταλμένας. ἠγγέλλοντο γὰρ κἀκεῖνοι δυνάμεις ἤδη καταγράφειν ἁπάσῃ σπουδῇ καὶ εἰς τὰ πλησίον ἔθνη πρεσβεύεσθαι παρακαλοῦντες ἐπὶ τὴν συμμαχίαν, πυθόμενοι τοὺς δημοτικοὺς ἀφεστηκέναι τῶν πατρικίων καὶ νομίσαντες οὐ χαλεπὸν εἶναι πόλιν οἰκείῳ πολέμῳ νοσοῦσαν ἄρασθαι. [2] ἐπὶ τούτους δὴ στρατιὰν ἐξάγειν βουλευσάμενοι καὶ δόξαντες ἅπασι τοῖς συνέδροις ὀρθῶς βεβουλεῦσθαι προεῖπον ἥκειν ἅπασι τοῖς ἐν ἀκμῇ χρόνον ὁρίσαντες, ἐν ᾧ τὴν καταγραφὴν [p. 296] τῶν στρατιωτῶν ἔμε�
�λον ποιεῖσθαι. ὡς δ᾽ οὐχ ὑπήκουον αὐτοῖς οἱ δημοτικοὶ καλούμενοι πολλάκις ἐπὶ τὸν στρατιωτικὸν ὅρκον, οὐκέτι τὴν αὐτὴν ἑκάτερος εἶχε γνώμην, ἀλλ᾽ ἔνθεν ἀρξάμενοι διεστήκεσάν τε καὶ τἀναντία πράττοντες ἀλλήλοις παρὰ πάντα τὸν τῆς ἀρχῆς χρόνον διετέλεσαν. [3] Σερουιλίῳ μὲν γὰρ ἐδόκει τὴν ἐπιεικεστέραν τῶν ὁδῶν πορεύεσθαι τῇ Μανίου Οὐαλερίου γνώμῃ τοῦ δημοτικωτάτου προσθεμένῳ, ὃς ἠξίου τὴν ἀρχὴν ἰάσεσθαι τῆς στάσεως μάλιστα μὲν ἄφεσιν ἢ μείωσιν τῶν χρεῶν ψηφισαμένους, εἰ δὲ μήγε κώλυσιν τῆς ἀπαγωγῆς τῶν ὑπερημέρων κατὰ τὸ παρόν, παρακλήσει τε μᾶλλον ἢ ἀνάγκῃ τοὺς πένητας ἐπὶ τὸν στρατιωτικὸν ὅρκον ἄγειν καὶ τὰς τιμωρίας κατὰ τῶν ἀπειθούντων μὴ χαλεπὰς ποιεῖσθαι καὶ ἀπαραιτήτους, ὡς ἐν ὁμονοούσῃ πόλει, μετρίας δέ τινας καὶ ἐπιεικεῖς: κίνδυνον γὰρ ἂν εἶναι, μὴ πρὸς ἀπόνοιαν τράπωνται συνελθόντες εἰς ταὐτὸν ἄνθρωποι τῶν καθ᾽ ἡμέραν ἐνδεεῖς ἀναγκαζόμενοι στρατεύεσθαι τέλεσιν οἰκείοις.

