Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 235
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 235

by Dionysius of Halicarnassus


  ἀεὶ μέν, ὦ βουλή, ὁσάκις ὑπὲρ τούτων προὐτέθη λόγος, ἐπὶ τῆς αὐτῆς εἰμὶ γνώμης, μὴ ἐπιτρέπειν τῷ δήμῳ μηδὲν τῶν ἀξιουμένων, ὅ τι μὴ νόμιμον μηδὲ καλόν, μήτε τὸ φρόνημα τῆς πόλεως ἐλαττοῦν, καὶ οὐδὲ νῦν μεταγινώσκω τῶν ἐξ ἀρχῆς μοι φανέντων οὐδέν: ἢ πάντων ἂν εἴην ἀνθρώπων ἀφρονέστατος, εἰ πέρυσι μὲν ὕπατος ὢν ἀντιπράττοντός μοι τοῦ συνυπάτου καὶ τὸν δῆμον ἐπισείοντος ἀντέσχον [p. 319] καὶ διέμεινα ἐπὶ τῶν ἐγνωσμένων οὔτε φόβῳ ἀποτραπεὶς οὔτε δεήσει οὔτε χάρισιν εἴξας, νῦν δ᾽ ἰδιώτης ὢν ῥίψαιμι ἐμαυτὸν καὶ τὴν παρρησίαν καταπροδοίην: [2] εἴτε μου τὸ ἐλεύθερον τῆς ψυχῆς ὑμῶν ἕκαστος βούλεται ἀποκαλεῖν εὐγενὲς εἴτε αὔθαδες, ὅσον ἂν ζῶ χρόνον οὐκ ἀποστήσομαι τοῦ ἤδη καλῶς δεδογμένου, καὶ οὐδέποτε εἰσάξω χαριζόμενος τοῖς κακοῖς χρεῶν ἀποκοπάς, ἀλλὰ καὶ πρὸς τοὺς εἰσάγοντας αὐτὰς ἁπάσῃ προθυμίᾳ χρώμενος ὁμόσε χωρήσω, λογιζόμενος, ὅτι πᾶσα κακία καὶ διαφθορὰ καὶ συλλήβδην ἀνατροπὴ πόλεως ἀπὸ χρεοκοπίας ἄρχεται. [3] καὶ εἴτε τις ἀπὸ τοῦ φρονίμου εἴτε διὰ μανίας τινός, ἐπειδὴ οὐ τὸ ἴδιον ἀσφαλές, ἀλλὰ τὸ τῆς πόλεως ἀξιῶ σκοπεῖν, εἴτε ὁπωσδήποτε οἰήσεται τάδε λέγεσθαι, συγχωρῶ αὐτῷ νομίζειν, ὅπως βούλεται, μέχρι δὲ παντὸς ἐναντιώσομαι τοῖς μὴ τὰ πάτρια πολιτεύματα εἰσηγησομένοις. ἐπειδὴ δ᾽ οὐ τὰ χρέα ἀπαιτοῦσιν οἱ καιροί, μεγάλην δὲ βοήθειαν, ὃ μόνον ἔσται τῆς διχοστασίας φάρμακον ἐν τῷ παρόντι φράσω: δικτάτορα ἕλεσθε κατὰ τάχος, ὃς ἀνευθύνῳ χρώμενος ἐξουσίᾳ καὶ βουλὴν καὶ δῆμον ἀναγκάσει τὰ κράτιστα τῷ κοινῷ φρονεῖν: ἄλλη γὰρ οὐκ ἔσται τηλικούτου κακοῦ λύσις.

