Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 234
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 234

by Dionysius of Halicarnassus


  ἔτι δὲ πανηγυρίζουσιν αὐτοῖς πρεσβευταὶ παρῆσαν ἐξ ἔθνους Ἀρούγκων, οἳ τῆς Καμπανῶν χώρας τὰ κάλλιστα πεδία κατεῖχον. οὗτοι καταστάντες ἐπὶ τὴν βουλὴν ἠξίουν τὴν Οὐολούσκων τῶν καλουμένων Ἐχετρανῶν χώραν, ἣν ἀφελόμενοι τοὺς Ἐχετρανοὺς Ῥωμαῖοι κληρούχοις εἰς φυλακὴν τοῦ ἔθνους ἐκπεμφθεῖσι διένειμαν, ἀποδιδόναι σφίσι καὶ τὴν φρουρὰν ἀπαγαγεῖν ἐξ αὐτῆς: ἐὰν δὲ μὴ ποιήσωσιν, Ἀρούγκους ἥξοντας ἐπὶ τὴν Ῥωμαίων ὀλίγου χρόνου καὶ δίκας ληψομένους ὅσων διέθεντο τοὺς ὁμόρους κακῶν ἐκδέχεσθαι. [2] Ῥωμαῖοι δ᾽ αὐτοῖς τάδε ἀπεκρίναντο: ἀπαγγέλλετε, ὦ πρέσβεις, Ἀρούγκοις, ὅτι ἡμεῖς οἱ Ῥωμαῖοι δικαιοῦμεν ὅσα κτᾶταί τις ἀρετῇ πολεμίους ἀφελόμενος, ταῦτα τοῖς ἐγγόνοις ὡς οἰκεῖα παραδιδόναι. πόλεμον δ᾽ οὐ δέδιμεν τὸν Ἀρούγκων οὔτε πρῶτον οὔτε δεινότατον ἐσόμενον: ἀλλ᾽ ἐν ἔθει ἡμῖν ὑπάρχει πᾶσι μάχεσθαι περὶ τῆς ἡγεμονίας, καὶ ἀρετῆς συναγώνισμά [p. 311] τι ἐσόμενον ὁρῶντες αὐτὸν ἀκαταπλήκτως δεξόμεθα. [3] μετὰ ταῦτ᾽ Ἀροῦγκοί τε πολλῇ στρατιᾷ ὁρμηθέντες ἐκ τῆς ἑαυτῶν, καὶ Ῥωμαῖοι τὰς οἰκείας δυνάμεις ἔχοντες ἡγουμένου Σερουιλίου, συντυγχάνουσιν ἀλλήλοις ἀγχοῦ πόλεως Ἀρικείας, ἣ διέχει σταδίους ἑκατὸν εἴκοσι τῆς Ῥώμης: καὶ στρατοπεδεύονται ἑκάτεροι ἐν ὄρεσιν ὀχυροῖς ὀλίγον ἀλλήλων διεστῶτες. ἐπεὶ δὲ τοὺς χάρακας ἐκρατύναντο, προῆλθον εἰς τὸ πεδίον ἀγωνιούμενοι, καὶ συμπεσόντες ἐξ ἑωθινῆς μέχρις ἡμέρας μεσούσης ἀντεῖχον, ὥστε πολὺν ἐξ ἀμφοτέρων γενέσθαι φόνον. φιλοπόλεμον γὰρ δὴ τὸ τῶν Ἀρούγκων ἔθνος ἦν, καὶ τῷ μεγέθει τε καὶ ῥώμῃ καὶ ὄψεως δεινότητι πολὺ τὸ θηριῶδες ἐχούσῃ φοβερώτατον.

