εἰ μὲν οὖν ὁ δῆμος εὖ προπαθὼν ἐξέλιπε τὰς δι᾽ ἐμοῦ τῇ βουλῇ γενομένας ὑποσχέσεις, ἐκεῖνά μοι ἀπολογητέα ἦν, ὅτι ἐψεύσασθε ὑμεῖς, ἐν ἐμοὶ δ᾽ οὐδὲν κακούργημα ἦν: ἐπεὶ δὲ τὰ παρὰ τῆς βουλῆς ὁμολογηθέντα οὐ γέγονεν ὑμῖν ἐπιτελῆ, πρὸς τὸν δῆμον ὁ λόγος ἤδη ἀναγκαῖος γίγνεταί μοι, ὅτι οὐκ ἐμοὶ συνδοκοῦντα πεπόνθατε, ἀλλ᾽ ὁμοίως πεφενακίσμεθα καὶ παραλελογίσμεθα ἀμφότεροι, καὶ μᾶλλον ὑμῶν ἐγώ, ὅς γε οὐχ ἃ κοινῇ ἠπάτημαι μετὰ πάντων μόνον ἀδικοῦμαι, ἀλλὰ καὶ ὅσα ἰδίᾳ κακῶς ἀκήκοα, ὡς δὴ τά τε παρὰ τῶν πολεμίων ἁλόντα οὐ μετὰ κοινῆς γνώμης τοῦ συνεδρίου τοῖς ἀπόροις ὑμῶν βουλόμενος ἰδίαν ὠφέλειαν περιποιήσασθαι παρασχὼν καὶ τὰς τῶν πολιτῶν οὐσίας δημεύειν ἀξιῶν ἐκείνης γε κωλυούσης καὶ μὴ παρανομεῖν, στρατιάς τ᾽ ἐναντιουμένων τῶν βουλευτῶν ἀφεικώς, δέον ὑπὸ ταῖς ἀγραυλίαις καὶ πλάναις [p. 328] [2] ἐν τῇ πολεμίᾳ κατέχειν ὑμᾶς. ὠνείδισται δέ μοι καὶ ἡ τῶν κληρούχων εἰς Οὐολούσκους ἐκπομπή, ὅτι γῆν πολλὴν καὶ ἀγαθὴν οὐ τοῖς πατρικίοις οὐδὲ τοῖς ἱππεῦσιν ἐχαρισάμην, ἀλλὰ τοῖς ἀπόροις ὑμῶν διένειμα: καὶ ὃ μάλιστά μοι τὴν πλείστην ἀγανάκτησιν παρέσχεν, ὅτι πλείους ἢ τετρακόσιοι ἄνδρες ἐκ τοῦ δήμου τοῖς ἱππεῦσι προσκατελέγησαν ἐπὶ τῆς στρατολογίας βίων εὐπορήσαντες. [3] εἰ μὲν οὖν ἀκμάζοντί μοι τὸ σῶμα ταῦτα προσέπεσε, δῆλον ἂν ἔργῳ ἐποίησα τοῖς ἐχθροῖς, οἷον ὄντα με ἄνδρα προὐπηλάκισαν: ἐπειδὴ δ᾽ ὑπὲρ ἑβδομήκοντα ἔτη γέγονα καὶ οὐ δυνατὸς ἔτι ἀμύνειν ἑαυτῷ εἰμι ὁρῶ τε, ὅτι οὐκ ἂν ἔτι ὑπ᾽ ἐμοῦ παύσαιτο ἡ στάσις ὑμῶν, ἀποτίθεμαι τὴν ἀρχὴν καὶ ἐπὶ τοῖς βουλομένοις τὸ σῶμα ἐμαυτοῦ ποιῶ, εἴ τι οἴονται ὑπ᾽ ἐμοῦ ἐξηπατῆσθαι, χρήσασθαί μοι ὅτι ἂν δικαιῶσι.
