Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 233
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 233

by Dionysius of Halicarnassus


  ἔτι δ᾽ αὐτῆς ἐν τῷ βουλευτηρίῳ καθεζομένης καὶ τίνες εἶεν δυνάμεις τὰς ἐξελευσομένας σκοπούσης, εἰς τὴν ἀγορὰν ἀνὴρ πρεσβύτερος ἐφάνη ῥάκος ἠμφιεσμένος, πώγωνα βαθὺν καθεικὼς καὶ κόμην βοῶν καὶ ἐπικαλούμενος τὴν ἐξ ἀνθρώπων ἐπικουρίαν. συνδραμόντος δὲ τοῦ πλησίον ὄχλου στάς, ὅθεν ἔμελλε πολλοῖς καταφανὴς ἔσεσθαι, ἔφη, γεννηθεὶς ἐλεύθερος, ἐστρατευμένος τὰς ἐν ἡλικίᾳ στρατείας, καὶ δυεῖν δεούσας τριάκοντα μάχας ἀγωνισάμενος, καὶ ἀριστεῖα πολλάκις εἰληφὼς ἐκ τῶν πολέμων, ἐπειδὴ κατέσχον οἱ τὴν πόλιν εἰς τὰς ἐσχάτας ἄγοντες στενοχωρίας καιροί, χρέος ἠναγκάσθην λαβεῖν ἕνεκα τοῦ διαλῦσαι τὰς εἰσπραττομένας εἰσφοράς, ὡς τὸ μὲν χωρίον οἱ πολέμιοι κατέδραμον, τὰ δὲ κατὰ πόλιν αἱ σιτοδεῖαι κατανάλωσαν, ὅθεν διαλύσαιμί μου τὸ χρέος οὐκ ἔχων, ἀπήχθην δοῦλος ὑπὸ τοῦ δανειστοῦ σὺν τοῖς υἱοῖς δυσίν: ἐπιτάττοντος δὲ τοῦ δεσπότου τῶν οὐ ῥᾳδίων ἔργον τι ἀντειπὼν αὐτῷ πληγὰς ἔλαβον μάστιξι πάνυ πολλάς. [2] ταῦτ᾽ εἰπὼν ἐρρίπτει τὸ ῥάκιον καὶ ἐδείκνυε τὸ στῆθος μεστὸν τραυμάτων, τὰ δὲ νῶτα αἵματος ἐκ τῶν πληγῶν ἀνάπλεω. κραυγῆς δὲ καὶ οἰμωγῆς ἐκ τῶν παρόντων γινομένης ἥ τε βουλὴ διελύθη καὶ κατὰ [p. 301] τὴν πόλιν ὅλην δρόμος ἦν τῶν ἀπόρων τὴν ἰδίαν τύχην ἀνακλαιομένων καὶ βοηθεῖν τοὺς πέλας ἀξιούντων: ἔκ τε τῶν οἰκιῶν οἱ πρὸς τὰ χρέα δουλωθέντες ἐξώρμων κομῶντες, ἁλύσεις ἔχοντες οἱ πλεῖστοι καὶ πέδας οὐδενὸς ἀντιλαμβάνεσθαι τολμῶντος αὐτῶν, εἰ δ᾽ ἅψαιτο μόνον, ἐν χειρῶν νόμῳ διασπαραττομένου. [3] τοσαύτη λύττα τὸν δῆμον ἐν τῷ τότε καιρῷ κατεῖχε, καὶ μετ᾽ οὐ πολὺ μεστὴ τῶν ἐκφυγόντων τὰς ἀνάγκας ἦν ἡ ἀγορά. ὁ μὲν οὖν Ἄππιος δείσας τὴν ἐφ᾽ ἑαυτὸν ὁρμὴν τοῦ πλήθους, ἐπειδὴ τῶν κακῶν ἦν αἴτιος, καὶ δι᾽ ἐκεῖνον ἐδόκει ταῦτα γεγονέναι, φεύγων ἐκ τῆς ἀγορᾶς ᾤχετο. ὁ δὲ Σερουίλιος ῥίψας τὴν περιπόρφυρον ἐσθῆτα καὶ προκυλιόμενος τῶν δημοτικῶν ἑκάστου μετὰ δακρύων, μόλις αὐτοὺς ἔπεισεν ἐκείνην μὲν τὴν ἡμέραν ἐπισχεῖν, εἰς δὲ τὴν ἐπιοῦσαν ἥκειν, ὡς τῆς βουλῆς ἐπιμέλειάν τινα περὶ αὐτῶν ποιησομένης. ταῦτ᾽ εἰπὼν καὶ τὸν κήρυκα ἀνειπεῖν κελεύσας μηδένα τῶν δανειστῶν ἐξεῖναι σῶμα πολιτικὸν πρὸς ἴδιον χρέος ἄγειν, ἕως ἂν ἡ βουλὴ περὶ αὐτῶν διαγνοίη, τοὺς δὲ παρόντας ὅποι βούλοιντο ἀδεῶς ἀπιέναι, διέλυσε τὸν θόρυβον.