  ταῦτ᾽ εἰπόντος Ἀππίου καὶ τῶν νέων ἐπιθορυβησάντων ὡς τὰ δέοντα εἰσηγουμένου, Σερουίλιός [p. 320] τ᾽ ἀντιλέξων ἀνέστη καὶ ἄλλοι τινὲς τῶν πρεσβυτέρων: ἡττῶντο δ᾽ ὑπὸ τῶν νεωτέρων ἐκ παρασκευῆς τ᾽ ἀφικνουμένων καὶ βίᾳ πολλῇ χρωμένων, [2] καὶ πέρας ἐνίκησεν ἡ Ἀππίου γνώμη. καὶ μετὰ ταῦτα οἱ ὕπατοι κοινῇ γνώμῃ χρησάμενοι τῶν πλείστων οἰομένων τὸν Ἄππιον ἀποδειχθήσεσθαι δικτάτορα, ὡς μόνον ἐπικρατῆσαι τῆς προστασίας δυνησόμενον, ἐκεῖνον μὲν ἀπήλασαν, Μάνιον δ᾽ Οὐαλέριον ἀδελφὸν Ποπλίου Οὐαλερίου τοῦ πρώτου ὑπατεύσαντος καὶ δημοτικώτατον δοκοῦντα ἔσεσθαι καὶ ἄνδρα γηραιὸν ἀπέδειξαν, αὐτὸ τὸ φοβερὸν οἰόμενοι τῆς ἐξουσίας ἀποχρῆναι, ἀνδρὸς δὲ τὰ πάντα ἐπιεικοῦς τοῖς πράγμασι δεῖν, ἵνα μηδὲν ἐξεργάσηται νεώτερον.

  παραλαβὼν δὲ τὴν ἀρχὴν Οὐαλέριος καὶ προσελόμενος ἱππάρχην Κόιντον Σερουίλιον, ἀδελφὸν τοῦ συνυπατεύσαντος Ἀππίῳ Σερουιλίου, παρήγγειλε τὸν δῆμον εἰς ἐκκλησίαν παρεῖναι. συνελθόντος δ᾽ ὄχλου συχνοῦ τότε πρῶτον, ἐξ οὗ τὴν ἀρχὴν ὁ Σερουίλιος ἀπέθετο καὶ ὁ δῆμος ἀγόμενος ἐπὶ τὰς στρατείας εἰς φανερὰν ἀπόνοιαν ἐτράπετο, προελθὼν ἐπὶ τὸ βῆμα ἔλεξεν: ὦ πολῖται, εὖ ἴσμεν, ὅτι βουλομένοις ὑμῶν, ἐστιν ἀεί τινας ἐκ τοῦ Οὐαλερίων γένους ἄρχειν ὑμῶν, ὑφ᾽ ὧν ἐλεύθεροι τυραννίδος χαλεπῆς γεγόνατε καὶ οὐδενὸς τῶν μετρίων ἀτυχήσειν τάχ᾽ ἂν ἐπιμείναιτε [p. 321] ὑμᾶς αὐτοὺς ἐπιτρέψαντες τοῖς ἁπάντων δημοτικωτάτοις δοκοῦσι καὶ οὖσιν. [2] ὥστ᾽ οὐ διδαχῆς ὑμῖν δεομένοις ὅτι βεβαιώσομεν τῷ δήμῳ τὸ ἐλεύθερον, οἵπερ καὶ ἐξ ἀρχῆς αὐτὸ ἐδώκαμεν, οἱ λόγοι ἔσονται, ἀλλὰ παρακλήσεως μετρίας, ἵνα πιστεύητε ἡμῖν, ὅ τι ἂν ὑποσχώμεθα, ἐμπεδώσειν. ἡλικίας γάρ, ἣ τὸ φενακίζειν ἥκιστα ἐπιδέχεται, ἐπὶ τὸ τέλειον ἥκομεν, καὶ ἀξιώσεως, ἣ τοῦ ῥᾳδιουργεῖν ἐλάχιστον φέρεται μέρος, ἀρκούντως