ταῦτ᾽ εἰπὼν τὸ μὲν δημοτικὸν ἅπαν εἰς συμπάθειαν ὑπηγάγετο, καὶ προὔπεμψαν αὐτὸν ἐκ τῆς ἀγορᾶς ἀπιόντα: τὴν δὲ βουλὴν ἔτι χαλεπωτέραν αὐτῷ γενέσθαι παρεσκεύασεν. εὐθὺς δὲ μετὰ τοῦτο τάδε ἐγίνετο: οἱ μὲν πένητες οὐκέτι κρύφα οὐδὲ νύκτωρ ὡς πρότερον, ἀλλ᾽ ἀναφανδὸν ἤδη συνιόντες ἐβούλευον ἀπόστασιν ἐκ τῶν πατρικίων: ἡ δὲ βουλὴ κωλύειν διανοουμένη τοῖς ὑπάτοις ἐπέταξε μήπω λύειν τὰ στρατεύματα. τῶν γὰρ τριῶν ταγμάτων ἑκάτερος ἔτι κύριος ἦν τοῖς στρατιωτικοῖς ὅρκοις κατειργομένων καὶ οὐδεὶς ἀπολείπεσθαι τῶν σημείων ἠξίου: τοσοῦτον [p. 329] ἴσχυσεν ὁ τῶν ὅρκων ἐν ἑκάστῳ φόβος. πρόφασις δὲ κατεσκευάσθη τῆς στρατείας, ὡς Αἰκανῶν καὶ Σαβίνων συνεληλυθότων εἰς ἓν ἐπὶ τῷ κατὰ Ῥωμαίων πολέμῳ. [2] ὡς δὲ προῆλθον ἔξω τῆς πόλεως οἱ ὕπατοι τὰς δυνάμεις ἔχοντες καὶ τὰς παρεμβολὰς οὐ πρόσω ἀπ᾽ ἀλλήλων ἔθεντο, συνελθόντες οἱ στρατιῶται εἰς ἓν ἅπαντες, ὅπλων τε καὶ σημείων ὄντες κύριοι, Σικιννίου τινὸς Βελλούτου παροξύναντος αὐτοὺς ἀφίστανται τῶν ὑπάτων ἁρπάσαντες τὰ σημεῖα: τιμιώτατα γὰρ Ῥωμαίοις ταῦτ᾽ ἐπὶ στρατείας καὶ ὥσπερ ἱδρύματα θεῶν ἱερὰ νομίζονται: λοχαγούς τε ἑτέρους καὶ περὶ πάντων ἄρχοντα τὸν Σικίννιον ἀποδείξαντες, ὄρος τι καταλαμβάνονται πλησίον Ἀνίητος ποταμοῦ κείμενον, οὐ πρόσω τῆς Ῥώμης, ὃ νῦν ἐξ ἐκείνου Ἱερὸν ὄρος καλεῖται. [3] τῶν δ᾽ ὑπάτων καὶ λοχαγῶν μετακαλούντων αὐτοὺς ἅμα δεήσει καὶ οἰμωγῇ καὶ πολλὰ ὑπισχνουμένων ἀπεκρίνατο ὁ Σικίννιος: τίνα γνώμην ἔχοντες, ὦ πατρίκιοι, οὓς ἀπηλάσατε ἐκ τῆς πατρίδος καὶ ἀντ᾽ ἐλευθέρων δούλους ἐποιήσατε, νῦν μετακαλεῖτε; ποίᾳ δὲ πίστει τὰς ὑποσχέσεις ἡμῖν ἐμπεδώσετε, ἃς πολλάκις ἤδη ψευσάμενοι ἐλέγχεσθε; ἀλλ᾽ ἐπειδὴ μόνοι τὴν πόλιν ἀξιοῦτε κατέχειν, ἄπιτε μηδὲν ὑπὸ τῶν πενήτων καὶ ταπεινῶν ἐνοχλούμενοι: ἡμῖν δ᾽ ἀρκέσει πᾶσα γῆ, ἐν ᾗ ἂν τὸ ἐλεύθερον ἔχωμεν, ὁποία ποτ᾽ ἂν ᾖ, νομίζεσθαι πατρίς. [p. 330]