  τότε μὲν οὖν ᾤχοντο ἐκ τῆς ἀγορᾶς, τῇ [p. 302] δ᾽ ἑξῆς ἡμέρᾳ παρῆν οὐ μόνον ὁ κατὰ πόλιν ὄχλος, ἀλλὰ καὶ ἐκ τῶν σύνεγγυς ἀγρῶν τὸ δημοτικὸν πλῆθος καὶ ἦν ἐξ ἑωθινοῦ πλήρης ἡ ἀγορά. τῆς δὲ βουλῆς συναχθείσης, ἵνα περὶ τούτων βουλεύσειεν, ὅ τι χρὴ πράττειν, ὁ μὲν Ἄππιος δημοκόπον ἐκάλει τὸν συνάρχοντα καὶ τῆς ἀπονοίας τῶν ἀπόρων ἡγεμόνα, ὁ δὲ Σερουίλιος ἐκεῖνον αὐστηρὸν καὶ αὐθάδη καὶ τῶν παρόντων τῇ πόλει κακῶν αἴτιον: τέλος δ᾽ οὐδὲν ἐγίνετο τῶν λόγων. [2] ἐν δὲ τούτῳ Λατίνων ἱππεῖς κατὰ σπουδὴν ἐλαύνοντες τοὺς ἵππους παρῆσαν εἰς τὴν ἀγορὰν ἐξεληλυθότας ἀγγέλλοντες τοὺς πολεμίους μεγάλῃ στρατιᾷ καὶ ὄντας ἐπὶ τοῖς ἑαυτῶν ὁρίοις ἤδη. καὶ οἱ μὲν ταῦτα, οἱ δὲ πατρίκιοι καὶ τὸ τῶν ἱππέων πλῆθος τῶν τ᾽ ἄλλων, ὅσοι πλούτους ἢ δόξας προγονικὰς εἶχον, οἷα δὴ περὶ μεγάλων κινδυνεύοντες ὡπλίζοντο διὰ τάχους: [3] ὅσοι δ᾽ ἦσαν αὐτῶν ἄποροι, μάλιστα δ᾽ οἱ τοῖς δανείοις πιεζόμενοι, οὔθ᾽ ὅπλων ἥπτοντο οὔτ᾽ ἄλλως παρείχοντο τοῖς κοινοῖς πράγμασιν ἐπικουρίαν οὐδεμίαν, ἡδόμενοι δὲ καὶ κατ᾽ εὐχὴν δεχόμενοι τὸν ἔξωθεν πόλεμον, ὡς τῶν παρόντων σφᾶς κακῶν ἐλευθερώσοντα, τοῖς δὲ δεομένοις ἀμύνειν ἐπιδεικνύντες τὰς ἁλύσεις καὶ τὰς πέδας, ἐπικερτομοῦντες ἠρώτων, εἰ τούτων φυλακῆς ἕνεκα τῶν ἀγαθῶν ἄξιον εἴη σφίσι πολεμεῖν: πολλοὶ δὲ καὶ λέγειν ἐτόλμων, ὡς ἄμεινον εἴη Οὐολούσκοις δουλεύειν μᾶλλον ἢ τὰς ὕβρεις τῶν πατρικίων ὑπομένειν: ἥ τε πόλις οἰμωγῆς καὶ [p. 303] θορύβου καὶ παντοίων γυναικείων ὀδυρμῶν ἐνεπίμπλατο.