  ἐν τούτῳ λέγεται τῷ πολέμῳ τοὺς ἱππεῖς τῶν Ῥωμαίων κρατίστους γενέσθαι, καὶ τὸν ἡγεμόνα αὐτῶν Αὖλον Ποστόμιον Ἄλβον, ὃς ἔσχε τὴν δικτάτορα ἀρχὴν ἐν τῷ πρόσθεν ἐνιαυτῷ. τὸ μὲν γὰρ χωρίον, ἐν ᾧ ἡ μάχη ἐγένετο, ἥκισθ᾽ ἱππάσιμον ἦν καὶ κολωνούς τε πετρώδεις καὶ φάραγγας βαθείας εἶχεν, ὥστε μηδὲν ἑκατέροις τὴν ἵππον οἵαν τ᾽ εἶναι προσωφελεῖν. [2] ὁ δὲ Ποστόμιος παρακελευσάμενος τοῖς ἀμφ᾽ αὑτὸν ἀπὸ τῶν ἵππων καταβῆναι καὶ ποιήσας στῖφος ἀνδρῶν ἑξακοσίων, ἐν οἷς μάλιστα ἔκαμνε τοῖς Ῥωμαίοις κατὰ πρανοῦς ὠθουμένοις χωρίου ἡ φάλαγξ, [p. 312] ἐν τούτοις συνάπτει τοῖς πολεμίοις, καὶ αὐτίκα συνίστησιν αὐτῶν τὰς τάξεις. ὡς δ᾽ ἅπαξ ἀνεκόπησαν οἱ βάρβαροι, θάρσος ἐνέπεσε τοῖς Ῥωμαίοις, καὶ φιλονεικία τοῖς πεζοῖς πρὸς τοὺς ἱππεῖς: καὶ καθ᾽ ἓν ἀμφότεροι πυργηδὸν ἐξωθοῦσι τὸ δεξιὸν κέρας τῶν πολεμίων ἕως τοῦ λόφου: καὶ οἱ μὲν τοῖς περὶ τὸν χάρακα φεύγουσιν ἑπόμενοι πολλοὺς ἀπέκτειναν, οἱ δὲ τοῖς ἔτι μαχομένοις κατὰ νώτου ἐπῆγον. [3] τρεψάμενοι δὲ κἀκείνους εἰς φυγὴν ἐπίπονόν τε καὶ βραδεῖαν τὴν ἀποχώρησιν ποιουμένους πρὸς ὀχθώδη χωρία ἐδίωκον, τένοντάς τε ὑποκόπτοντες ποδῶν καὶ τὰς ἰγνῦς πλαγίοις τοῖς ξίφεσι διαιροῦντες, ἕως ἐπὶ τὸν χάρακα αὐτῶν ἀφίκοντο. βιασάμενοι δὲ καὶ τούτου τοὺς φύλακας οὐ πολλοὺς ὄντας ἐκράτησαν τοῦ στρατοπέδου καὶ διήρπασαν: ὠφελείας μέντοι οὐ πολλὰς εὗρον, ὅτι μὴ ὅπλα καὶ ἵππους, καὶ εἴ τι ἄλλο πολεμιστήριον χρῆμα ἦν. ταῦτα οἱ περὶ Σερουίλιον καὶ Ἄππιον ὕπατοι ἔπραξαν.

  μετὰ ταῦτα παραλαμβάνουσι τὴν ὑπατικὴν ἀρχὴν Αὖλος Οὐεργίνιος Καιλιμοντανὸς καὶ Τῖτος Οὐετούριος Γέμινος, ἄρχοντος Ἀθήνησι Θεμιστοκλέους, ἑξηκοστῷ καὶ διακοσιοστῷ μετὰ τὴν κτίσιν ἔτει, μελλούσης εἰς τοὐπιὸν τῆς ἑβδομηκοστῆς καὶ δευτέρας ὀλυμπιάδος, ἣν ἐνίκα δεύτερον Τισικράτης Κροτωνιάτης. [p. 313] ἐπὶ τούτων Σαβῖνοι πάλιν ἐπὶ Ῥωμαίους στρατιὰν ἐξάγειν μείζονα παρεσκευάζοντο, καὶ Μεδυλλῖνοι Ῥωμαίων ἀποστάντες πρὸς τὸ Σαβίνων ἔθνος ὅρκους ἐποιήσαντο περὶ συμμαχίας. [2] πυνθανόμενοι δὲ τὴν διάνοιαν αὐτῶν οἱ πατρίκιοι παρεσκευάζοντο διὰ ταχέων ἐξιέναι πανστρατιᾷ: τὸ δὲ δημοτικὸν οὐχ ὑπήκουεν αὐτοῖς, ἀλλ᾽ ἐμνησικάκουν τῆς ψευσθείσης αὐτοῖς πολλάκις ὑποσχέσεως περὶ τῶν ἐπικουρίας δεομένων ἀπόρων, τἀναντία ἐπαγόντων τῶν ἐπ᾽ ἐκείνοις ψηφιζομένων. κατ᾽ ὀλίγους δὲ συλλεγόμενοι ὅρκοις ἀλλήλους κατελάμβανον ὑπὲρ τοῦ μηκέτι συνάρασθαι τοῖς πατρικίοις πολέμου μηδενὸς καθ᾽ ἕνα τῶν ἀπόρων κατισχυόμενοι κοινῇ καὶ πρὸς τοὺς ἐντυγχάνοντας βοηθήσαντες. καὶ ἐγίνετο πολλαχῇ μὲν καὶ ἄλλῃ τὸ συνώμοτον ἐν ἁψιμαχίαις λόγων τε καὶ ἔργων ἐμφανές, μάλιστα δ᾽ ἐδήλωσε τοῖς ὑπάτοις, ἐπειδὴ οὐ προσῄεσαν οἱ καλούμενοι πρὸς τὴν στρατολογίαν. [3] συναρπάσαι γὰρ τινὰ τῶν ἐκ τοῦ δήμου κελευσάντων οἱ πένητες ἀθρόοι [p. 314] συστραφέντες τόν τε φερόμενον ἀφῃροῦντο καὶ τοὺς ὑπηρέτας τῶν ὑπάτων οὐ μεθιεμένους αὐτοὶ παίοντες ἀπήλαυνον, καὶ οὔτε ἱππέων οὔτε πατρικίων, ὅσοι παρόντες τὰ γινόμενα κωλύειν ἠξίουν, ἀπείχοντο μὴ οὐ παίειν: καὶ δι᾽ ὀλίγου πᾶσα ἡ πόλις ἦν ἀκοσμίας πλήρης καὶ θορύβου. ἅμα δὲ τῇ στάσει τῇ κατὰ τὴν πόλιν αὐξομένῃ καὶ τὰ τῶν πολεμίων πρὸς καταδρομὴν παρασκευαζόμενα μείζω τὴν ἐπίδοσιν ἐλάμβανεν. Οὐολούσκων δὲ πάλιν ἀπόστασιν βουλευσαμένων καὶ τῶν καλουμένων Αἰκανῶν πρεσβεία τε ἀπὸ πάντων τ�
��ν Ῥωμαίοις ὑπηκόων παρῆν ἀξιούντων σφίσι συμμαχεῖν ἐν τρίβῳ τοῦ πολέμου κειμένοις. [4] Λατῖνοι μὲν γὰρ ἔφασκον Αἰκανοὺς ἐμβαλόντας εἰς τὴν χώραν αὐτῶν λεηλατεῖν τοὺς ἀγροὺς αὐτῶν, καὶ πόλεις τινὰς ἤδη διηρπακέναι: οἱ δ᾽ ἐν Κρουστομερείᾳ φρουροὶ πλησίον εἶναι Σαβίνους ἀποφαίνοντες καὶ πολλῇ χρωμένους προθυμίᾳ τὸ φρούριον πολεμεῖν: ἄλλοι δέ τι ἄλλο κακὸν ἀπαγγέλλοντες γεγονὸς ἢ γενησόμενον καὶ βοήθειαν διὰ ταχέων αἰτησόμενοι. παρεγένοντο δ᾽ ἐπὶ τὸ συνέδριον καὶ παρ᾽ Οὐολούσκων πρέσβεις, ἀξιοῦντες ἀπολαβεῖν ἣν ἀφῃρέθησαν ὑπ᾽ αὐτῶν χώραν, πρὶν ἄρξασθαι πολέμου.