ὡς δ᾽ ἠγγέλθη ταῦτα τοῖς ἐν τῇ πόλει, πολὺς θόρυβος καὶ οἰμωγὴ ἦν καὶ διὰ τῶν στενωπῶν δρόμος, τοῦ μὲν δήμου καταλιπεῖν τὴν πόλιν παρασκευαζομένου, τῶν δὲ πατρικίων ἀποτρέπειν ἀξιούντων καὶ βίαν τοῖς μὴ βουλομένοις προσφέρειν: βοή τε περὶ τὰς πύλας καὶ πολὺς ἀνακλαυθμὸς ἦν λόγοι τε κατ᾽ ἀλλήλων ἐχθροὶ καὶ ἔργα πολεμίων ἐγίνοντο οὐκέτι διακρίνοντος οὐδενὸς οὔτε ἡλικίαν οὔτε ἑταιρίαν οὔτε ἀξίωσιν ἀρετῆς. [2] ἐπειδὴ δ᾽ οἱ ταχθέντες ὑπὸ τῆς βουλῆς φρουρεῖν τὰς ἐξόδους: ἦσαν γὰρ δὴ ὀλίγοι καὶ οὐχ ἱκανοὶ ἔτι ἀντέχειν: ἐκβιασθέντες ὑπὸ τοῦ δήμου κατέλιπον τὴν φυλακήν, τότε ἤδη τὸ δημοτικὸν πολὺ ἐξεχεῖτο, καὶ τὸ πάθος ἦν ἁλώσει πόλεως ἐμφερές, οἰμωγή τε τῶν ὑπομενόντων καὶ κατάμεμψις ἀλλήλων ἐγίνετο ἐρημουμένην τὴν πόλιν ὁρώντων. μετὰ τοῦτο βουλαί τε συχναὶ καὶ κατηγορίαι τῶν αἰτίων τῆς ἀποστάσεως ἐγίνοντο. ἐν δὲ τῷ αὐτῷ καιρῷ καὶ τὰ πολέμια ἔθνη ἐπετίθεντο αὐτοῖς προνομεύοντα τὴν γῆν ἄχρι τῆς πόλεως. οἱ μέντοι ἀποστάται τὸν ἀναγκαῖον ἐπισιτισμὸν ἐκ τῶν πλησίον ἀγρῶν λαμβάνοντες, ἄλλο δ᾽ οὐδὲν τὴν χώραν κακουργοῦντες, ἔμενον ὑπαίθριοι καὶ τοὺς προσιόντας ἐκ τῆς πόλεως καὶ τῶν πέριξ φρουρίων ὑπελάμβανον συχνοὺς ἤδη γινομένους. [3] οὐ γὰρ μόνον οἱ τὰ χρέα καὶ τὰς καταδίκας καὶ τὰς προσδοκωμένας ἀνάγκας διαφυγεῖν προαιρούμενοι συνέρρεο�
� [p. 331] ὡς αὐτούς, ἀλλὰ καὶ τῶν ἄλλων, ὅσοις ὁ βίος ἦν ἀργὸς ἢ ῥᾴθυμος ἢ ταῖς ἐπιθυμίαις χορηγεῖν οὐχ ἱκανὸς ἢ πονηρῶν ἐπιτηδευμάτων ζηλωτὴς ἢ φθονερὸς ταῖς ἑτέρων εὐτυχίαις ἢ δι᾽ ἄλλην τινὰ συμφορὰν ἢ αἰτίαν ἀλλοτρίως διακείμενος τῇ καθεστώσῃ πολιτείᾳ.
τοῖς δὲ πατρικίοις ἐν μὲν τῷ παραυτίκα ταραχὴ ἐνέπεσε πολλὴ καὶ ἔκπληξις, καὶ ὡς αὐτίκα δὴ μάλα τῶν ἀποστατῶν ἅμα τοῖς ἀλλοεθνέσι πολεμίοις ἐπὶ τὴν πόλιν ἡξόντων δέος. ἔπειθ᾽ ὡς ἐξ ἑνὸς παρακελεύσματος ἁρπάσαντες τὰ ὅπλα σὺν τοῖς οἰκείοις ἕκαστοι πελάταις, οἱ μὲν ἐπὶ τὰς ὁδοὺς ἃς ἥξειν ἐνόμιζον τοὺς πολεμίους παρεβοήθουν, οἱ δ᾽ ἐπὶ τὰ φρούρια φυλακῆς ἕνεκα τῶν ἐρυμάτων ἐξῄεσαν, οἱ δ᾽ ἐν τοῖς προκειμένοις τῆς πόλεως πεδίοις ἐστρατοπεδεύοντο: ὅσοι δὲ διὰ γῆρας ἀδύνατοι τούτων τι δρᾶν ἦσαν ἐπὶ [2] τοῖς τείχεσιν ἐτάξαντο. ἐπεὶ δὲ τοὺς ἀποστάτας κατέμαθον οὔτε τοῖς πολεμίοις προστιθεμένους οὔτε τὴν χώραν δῃοῦντας οὔτε ἄλλο βλάπτοντας οὐδὲν ὅ τι καὶ λόγου ἄξιον, τοῦ δέους