ἔχομεν, χρόνον τε οὐχ ἑτέρωθί που τὸν λειπόμενον βιοτεύειν μέλλομεν, ἀλλ᾽ ἐν ὑμῖν δίκας, ὧν ἂν ἐξαπατῆσαι δοκῶμεν, ὑφέξοντες. [3] ταῦτα μὲν οὖν, ὥσπερ ἔφην, ὡς οὐ μακρῶν δεόμενος λόγων πρὸς εἰδότας, ἐάσω. ὃ δέ μοι δοκεῖτε παθόντες ὑφ᾽ ἑτέρων εἰκότως ἐπὶ πάντων ὑποπτεύειν, ὁρῶντες αἰεί τινα τῶν παρακαλούντων ὑμᾶς ἐπὶ τοὺς πολέμους ὑπάτων ὑπισχνούμενον, ὧν ἂν δέησθε, παρὰ τῆς βουλῆς διαπράξεσθαι, μηδὲν δ᾽ ἐπὶ τέλος ἄγοντα τῶν ὁμολογηθέντων: τοῦτο ὡς οὐ δικαίως ἂν ὑποπτεύοιτε καὶ περὶ ἐμοῦ, δυσὶν ἂν τοῖσδε μάλιστα πιστωσαίμην, τῷ τε μὴ ἂν ἐμοὶ τὴν βουλὴν εἰς τοῦτο τὸ λειτούργημα, ἑτέρων ὄντων τῶν ἐπιτηδειοτέρων, τῷ φιλοδημοτάτῳ δοκοῦντι εἶναι καταχρήσασθαι: καὶ τῷ μὴ ἂν αὐτοκράτορι κοσμῆσαι ἀρχῇ, δι᾽ ἣν τὰ δόξαντά μοι κράτιστα εἶναι καὶ δίχ᾽ ἐκείνης ἐπικυροῦν δυνήσομαι. [p. 322]

  οὐ γὰρ δήπου συνεξαπατᾶν ὑμᾶς ἐπιστάμενον τὴν ἀπάτην καὶ βουλευσάμενόν με μετὰ ταύτης συγκακουργεῖν ὑπολαμβάνετε. εἰ γὰρ ταῦτα ὑμῖν εἰσέρχεται περὶ ἐμοῦ ὡς ἁπάντων ἀνθρώπων κακουργοτέρου, ... ὅ τι βούλεσθε χρώμενοί μοι ταύτης μὲν τῆς ὑποψίας ἐμοὶ πειθόμενοι τὰς ψυχὰς ἐλευθερώσατε, ἐπὶ δὲ τοὺς πολεμίους τὴν ὀργὴν μετάθετε ἀπὸ τῶν φίλων, οἳ πόλιν τε ὑμᾶς ἀφελούμενοι ἥκουσι καὶ ἀντ᾽ ἐλευθέρων δούλους ποιήσοντες καὶ τἆλλα, ὅσα δεινὰ ἐν ἀνθρώποις νενόμισται, διαθεῖναι σπεύδοντες οὐ πόρρω τῆς χώρας εἶναι ἀγγέλλονται. [2] προθύμως οὖν ἀπολύσασθε τὰς διαβολὰς καὶ δείξατε αὐτοῖς, ὅτι καὶ στασιάζουσα ἡ Ῥωμαίων δύναμις κρείττων ἑτέρας ἐστὶν ὁμο