  συναχθείσης δὲ περὶ τούτου βουλῆς, κληθεὶς [p. 315] πρῶτος ὑπὸ τῶν ὑπάτων Τῖτος Λάρκιος, ἀξιώσει τε προὔχειν δοκῶν καὶ φρονῆσαι τὰ δέοντα ἱκανώτατος, προελθὼν ἔλεξεν: ἐμοί, ὦ βουλή, ἃ μὲν οἱ ἄλλοι δοκοῦσιν εἶναι φοβερὰ καὶ ταχείας δεόμενα βοηθείας, οὔτε φοβερὰ εἶναι δοκεῖ οὔτε πάνυ κατεπείγοντα, πῶς χρὴ τοῖς συμμάχοις ἐπικουρῆσαι ἢ καθ᾽ ὅν τινα τρόπον τοὺς πολεμίους ἀμύνασθαι: ἃ δ᾽ οὔτε μέγιστα τῶν κακῶν νομίζουσιν οὔτε ἀναγκαῖα ἐν τῷ παρόντι, ἀμελείᾳ τε αὐτὰ ὡς οὐδὲν ἡμᾶς βλάψοντα παραδόντες ἔχουσι, ταῦτα φοβερώτατά μοι φαίνεται, καὶ εἰ μὴ ταχέως αὐτὰ ἐπιστήσομεν, ἐσχάτης ἀνατροπῆς καὶ συγχύσεως τῶν κοινῶν αἴτια, ἥ τε τῶν δημοτῶν ἀπείθεια τῶν οὐκ ἀξιούντων τὰ ἐπιταττόμενα ὑπὸ τῶν ὑπάτων πράττειν, καὶ ἡμῶν αὐτῶν ἡ πρὸς τὸ ἀνήκοον αὐτῶν καὶ τὸ ἐλευθεριάζον χαλεπότης. [2] οἶμαι δὲ μηδὲν ἡμᾶς δεῖν ἐν τῷ παρόντι σκοπεῖν, εἰ μὴ ὅπως ἐξαιρεθήσεται ταῦτ᾽ ἐκ τῆς πόλεως, καὶ μιᾷ πάντες γνώμῃ τὰ κοινὰ πρὸ τῶν ἰδίων αἱρούμενοι πολιτευσόμεθα. ὁμονοοῦσα μὲν γὰρ ἡ τῆς πόλεως δύναμις ἱκανὴ ἔσται καὶ φίλοις ἀσφάλειαν παρασχεῖν καὶ ἐχθροῖς δέος, στασιάζουσα δ᾽ ὥσπερ νῦν τούτων οὐδέτερον ἂν δύναιτο διαπράξασθαι. θαυμάσαιμι δ᾽ ἄν, εἰ μὴ καὶ ἑαυτὴν διεργάσαιτο [p. 316] καὶ παράσχοι τοῖς ἐχθροῖς δίχα πόνου τὸ κράτος: ὅ, μὰ τὸν Δία καὶ τοὺς ἄλλους θεούς, οὐκ εἰς μακρὰν οἴομαι τοιαῦτα πολιτευομένων ὑμῶν γενήσεσθαι.

  διῳκίσμεθα γὰρ ὡς ὁρᾶτε καὶ δύο πόλεις ἔχομεν, τὴν μὲν μίαν ὑπὸ πενίας τε καὶ ἀνάγκης ἀρχομένην, τὴν δ᾽ ὑπὸ κόρου καὶ ὕβρεως. αἰδὼς δὲ καὶ κόσμος καὶ δίκη, ὑφ᾽ ὧν ἅπασα πολιτικὴ κοινωνία σώζεται, παρ᾽ οὐδετέρᾳ μένει τῶν πόλεων. τοιγάρτοι χειρὶ τὸ δίκαιον ἤδη παρ᾽ ἀλλήλων λαμβάνομεν κἂν τῷ βιαιοτέρῳ τίθεμεν τὸ δικαιότατον, ὥσπερ τὰ θηρία, τὸ ἀντίπαλον ἐξολέσαι μετὰ τοῦ σφετέρου κακοῦ βουληθέντες, ἢ τὸ ἑαυτοῖς ἀσφαλὲς φυλάττοντες μετὰ τοῦ [2] διαφόρου κοινῇ σεσῶσθαι. ὧν ἐγὼ ὑμᾶς ἀξιῶ πολλὴν πρόνοιαν ποιήσασθαι βουλὴν ὑπὲρ αὐτῶν τούτων καθίσαντες, ἐπειδὰν ἀπολύσητε τὰς πρεσβείας. ἃ δὲ ταῖς πρεσβείαις ἀποκρίνασθαι ἐν τῷ παρόντι παραινεῖν ἔχω, ταῦτ᾽ ἐστιν: ἐπειδὴ Οὐολοῦσκοι μὲν ἀπαιτοῦσιν ἡμᾶς ἃ ὅπλοις κρατήσαντες ἔχομεν καὶ πόλεμον ἀπειλοῦσι μὴ πειθομένοις, τάδε λέγωμεν, ὅτι Ῥωμαῖοι καλλίστας ὑπολαμβάνομεν κτήσεις εἶναι καὶ δικαιοτάτας, ἃς ἂν κατάσχωμεν πολέμου λαβόντες κατὰ νόμον, καὶ οὐκ ἂν ὑπομείναιμεν μωρίᾳ τὴν ἀρετὴν ἀφανίσαι: παραδόντες [p. 317] δὲ ταῦτα τοῖς ἀπολωλεκόσιν ὧν κοινωνητέον τε παισὶ καὶ τοῖς ἐκ τούτων γενομένοις καταλιπεῖν ἀεὶ ἀγωνιούμεθα, τῶν νῦν γε ὑπαρχόντων ἤδη στερησόμεθα καὶ ἑαυτοὺς ὅσα πολεμίους βλάψομεν. [3] Λατίνων δὲ τὸ εὔνουν ἐπαινέσαντες ἀναθαρσύνωμεν τὸ δεδιὸς ὡς οὐκ ἐγκαταλείψομεν αὐτούς, ἕως ἂν τὸ πιστὸν φυλάσσωσιν, ἐν οὐδενὶ δεινῷ γενομένους δι᾽ ἡμᾶς, ἀλλὰ δύναμιν ἱκανὴν ἀμύνειν αὐτοῖς πέμψομεν οὐ διὰ μακροῦ. ταύτας ἡγοῦμαι κρατίστας τε καὶ δικαιοτάτας ἔσεσθαι τὰς ἀποκρίσεις. ἀπαλλαγεισῶν δὲ τῶν πρεσβειῶν πρώτην φημὶ χρῆναι βουλὴν τοῖς κατὰ τὴν πόλιν θορύβοις ἡμᾶς ἀποδοῦναι καὶ ταύτην οὐκ εἰς μακράν, ἀλλὰ τῇ ἐπιούσῃ ἡμέρᾳ.