ἐπαύσαντο: καὶ μεταθέμενοι τὰς γνώμας, ἐφ᾽ οἷστε διαλλαγήσονται πρὸς αὐτούς, ἐσκόπουν: καὶ ἐλέχθησαν ὑπὸ τῶν ἡγουμένων τοῦ συνεδρίου λόγοι παντοδαποὶ καὶ πλεῖστον ἀλλήλων διάφοροι, μετριώτατοι δὲ καὶ πρεπωδέστατοι ταῖς παρούσαις τύχαις, οὓς οἱ πρεσβύτατοι αὐτῶν ἔλεξαν διδάσκοντες, ὡς οὐδεμᾷ κακίᾳ πεποίηται τὴν ἀπόστασιν ἀπ᾽ αὐτῶν ὁ δῆμος, ἀλλὰ τὰ μὲν ὑπὸ τῶν ἀναγκαίων συμφορῶν βιασθείς, τὰ δ᾽ ὑπὸ τῶν συμβούλων ἐξηπατημένος, [p. 332] ὀργῇ δὲ μᾶλλον ἢ λογισμῷ τὰ συμφέροντα κρίνων, οἷα ἐν ἀμαθεῖ πλήθει γίγνεσθαι φιλεῖ: ἔπειθ᾽ ὅτι συνοίδασιν αὑτοῖς κακῶς βεβουλευμένοις οἱ πλείους καὶ ζητοῦσιν ἀναλύσασθαι τὰς ἁμαρτίας εὐσχήμονας ἀφορμὰς λαμβάνοντες: τὰ γοῦν ἔργα δρῶσιν ἤδη μετεγνωκότων, καὶ εἰ λάβοιεν ἐλπίδα χρηστὴν περὶ τοῦ μέλλοντος χρόνου, ψηφισαμένης αὐτοῖς ἄδειαν τῆς βουλῆς καὶ διαλλαγὰς ποιησαμένης εὐπρεπεῖς, ἀγαπητῶς τὰ σφέτερα δέξονται. [3] ἠξίουν τε ταῦτα παραινοῦντες μὴ χείρους ὀργὴν εἶναι τῶν κακιόνων τοὺς κρείττονας, μηδ᾽ εἰς ἐκεῖνον ἀναβάλλεσθαι τὸν χρόνον τὰς διαλλαγάς, ὅτε ἢ νοῦν ἔχειν ἀναγκασθήσεται τὸ ἀνόητον, ἢ τῷ μείζονι κακῷ τοὔλαττον ἰᾶσθαι ὅπλων παραδόσει καὶ σωμάτων ἐπιτροπῇ τὴν ἐλευθερίαν ἀφαιρεθὲν αὐτὸ ὑφ᾽ ἑαυτοῦ: ταῦτα γὰρ ἐγγὺς εἶναι τοῦ ἀδυνάτου: μετρίως δὲ χρησαμένους ἀρχηγοὺς τῶν συμφερόντων βουλευμάτων γενέσθαι καὶ προτέρους ἐκείνων ἐπὶ τὰς διαλλαγὰς χωρεῖν ἐνθυμουμένους, ὅτι τὸ μὲν ἄρχειν καὶ ἐπιτροπεύειν τοῖς πατρικίοις ὑπάρχει, [4] 7 φιλότητος δὲ καὶ εἰρήνης ... τοῖς ἀγαθοῖς. τὸ δ᾽ ἀξίωμα τῆς βουλῆς οὐκ ἐν τῷδε μάλιστα ἐλαττώσεσθαι ἀπέφαινον, ἐν ᾧ μάλιστα τὰς ἀναγκαίας συμφορὰς γενναίως φέροντες ἀσφαλῶς πολιτεύσουσιν, ἀλλ᾽ ἐν ᾧ δυσοργήτως ταῖς τύχαις ὁμιλοῦντες ἀνατρέψουσι τὸ κοινόν. ἀνοίας δ᾽ ἔργον εἶναι τῆς εὐπρεπείας ὀρεγομένους [p. 333] τῆς ἀσφαλείας ὑπερορᾶν: ἀγαπητὸν μὲν γὰρ ἀμφοῖν τυγχάνειν, εἰ δ᾽ ἐξείργοιτό τις θατέρου, τὰ σωτήρια τῶν εὐπρεπεστέρων νομιστέα ἀναγκαιότερα. τέλος δ᾽ ἦν τῶν ταῦτα παραινούντων, πρέσβεις ἀποστέλλειν τοὺς διαλεξομένους τοῖς ἀφεστηκόσι περὶ φιλίας, ὡς οὐδὲν αὐτοῖς ἡμάρτηται ἀνήκεστον.