  ταῦθ᾽ ὁρῶντες οἱ βουλευταὶ τὸν ἕτερον τῶν ὑπάτων Σερουίλιον, ὃς ἐν τῷ παρόντι πιθανώτερος εἶναι τοῖς πολλοῖς ἐδόκει, βοηθεῖν ἐδέοντο τῇ πατρίδι. ὁ δὲ συγκαλέσας τὸν δῆμον εἰς τὴν ἀγορὰν τοῦ παρόντος καιροῦ τὴν ἀνάγκην ἐπεδείκνυεν οὐκέτι προσδεχομένην πολιτικὰς φιλονεικίας καὶ ἠξίου νῦν μὲν ὁμόσε τοῖς πολεμίοις χωρεῖν κοινῇ γνώμῃ χρησαμένους καὶ μὴ περιιδεῖν ἀνάστατον τὴν πατρίδα γινομένην, ἐν ᾗ θεοὶ πατρῷοι καὶ θῆκαι προγόνων ἑκάστοις ἦσαν, ἃ τιμιώτατά ἐστι πᾶσιν ἀνθρώποις: γονέων τε αἰδῶ λαβεῖν οὐχ ἱκανῶν ἐσομένων ἑαυτοῖς διὰ γῆρας ἀμύνειν, καὶ γυναικῶν ἔλεον ἃς αὐτίκα μάλα δεινὰς καὶ ἀφορήτους ὕβρεις ἀναγκασθησομένας ὑπομενεῖν, μάλιστα δὲ παίδων ἔτι νηπίων οὐκ ἐπὶ τοιαύταις ἐλπίσιν ἀνατραφέντων οἰκτεῖραι λώβας καὶ προπηλακισμοὺς ἀνηλεεῖς: [2] ὅταν δὲ τὸν παρόντα κίνδυνον ἅπαντες ὁμοίαις προθυμίαις χρησάμενοι παραλύσωνται, τότε δὴ σκοπεῖν, τίνα τρόπον ἴσην καὶ κοινὴν καὶ σωτήριον ἅπασι τὴν πολιτείαν καταστήσονται, μήτε τῶν πενήτων ἐπιβουλευόντων ταῖς τῶν πλουσίων οὐσίαις μήτ᾽ [p. 304] ἐκείνων προπηλακιζόντων τοὺς ταῖς τύχαις ταπεινοτ�
�ρους: ἥκιστα γὰρ εἶναι ταῦτα πολιτικά: ἀλλὰ καὶ τοῖς ἀπόροις ἐπικουρία τις ἔσται πολιτική, καὶ τοῖς συμβάλλουσι τὰ χρέα βοήθεια μετρία τοῖς γοῦν ἀδικουμένοις, καὶ τὸ κράτιστον τῶν ἐν ἀνθρώποις ἀγαθῶν καὶ πάσας φυλάττον ἐν ὁμονοίᾳ τὰς πόλεις, πίστις ἐπὶ συναλλαγαῖς, οὐχ ἅπασα καὶ διὰ παντὸς ἐκ μόνης ἀναιρεθήσεται τῆς Ῥωμαίων πόλεως. [3] ταῦτα καὶ ὅσα ἄλλα ἐν τοιούτῳ καιρῷ λεχθῆναι προσῆκε διεξελθὼν τελευτῶν ὑπὲρ τῆς ἰδίας εὐνοίας, ἣν ἔχων διετέλει πρὸς τὸν δῆμον, ἀπελογεῖτο, καὶ ἠξίου συνάρασθαι τῆς στρατείας αὐτῷ ταύτης, ἀνθ᾽ ὧν πρόθυμος εἰς αὐτοὺς ἦν, τῆς μὲν κατὰ πόλιν ἐπιμελείας τῷ συνάρχοντι προσηκούσης, ἑαυτῷ δὲ τῆς ἡγεμονίας τῶν πολέμων ἀποδεδομένης: ταύτας γὰρ τὰς τύχας αὐτοῖς βραβεῦσαι τὸν κλῆρον. ὑπεσχῆσθαι δ᾽ αὑτῷ ἔφη τὴν βουλὴν ἐμπεδώσειν, ὅ τι ἂν διομολογήσηται τῷ πλήθει, αὑτὸν δ᾽ ἐκείνοις, πείσειν τοὺς δημότας μὴ προδώσειν τοῖς πολεμίοις τὴν πατρίδα.