νοούσης: ἢ γὰρ οὐχ ὑπομενοῦσιν ὑμᾶς ἐπιόντας ὁμοθυμαδὸν ἢ δίκας ὑφέξουσι τῆς τόλμης ἀξίας: ἐνθυμήθητε γάρ, ὅτι Οὐολοῦσκοι καὶ Σαβῖνοί εἰσιν, ὧν πολλάκις ἐκρατήσατε μαχομένων, οἱ τὸν πόλεμον ἐπάγοντες ὑμῖν, οὔτε σώματα νῦν μείζονα λαβόντες οὔτε ψυχὰς τῶν προτέρων ἀλκιμωτέρας κτησάμενοι, ἀλλ᾽ ὡς ἐχθρῶς πρὸς ἀλλήλους ἐχόντων [p. 323] καταφρονήσαντες ὑμῶν. ὅταν δὲ τοὺς πολεμίους τιμωρήσησθε, ἐγγυῶμαι ὑμῖν τὴν βουλὴν ἐγὼ τάς τε ὑπὲρ τῶν χρεῶν φιλονεικίας καὶ ὅ τι ἂν ἄλλο παρ᾽ αὐτῆς αἰτῆσθε μέτριον, ἀξίως τῆς ἀρετῆς, ἣν ἂν παράσχησθε ἐν τῷ πολέμῳ, βραβεύσειν. [3] τέως δ᾽ ἀφείσθω πᾶσα μὲν οὐσία, πᾶν δὲ σῶμα, πᾶσα δ᾽ ἐπιτιμία πολίτου Ῥωμαίου ἀρρυσίαστος ἀπό τε δανείου καὶ ἄλλου παντὸς συμβολαίου. τοῖς δὲ προθύμως ἀγωνισαμένοις κάλλιστος μὲν στέφανος πόλις ἥδε ἡ γειναμένη στᾶσα ὀρθή, καλὸς δὲ καὶ ὁ παρὰ τῶν συνόντων ἔπαινος ὑπάρξει: καὶ ὁ παρ᾽ ἡμῶν κόσμος ἱκανὸς οἶκόν τ᾽ ἐπανορθῶσαι χρήμασι καὶ γένος ἐπιλαμπρῦναι τιμαῖς. παράδειγμά τε ὑμῖν ἀξιῶ γενέσθαι τοὐμὸν εἰς τοὺς κινδύνους πρόθυμον: ὑπεραγωνιοῦμαι γὰρ ὡς ὁ κράτιστα ἐρρωμένος ὑμῶν.

  ταῦτ᾽ εἰπόντος αὐτοῦ πᾶς ὁ δῆμος ἄσμενος ἀκούσας ὡς οὐδὲν ἔτι φενακισθησόμενος ὑπέσχετο συνάρασθαι τοῦ πολέμου, καὶ γίνεται δέκα στρατιωτικὰ τάγματα, ἐξ ἀνδρῶν τετρακισχιλίων ἕκαστον. τούτων τρία μὲν ἑκάτερος τῶν ὑπάτων ἔλαβε καὶ τῶν ἱππέων ὅσον ἑκάστῳ προσεμερίσθη: τὰ δὲ τέτταρα καὶ τοὺς λοιποὺς ἱππεῖς ὁ δικτάτωρ. καὶ αὐτίκα παρασκευασάμενοι ᾤχοντο διὰ τάχους ἐπὶ μὲν Αἰκανοὺς Τῖτος Οὐετούριος, ἐπὶ δ᾽ Οὐολούσκους Αὖλος Οὐεργίνιος, [p. 324] αὐτὸς δ᾽ ὁ δικτάτωρ Οὐαλέριος ἐπὶ Σαβίνους, τὴν δὲ πόλιν ἅμα τοῖς γεραιτέροις καὶ ὀλίγῳ τινὶ στρατεύματι ἀκμαίῳ Τῖτος Λάρκιος ἐφύλαττεν. [2] ὁ μὲν οὖν Οὐολούσκων πόλεμος ταχεῖαν τὴν κρίσιν ἔλαβε: πλήθει γὰρ ὑπεραίρειν πολὺ νομίσαντες τῶν προτέρων κακῶν ἀναμνησθέντες, ἀγωνισταὶ ταχίους ἢ φρονιμώτεροι ἀναγκασθέντες γενέσθαι θᾶττον πρῶτοι ὥρμησαν ἐπὶ τοὺς Ῥωμαίους, ἡνίκα ὤφθησαν ἐν συνόψει στρατοπεδεύσαντες. γενομένης δὲ μάχης καρτερᾶς πολλὰ μὲν δράσαντες γενναῖα, πλείω δὲ τὰ δεινὰ ὑπομείναντες εἰς φυγὴν τρέπονται, καὶ ὅ τε χάραξ αὐτῶν ἑάλω καὶ πόλις ἐπιφανὴς ἐκ πολιορκίας παρέστη: Οὐέλιτραι δ᾽ [3] ὄνομα αὐτῇ. ὁμοίως δὲ καὶ τὸ Σαβίνων φρόνημα ἐν ὀλίγῳ πάνυ ἐταπεινώθη χρόνῳ μιᾷ παρατάξει ἐξ ἀμφοτέρων βουληθέντων ἐπικρατεῖν. ἔπειτα ἥ τε χώρα προὐνομεύθη, καὶ πολίχναι τινὲς ἑάλωσαν, ἐξ ὧν πολλὰ καὶ σώματα καὶ χρήματα οἱ στρατιῶται ἔλαβον. Αἰκανοὶ δὲ τὰ τῆς ἀσθενείας ἑαυτῶν ὑφορῶντες ἐπεὶ τὰ τῶν συμμάχων τέλος ἔχοντα ἐπύθοντο, χωρίοις τ᾽ ἐχυροῖς ἐπεκάθηντο καὶ εἰς μάχας οὐ προῄεσαν, τάς τ᾽ ἀποχωρήσεις, ὅπῃ ἐδύναντο, δι᾽ ὀρῶν ἢ δρυμῶν κρυφαίας [p. 325] ἐποιοῦντο, καὶ διέτριψαν μὲν ἄχρι τινὸς διαφέροντες τὸν πόλεμον: οὐ μέντοιγε διασώσασθαι ἀθῶον τὴν στρατιὰν ἐδυνήθησαν ἐπιθεμένων αὐτοῖς τῶν Ῥωμαίων ἐν χωρίοις κρημνώδεσι τολμηρῶς καὶ λαβόντων τὸ στρατόπεδον κατὰ κράτος. ἔπειτα φυγή τ᾽ αὐτῶν ἐκ τῆς Λατίνων γῆς ἐγένετο καὶ παραδόσεις τῶν πόλεων, ἃς ἔτυχον αὑτῶν τῇ πρώτῃ ἐφόδῳ καταλαβόμενοι, εἰσὶ δ᾽ ὧν καὶ ἐκ φιλονεικίας οὐκ ἐκλιπόντων τὰς ἄκρας ἁλώσεις.

  Οὐαλέριος δὲ κατὰ νοῦν χωρήσαντος αὐτῷ τοῦ πολέμου τὸν εἰωθότα θρίαμβον ἀπὸ τῆς νίκης καταγαγὼν ἀπέλυσε τὸν δῆμον ἀπὸ τῆς στρατείας, οὔπω τῆς βουλῆς καιρὸν εἶναι νομιζούσης, ἵνα μὴ τὰς ὑποσχέσεις ἀπαιτοῖεν οἱ ἄποροι: εἰς δὲ τὴν δορίκτητον, ἣν Οὐολούσκους ἀφείλοντο, κληρούχους ἀπέστειλεν ἐπιλέξας ἄνδρας ἐκ τῶν ἀπόρων, οἳ τήν τε πολεμίαν φρουρήσειν ἔμελλον καὶ τὸ ἐν τῇ πόλει στασιάζον ἔλαττον ἀπολείψειν. [2] ταῦτα διοικησάμενος ἠξίου τὴν βουλὴν τὰς ὑποσχέσεις αὐτῷ βεβαιῶσαι κεκομισμένην τὸ παρὰ τοῦ πλήθους πρόθυμον ἐν τοῖς ἀγῶσιν. ὡς δ᾽ οὐ προσεῖχεν αὐτῷ τὸν νοῦν, ἀλλ᾽, ὅπερ πρότερον ἠναντιοῦτο, τῇ γνώμῃ συστρέψαντες ἑαυτοὺς νέοι καὶ βίαιοι καὶ πλήθει τῶν ἑτέρων ἐπικρατοῦντες καὶ τότε ἀντέπραττον καὶ πολλῇ καταβοῇ ἐχρῶντο, τὴν οἰκίαν αὐτοῦ δημοκόλακα ἀποφαίνοντες καὶ νόμων [p. 326] πονηρῶν ἀρχηγόν, ᾧ δὲ μάλιστα ἠγάλλοντο οἱ ἄνδρες ἐπὶ τῆς ἐκκλησίας τῶν δικαστηρίων πολιτεύματι, τούτῳ πᾶσαν ἠφανικέναι τὴν τῶν πατρικίων δυναστείαν αἰτιώμενοι: σχετλιάσας ὁ Οὐαλέριος πολλὰ καὶ ὡς οὐ δίκαια πάσχοι διαβεβλημένος ὑπ᾽ αὐτῶν πρὸς τὸν δῆμον ὀνειδίσας, τήν τε μέλλουσαν καταλήψεσθαι σφᾶς τύχην τοιαῦτα βουλευσαμένους ἀνακλαυσάμενος, καὶ οἷα εἰκὸς ἐν τοιούτῳ κακῷ, τὰ μὲν ἐκ πάθους, τὰ δὲ ἀπὸ τοῦ πλεῖόν τι τῶν πολλῶν νοεῖν, ἀποθεσπίσας, ᾤχετο ἀπιὼν ἐκ τοῦ βουλευτηρίου: καὶ συγκαλέσας τὸν δῆμον εἰς ἐκκλησίαν, ἔλεξε: [3] πολλὴν χάριν ὑμῖν εἰδώς, ὦ πολῖται, τῆς τε προθυμίας, ἣν παρέσχεσθέ μοι ἑκούσιοι συναράμενοι τοῦ πολέμου, καὶ ἔτι μᾶλλον τῆς ἀρετῆς, ἣν ἐν τοῖς ἀγῶσιν ἐπεδείξασθε, μεγάλην μὲν ἐποιούμην σπουδὴν ἀμείψασθαι ὑμᾶς τοῖς τε ἄλλοις καὶ τῷ μὴ ψεύσασθαι τὰς ὑποσχέσεις, ἃς ὑπὲρ τῆς βουλῆς ἐποιούμην πρὸς ὑμᾶς, καὶ εἰς ὁμόνοι�
�ν ἤδη ποτὲ καταστῆσαι τὴν στάσιν ὑμῶν σύμβουλος καὶ διαιτητὴς ἀμφοῖν γενόμενος: κωλύομαι δὲ πράττειν αὐτὰ διὰ τοὺς οὐ τὰ βέλτιστα τῷ κοινῷ, τὰ δὲ σφίσιν αὐτοῖς ἐν τῷ παρόντι κεχαρισμένα προαιρουμένους, οἳ πλήθει τ᾽ ἐπικρατοῦντες τῶν ἑτέρων καὶ δυνάμει, ἣν τὸ νέον αὐτοῖς παρέχεται μᾶλλον ἢ τὰ πράγματα, ἔρρωνται. [4] ἐγὼ δὲ γέρων τε δή, ὡς ὁρᾶτε, καὶ ἑτέρους τοιούτους ἔχω συμμάχους, ὧν ἡ ἐν τῇ γνώμῃ οὖσα ἰσχὺς ἀδύνατός [p. 327] ἐστιν ἔργῳ ἐπεξελθεῖν, καὶ περιέστηκεν ἡ δοκοῦσα ἡμῶν τοῦ κοινοῦ πρόνοια ἰδία πρὸς ἑκάτερον μέρος ἀπέχθεια φαινομένη. τῇ τε γὰρ βουλῇ δι᾽ αἰτίας εἰμὶ ὡς τὸ ὑμέτερον πλῆθος θεραπεύων καὶ πρὸς ὑμᾶς διαβέβλημαι, ὡς ἐκείνῃ μᾶλλον τὴν εὔνοιαν ἀποδεικνύμενος.

 

‹ Prev