  Ἀππίου δ᾽ ἦν γνώμη τοῦ κορυφαιοτάτου τῶν προεστηκότων τῆς ἀριστοκρατίας αὐστηρὰ καὶ αὐθάδης μηδὲν ἐνδιδόναι τῷ δήμῳ μαλακόν, ἀλλὰ καὶ τῶν συναλλαγμάτων τὰς ἀναπράξεις ἐπιτρέπειν τοῖς δεδανεικόσιν, ἐφ᾽ οἷς συνέβαλον δικαίοις ποιεῖσθαι, καὶ τὰ δικαστήρια καθίζειν, καὶ τὸν ἐν τῇ πόλει μένοντα τῶν ὑπάτων κατὰ τοὺς πατρίους ἐθισμοὺς καὶ [p. 297] τὰς τιμωρίας, ἃς κατὰ τῶν ἐκλιπόντων οἱ περὶ αὐτῶν νόμοι δεδώκασιν, ἀναπράττεσθαι, εἴκειν δὲ τοῖς δημοτικοῖς μηδὲν ὅ τι μὴ δίκαιον μηδὲ δύναμιν αὐτοῖς συγκατασκευάζειν πονηράν. [2] καὶ γὰρ νῦν, ἔφη, πέρα τοῦ μετρίου τρυφῶσι τελῶν ἀφειμένοι, ὧν ἐτέλουν τοῖς βασιλεῦσι πρότερον, καὶ τῶν εἰς τὸ σῶμα τιμωριῶν, αἷς ἐκολάζοντο ὑπ᾽ αὐτῶν, ὁπότε μὴ ταχέως ὑπηρετήσειάν τι τῶν ἐπιταττομένων, ἐλεύθεροι γεγονότες. ἐὰν δέ τι παρακινεῖν ἢ νεωτερίζειν προενεχθέντες ἐπιβάλωνται, κατείργωμεν αὐτοὺς τῷ σωφρονοῦντι μέρει τῆς πόλεως καὶ ὑγιαίνοντι πλείονι τοῦ νοσοῦντος φανησομένῳ. [3] ὑπάρχει μέν γ᾽ ἡμῖν οὐ μικρὰ ἰσχὺς πρὸς τὰ πράγματα καὶ ἡ τῶν πατρικίων νεότης ἕτοιμος τὰ κελευόμενα ποιεῖν: μέγιστον δὲ πάντων ὅπλον καὶ δυσκαταγώνιστον, ᾧ χρώμενοι ῥᾳδίως ἐπικρατήσομεν τῶν δημοτικῶν, τὸ τῆς βουλῆς κράτος, ᾧ δεδιττόμεθα αὐτοὺς μετὰ τῶν νόμων ἱστάμενοι. ἐὰν δ᾽ ὑποκατακλινώμεθα αὐτοῖς τῆς ἀξιώσεως, πρῶτον αἰσχύνην ὀφλήσομεν, εἰ παρὸν ἐν ἀριστοκρατίᾳ πολιτεύεσθαι δήμῳ τὰ κοινὰ ἐπιτρέψομεν: ἔπειτα δ᾽ εἰς κίνδυνον οὐ τὸν ἐλάχιστον ἥξομεν, εἴ τις ἐκθεραπεύσας: αὐτὸν ἐξουσίαν κρείττονα τῶν νόμων κατασκευάσαιτο τυραννικὸς ἀνήρ, τὴν ἐλευθερίαν αὖθις ἀφαιρεθῆναι. τοιαῦτα [p. 298] διαφερομένων τῶν ὑπάτων κατὰ σφᾶς αὐτοὺς καὶ ὁπότε συναχθείη συνέδριον καὶ συλλαμβανόντων πολλῶν ἑκατέρῳ, ἡ μὲν βουλὴ φιλονεικίας καὶ θορύβους καὶ λόγους ἀκόσμους, οἷς ἀλλήλους προὐπηλάκιζον, ἀκούσασα, σωτήριον δὲ βούλευμα οὐδὲν καθισταμένη, διελύετο.