  ταῦτ᾽ εἰπὼν ἐκέλευσε τὸν κήρυκα ἀνειπεῖν, ὅσοι ἂν Ῥωμαίων ἐπὶ τὸν κατ᾽ αὐτῶν πόλεμον [p. 305] ἐκστρατεύσωσι, τὰς τούτων οἰκίας μηδένα ἐξεῖναι μήτε πωλεῖν μήτ᾽ ἐνεχυράζειν μήτε γένος αὐτῶν ἀπάγειν πρὸς μηδὲν συμβόλαιον μήτε κωλύειν τὸν βουλόμενον τῆς στρατείας κοινωνεῖν. ὅσοι δ᾽ ἂν ἀπολειφθῶσι τῆς στρατείας, τὰς κατὰ τούτων πράξεις ὑπάρχειν τοῖς δανεισταῖς, ἐφ᾽ οἷς ἑκάστοις συνέβαλον. ὡς δὲ ταῦτ᾽ ἤκουσαν οἱ πένητες, αὐτίκα συνέγνωσάν τε καὶ πολλῇ προθυμίᾳ πάντες εἰς τὸν πόλεμον ὥρμηντο, οἱ μὲν ἐλπίσιν ὠφελειῶν ὑπαχθέντες, οἱ δὲ τοῦ στρατηλάτου χάριτι, οἱ δὲ πλεῖστοι τὸν Ἄππιον καὶ τοὺς ἐν τῇ πόλει κατὰ τῶν ὑπομεινάντων προπηλακισμοὺς φεύγοντες. [2] παραλαβὼν δ᾽ ὁ Σερουίλιος τὸ στράτευμα σὺν πολλῇ σπουδῇ ἐλαύνει διαλιπὼν οὐδένα χρόνον, ἵνα συμμίξῃ τοῖς πολεμίοις, πρὶν εἰς Ῥωμαίων χώραν αὐτοὺς εἰσβαλεῖν: καὶ καταλαβὼν περὶ τὸ Πωμεντῖνον χωρίον ἐστρατοπεδευκότας καὶ τὴν Λατίνων χώραν προνομεύοντας, ὅτι παρακαλοῦσιν αὐτοῖς οὐ συνήραντο τοῦ πολέμου, περὶ δείλην ὀψίαν παρὰ λόφον τινὰ ὡς εἴκοσι στάδια τῆς στρατοπεδείας αὐτῶν ἀφεστῶτα τίθεται τὸν χάρακα: καὶ αὐτοῖς νυκτὸς ἐπιτίθενται Οὐολοῦσκοι ὀλίγους τε δόξαντες εἶναι καὶ ὡς ἐξ ὁδοῦ μακρᾶς κατακόπους προθυμίας τ᾽ ἐνδεῶς ἔχοντας διὰ τοὺς ἐκ τῶν πενήτων περὶ τὰ χρέα νεωτερισμοὺς ἐν ἀκμῇ μάλιστα δοκοῦντας εἶναι. [3] ὁ δὲ Σερουίλιος ἔτι νυκτὸς ἀπὸ τοῦ χάρακος ἀγωνισάμενος, ἐπεὶ δὲ φῶς [p. 306] τε ἤδη ἐγένετο καὶ τοὺς πολεμίους ἔμαθεν ἀτάκτως προνομεύοντας, ἀνοῖξαι κελεύσας πυλίδας ἐκ τοῦ χάρακος ἀδήλως συχνάς, ἀφ᾽ ἑνὸς παραγγέλματος ἐφῆκεν ἐπ᾽ αὐτοὺς τὸ στράτευμα. ἐξαπιναίου δὲ τοῦ δεινοῦ καὶ παρὰ δόξαν τοῖς Οὐολούσκοις προσπεσόντος ὀλίγοι μέν τινες ὑποστάντες πρὸς τῷ χάρακι μαχόμενοι κατεκόπησαν: οἱ δ᾽ ἄλλοι φεύγοντες προτροπάδην καὶ πολλοὺς τῶν σφετέρων ἀπολέσαντες τραυματίαι τε οἱ πλεῖστοι καὶ τὰ ὅπλα ἀπολωλεκότες εἰς τὸν χάρακα 6 διεσώζοντο. [4] ἑπομένων δ᾽ αὐτοῖς τῶν Ῥωμαίων ἐκ ποδὸς καὶ περισχόντων τὸ στρατόπεδον, βραχύν τινα χρόνον ἀμυνάμενοι παρέδοσαν τὸν χάρακα πολλῶν ἀνδραπόδων τε καὶ βοσκημάτων καὶ ὅπλων καὶ τῆς εἰς τὸν πόλεμον παρασκευῆς γέμοντα. ἑάλω δὲ σώματα ἐλεύθερα συχνά, τὰ μὲν αὐτῶν Οὐολούσκων, τὰ δὲ τῶν αὐτοῖς συναγωνισαμένων ἐθνῶν, χρήματά τε καὶ ὅσα χρυσὸς καὶ ἄργυρος καὶ ἐσθὴς ὡσπερὰν πόλεως τῆς κρατίστης ἁλούσης πάνυ πολλά: τοῖς στρατιώταις ταῦτ᾽ ἐφιεὶς ὁ Σερουίλιος ὡς ἕκαστος ὠφεληθείη καὶ μηδὲν εἰς τὸ δημόσιον ἀναφέρουσι διανείμασθαι κελεύσας καὶ τὸν χάρακα πυρὶ δούς, ἀναλαβὼν τὰς δυνάμεις ἦγεν ἐπὶ τὴν ἀγχοτάτω Σουέσσαν Πωμεντιανήν. [p. 307] μεγέθει τε γὰρ περιβόλου καὶ πλήθεσιν οἰκητόρων, ἔτι δὲ δόξῃ καὶ πλούτῳ πολὺ τῶν ταύτῃ ὑπερέχειν ἐδόκει, καὶ ἦν ὥσπερ ἡγεμὼν τοῦ ἔθνους. [5] περιστρατοπεδεύσας δ᾽ αὐτὴν καὶ οὔθ᾽ ἡμέρας οὔτε νυκτὸς ἀνακαλῶν τὸν στρατόν, ἵνα μηδένα χρόνον οἱ πολέμιοι διαναπαύσαιντο μήθ᾽ ὕπνον αἱρούμενοι μήτε πολέμου παῦλαν δεχόμενοι, λιμῷ καὶ ἀμηχανίᾳ καὶ σπάνει συμμάχων παρατείνας εἷλεν αὐτοὺς ἐν οὐ πολλῷ χρόνῳ καὶ τοὺς ἐν ἥβῃ πάντας κατέσφαξεν. ἐπιτρέψας δὲ καὶ ὅσα ἦν ἐνταῦθα χρήματα τοῖς στρατιώταις φέρειν τε καὶ ἄγειν, ἐπὶ τὰς ἄλλας πόλεις ἀπῆγε τὴν δύναμιν οὐθενὸς οὐκέτι τῶν Οὐολούσκων ἀμύνειν τι δυναμένου.