  ταύτην ἀποφηναμένου τὴν γνώμην Λαρκίου καὶ πάντων ἐπαινεσάντων, τότε μὲν αἱ πρεσβεῖαι λαβοῦσαι τὰς εἰρημένας ἀποκρίσεις ἀπηλλάγησαν: τῇ δ᾽ ἑξῆς ἡμέρᾳ συναγαγόντες τὴν βουλὴν οἱ ὕπατοι περὶ τῆς ἐπανορθώσεως τῶν πολιτικῶν θορύβων προὔθεσαν σκοπεῖν. πρῶτος οὖν ἐρωτηθεὶς γνώμην Πόπλιος Οὐεργίνιος, ἀνὴρ δημοτικός, τὴν διὰ μέσου πορευόμενος [p. 318] ὁδὸν ἔλεξεν: ἐπειδὴ τὸ δημοτικὸν πλῆθος ἐν τῷ παρελθόντι ἐνιαυτῷ προθυμίαν πλείστην εἰς τοὺς ὑπὲρ τῆς πόλεως ἀγῶνας ἐπεδείξατο, Οὐολούσκοις καὶ Ἀρούγκοις πολλῇ στρατιᾷ ἐπιοῦσιν ἀντιταξάμενον μεθ᾽ ἡμῶν, οἴομαι δεῖν τοὺς συναραμένους ἡμῖν τότε καὶ τῶνδε τῶν πολέμων μετασχόντας ἀφεῖσθαι καὶ μηδενὸς αὐτῶν μήτε τὸ σῶμα μήτε τὴν οὐσίαν ὑπὸ τῶν δανειστῶν κρατεῖσθαι: τὸ δ᾽ αὐτὸ δίκαιον εἶναι καὶ γονεῦσι τοῖς τούτων ἄχρι καὶ πάππων, καὶ παισὶν ἕως ἐγγόνων: τοὺς δ᾽ ἄλλους ἀγωγίμους εἶναι τοῖς δεδανεικόσιν, ὡς ἑκάστοις συνέβαλον. [2] μετὰ δὲ ταῦτα Τῖτος Λάρκιος εἶπεν: ἐμοὶ δ᾽, ὦ βουλή, δοκεῖ κράτιστον μὴ μόνον τοὺς ἐν τοῖς πολέμοις ἀγαθοὺς γενομένους, ἀλλὰ καὶ τὸν ἄλλον ἅπαντα δῆμον ἐλεύθερον τῶν συμβολαίων ἀφεῖσθαι. μόνως γὰρ ἂν οὕτως ὅλην τὴν πόλιν ὁμονοοῦσαν ἐργασαίμεθα. τρί
τος δὲ παρελθὼν Ἄππιος Κλαύδιος ὁ τὴν ὕπατον ἀρχὴν τῷ παρελθόντι ἔτει σχὼν ἔλεξεν:

 

‹ Prev