  διατριβομένου δ᾽ εἰς ταῦτα πολλοῦ χρόνου ὁ ἕτερος τῶν ὑπάτων Σερουίλιος: ἦν γὰρ ἡ στρατεία κατὰ κλῆρον ἐκείνῳ προσήκουσα: πολλῇ δεήσει καὶ θεραπείᾳ παρασκευασάμενος τὸ δημοτικὸν συνάρασθαι τοῦ πολέμου, δύναμιν ἔχων οὐκ ἐκ καταλόγου προσηναγκασμένην, ἀλλ᾽ ἑκούσιον, ὡς οἱ καιροὶ παρεκάλουν, ἐξῆλθεν ἐπὶ τὸν πόλεμον ἔτι τῶν Οὐολούσκων παρασκευαζομένων καὶ Ῥωμαίους μὲν οὔτε προσδεχομένων μετὰ δυνάμεως ἥξειν ἐπὶ σφᾶς, οὕτω στασιαστικῶς πολιτευομένους καὶ ἐχθρῶς ἔχοντας πρὸς ἀλλήλους, οὔτ᾽ εἰς χεῖρας ἥξειν τοῖς ἐπιοῦσιν οἰομένων: σφίσι δὲ πολλὴν ἐξουσίαν ὑπάρχειν ὁπότε βούλοιντο τοῦ [2] πολέμου ἄρχειν. ἐπειδὴ δ᾽ ᾔσθοντο πολεμεῖν δέον αὐτοὶ πολεμούμενοι, τότε δὴ καταπεπληγότες τὸ τῶν Ῥωμαίων τάχος, ἱκετηρίας ἀναλαβόντες ἐκ τῶν πόλεων οἱ γεραίτατοι προῄεσαν ἐπιτρέποντες τῷ Σερουϊλίῳ [p. 299] χρῆσθαι σφίσιν ὡς ἡμαρτηκόσιν ὅ τι βούλοιτο. ὁ δὲ τροφὰς τῷ στρατεύματι παρ᾽ αὐτῶν λαβὼν ἐσθῆτάς τε καὶ τριακοσίους υἱοὺς εἰς ὁμηρείαν ἐκ τῶν ἐπιφανεστάτων οἴκων ἐπιλεξάμενος ᾤχετο, λελύσθαι τὸν πόλεμον ὑπολαβών. [3] ἦν δ᾽ ἄρα τοῦτ᾽ οὐ λύσις, ἀναβολὴ δέ τις καὶ παρασκευῆς ἀφορμὴ τοῖς φθασθεῖσι τῷ παρ᾽ ἐλπίδα τῆς ἐφόδου, ἀπελθόντος τε τοῦ τῶν Ῥωμαίων στρατεύματος ἐξήπτοντο πάλιν οἱ Οὐολοῦσκοι τοῦ πολέμου τάς τε πόλεις φραξάμενοι, καὶ εἴ τι ἄλλο χωρίον ἐπιτήδειον ἦν ἀσφάλειαν σφίσι παρασχεῖν διὰ φυλακῆς κρείττονος ἔχοντες: συνήπτοντο δ᾽ αὐτοῖς τοῦ κινδύνου φανερῶς μὲν Ἕρνικες καὶ Σαβῖνοι, κρύφα δὲ καὶ ἄλλων συχνοί. Λατῖνοι δὲ πρεσβείας πρὸς αὐτοὺς ἐπὶ συμμαχίας αἴτησιν ἀφικομένης δήσαντες τοὺς ἄνδρας εἰς Ῥώμην ἤγαγον. [4] οἷς ἡ βουλὴ τῆς βεβαίου πίστεως χάριν ἀποδιδοῦσα καὶ ἔτι μᾶλλον τῆς εἰς τὸν ἀγῶνα προθυμίας: ἕτοιμοι γὰρ ἦσαν ἑκούσιοι συμπολεμεῖν: ὃ μάλιστα μὲν βούλεσθαι αὐτοὺς ᾤετο, δι᾽ αἰσχύνης δ᾽ ἔχειν αἰτήσασθαι, τοῦτ᾽ αὐτοῖς ἐχαρίσατο, τοὺς ἐν τοῖς πολέμοις ἁλόντας αὐτῶν ἑξακισχιλίων ὀλίγον ἀποδέοντας προῖκα δωρησαμένη καὶ ὡς ἂν μάλιστα κόσμον ἡ δωρεὰ προσήκοντα τῇ συγγενείᾳ λάβοι πάντας αὐτοὺς ἐσθῆσιν ἀμφιέσασα ἐλευθέροις σ�
�μασι πρεπούσαις. τῆς δὲ συμμαχίας οὐδὲν αὑτῇ ἔφη δεῖν τῆς Λατίνων ἱκανὰς λέγουσα εἶναι τὰς οἰκείας τῇ Ῥώμῃ δυνάμεις ἀμύνασθαι τοὺς ἀφισταμένους. ταῦτ᾽ ἐκείνοις [p. 300] ἀποκριναμένη ψηφίζεται τὸν κατ᾽ Οὐολούσκων πόλεμον.

 

‹ Prev