  ὡς δὲ τοῖς Ῥωμαίοις τεταπεινωμένα ἦν τὰ τῶν Οὐολούσκων πράγματα, προαγαγὼν τοὺς ὁμήρους αὐτῶν εἰς τὴν ἀγορὰν ὁ ἕτερος τῶν ὑπάτων Ἄππιος Κλαύδιος ἄνδρας τριακοσίους, ἵνα δι᾽ εὐλαβείας ἔχοιεν οἱ προσθέμενοι σφίσι πίστεις ὁμηρειῶν μὴ παρασπονδεῖν, μάστιξί τε ᾐκίσατο πάντων ὁρώντων καὶ τοὺς αὐχένας αὐτῶν ἐκέλευσεν ἀποκόψαι. [2] ἀφικομένου τε ἀπὸ τῆς στρατείας οὐ πολλαῖς ὕστερον ἡμέραις τοῦ συνυπάτου καὶ τὸν εἰωθότα δίδοσθαι θρίαμβον ἀπὸ τῆς βουλῆς τοῖς ἀγῶνα λαμπρὸν ἀγωνισαμένοις στρατηγοῖς ἀξιοῦντος λαβεῖν, ἐμποδὼν ἐγένετο στασιαστὴν ἀποκαλῶν καὶ πολιτείας πονηρᾶς ἐραστήν, μάλιστα δ᾽ αὐτοῦ κατηγορῶν, ὅτι ἐκ τῶν τοῦ πολέμου λαφύρων [p. 308] οὐδεμίαν μοῖραν εἰς τὸ δημ�
�σιον ἀνήνεγκεν, ἀλλ᾽ οἷς αὐτὸς ἐβούλετο κατεχαρίσατο: καὶ ἔπεισε τὴν βουλὴν μὴ δοῦναι τῷ ἀνδρὶ τὸν θρίαμβον. ὁ δὲ Σερουίλιος ὑβρίσθαι δοκῶν ὑπὸ τοῦ συνεδρίου εἰς αὐθάδειαν οὐκ εἰωθυῖαν Ῥωμαίοις ἐτράπετο: καλέσας γὰρ εἰς ἐκκλησίαν τὸν δῆμον ἐν τῷ πρὸ τῆς πόλεως πεδίῳ καὶ διεξελθὼν τὰ πραχθέντα κατὰ τὸν πόλεμον καὶ τοῦ συνάρχοντος τὸν φθόνον καὶ τῆς βουλῆς τὸν προπηλακισμὸν διηγησάμενος, ἔφη παρὰ τῶν ἑαυτοῦ πράξεων καὶ τοῦ συναγωνισαμένου στρατεύματος ἔχειν τὴν τοῦ πομπεύειν ἐπὶ καλοῖς τε καὶ εὐτυχέσιν ἔργοις ἐξουσίαν. [3] ταῦτ᾽ εἰπὼν στεφανῶσαι τὰς ῥάβδους ἐκέλευσε καὶ αὐτὸς στεφανωσάμενος ἔχων τὴν θριαμβικὴν ἐσθῆτα προῆγεν εἰς τὴν πόλιν ὑπὸ τοῦ δήμου παντὸς προπεμπόμενος, ἕως εἰς τὸ Καπιτώλιον ἀνέβη καὶ τὰς εὐχὰς ἀπέδωκε καὶ τὰ σκῦλα ἀνέθηκεν. ἐκ δὲ τούτου φθόνον μὲν ἔτι μείζονα παρὰ τῶν πατρικίων ἐπεσπάσατο, οἰκεῖον δ᾽ ἑαυτῷ παρεσκευάσατο τὸ δημοτικόν.

  ἐν τοιαύταις δ᾽ ἀκαταστασίαις τῆς πόλεως οὔσης ἐκεχειρία τις ἐν τῷ διὰ μέσου γενομένη θυσιῶν πατρίων ἕνεκα καὶ πανηγύρεις ἐπιλαβοῦσαι λαμπραὶ ταῖς δαπάναις ἐπέσχον τὴν ἐν τῷ παρόντι τοῦ πλήθους διχοστασίαν. ἑορτάζουσι δ᾽ αὐτοῖς ἐπιτίθενται πολλῇ δυνάμει Σαβῖνοι τοῦτον ἐκ πολλοῦ φυλάξαντες τὸν χρόνον, ἀρχομένης ἔτι νυκτὸς ποιησάμενοι τὴν [p. 309] ἐπίθεσιν, ἵνα πρὶν αἰσθέσθαι τοὺς ἔνδον ἐπὶ τῇ πόλει γένωνται: καὶ ῥᾷστα ἂν ἐκράτησαν αὐτῶν, εἰ μὴ τῶν ψιλῶν τινες ἀποσχισθέντες τῆς φάλαγγος, αὐλαῖς ἐπιβάλλοντες ἁρπαγῆς ἕνεκα θόρυβον εἰργάσαντο. [2] βοή τε γὰρ εὐθὺς ἐγένετο καὶ δρόμος τῶν γεωργῶν εἰς τὸ τεῖχος, πρὶν ἢ ταῖς πύλαις τοὺς πολεμίους προσελθεῖν. ὡς δ᾽ ἔγνωσαν αὐτῶν τὴν ἔφοδον οἱ κατὰ πόλιν θεωροῦντες μεταξὺ καὶ τοὺς στεφάνους ἐπικείμενοι καταλιπόντες τοὺς ἀγῶνας ἐπὶ τὰ ὅπλα ὥρμησαν: καὶ φθάνει τῷ Σερουιλίῳ συναχθεῖσα δύναμις αὐτοκέλευστος ἱκανή, ἣν ἐκεῖνος ἔχων συντεταγμένην, προσπίπτει τοῖς πολεμίοις ὑπό τε ἀγρυπνίας καὶ κόπου τεταλαιπωρηκόσι καὶ οὐ προσδεχομένοις τὴν τῶν Ῥωμαίων ἔφοδον. [3] ὡς δὲ συνέμιξαν εἰς χεῖρας, ἐγένετο μάχη τὸ μὲν ἐν τάξει καὶ κόσμῳ διὰ τὴν σπουδὴν ἑκατέρων ἀφῃρημένη, οἳ δ᾽ ὡς ἀπὸ τύχης τινὸς ἢ φάλαγξ φάλαγγι ἢ λόχος λόχῳ ἢ ἀνὴρ ἀνδρὶ συνέπεσον, ἱππεῖς τε καὶ πεζοὶ ἅμα πεφυρμένοι ἐμάχοντο. ἀρωγοὶ δ᾽ αὐτοῖς ἑκατέρωθεν ἐπῄεσαν οὐ διὰ μακροῦ τῶν πόλεων οὐσῶν, οἳ τὸ κάμνον ἀναθαρρύνοντες ἐπὶ πολὺν χρόνον ἀντέχειν ταῖς ταλαιπωρίαις ἐποίουν. ἔπειτα οἱ Ῥωμαῖοι προσγενομένης σφίσι τῆς ἵππου πάλιν νικῶσι τοὺς Σαβίνους, [p. 310] καὶ πολλοὺς ἀποκτείναντες ἀνέστρεψαν εἰς τὴν πόλιν ἄγοντες αἰχμαλώτους πάνυ συχνούς. τούς τε κατὰ τὴν πόλιν ὄντας Σαβίνων, οἳ κατὰ θέας πρόφασιν ἀφιγμένοι προκαταλήψεσθαι τοῖς ἐπιοῦσι τὰ ἐρύματα τῆς πόλεως ἔμελλον, ὥσπερ αὐτοῖς συνετέτακτο, ἀναζητοῦντες εἰς τὰ δεσμωτήρια κατετίθεντο. τὰς δὲ θυσίας, αἷς ὁ πόλεμος ἐμποδὼν ἐγένετο, διπλασίας τῶν προτέρων ψηφισάμενοι αὖθις ἐν εὐπαθείαις ἦσαν.

 

‹ Prev