ἐδόκει ταῦτα τῇ βουλῇ: καὶ μετὰ ταῦτα προχειρισαμένη τοὺς ἐπιτηδειοτάτους διεπέμψατο πρὸς τοὺς ἐπὶ τοῦ χάρακος, ἐντειλαμένη πυνθάνεσθαι παρ᾽ αὐτῶν, τίνος δέονται καὶ ἐπὶ τίσι δικαίοις ἀξιοῦσιν εἰς τὴν πόλιν ἀναστρέφειν: εἰ γὰρ εἴη τι μέτριον καὶ δυνατὸν τῶν αἰτημάτων, οὐκ ἐναντιώσεσθαι σφίσι τὴν βουλήν. νῦν μὲν οὖν αὐτοῖς ἀποθεμένοις τὰ ὅπλα καὶ κατιοῦσιν εἰς τὴν πόλιν ἄδειαν ὑπάρξειν τῶν ἡμαρτημένων, καὶ εἰς τὸν ἀπὸ τοῦδε χρόνον ἀμνηστίαν: ἐὰν δὲ τὰ κράτιστα βουλεύωσι τῷ κοινῷ καὶ προθύμως κινδυνεύωσι περὶ τῆς πατρίδος, ἀμοιβὰς καλὰς καὶ [2] λυσιτελεῖς. ταύτας οἱ πρέσβεις τὰς ἐντολὰς κομισάμενοι ἀπέδοσαν τοῖς ἐπὶ στρατοπέδου καὶ τὰ ἀκόλουθα διελέχθησαν. οὐ δεξαμένων δὲ τῶν ἀποστατῶν τὰς προκλήσεις, ἀλλ᾽ ὑπεροψίαν καὶ βαρύτητα καὶ πολλὴν εἰρωνείαν τοῖς πατρικίοις ὀνειδισάντων, εἰ προσποιοῦνται μὲν ἀγνοεῖν, ὧν ὁ δῆμος δεῖται καὶ δι᾽ ἃς ἀνάγκας ἀπ᾽ αὐτῶν ἀπέστη, χαρίζονται δ᾽ αὐτῷ τὴν ἄδειαν τοῦ μηδεμίαν ὑποσχεῖν τῆς ἀποστάσεως δίκην, ὥσπερ ἔτι κύριοι, τῆς βοηθείας γε αὐτοὶ δεόμενοι τῆς πολιτικῆς οἱ ἐπὶ τοὺς ὀθνείους πολέμους οὐκ εἰς μακρὰν [p. 334] ἐλευσομένους πανστρατιᾷ, πρὸς οὓς οὐδ᾽ ἀντᾶραι δυνήσονται, οἳ οὐ σφέτερον ἡγοῦνται τὸ σωθῆναι ἀγαθόν, ἀλλὰ τῶν συναγωνιουμένων εὐτύχημα: τέλος δὲ τοῦτον προσθέντων τὸν λόγον, ὡς ἄμεινον ἤδη αὐτοὶ μαθόντες τὰς κατεχούσας τὴν πόλιν ἀπορίας, γνώσονται πρὸς οἵους ἀντιπάλους αὐτοῖς ἔσται ὁ ἀγών, καὶ πολλὰς καὶ χαλεπὰς ἀπειλὰς ἐπανατειναμένων: [3] οἱ μὲν πρέσβεις οὐδὲν ἔτι πρὸς ταῦτα ἀντειπόντες ἀπηλλάττοντο καὶ τὰ παρὰ τῶν ἀποστατῶν τοῖς πατρικίοις ἐδήλωσαν, ἡ δὲ πόλις, ἐπειδὴ τὰς ἀποκρίσεις ταύτας ἔλαβεν, ἐν ταραχαῖς καὶ δείμασι πολλῷ χαλεπωτέροις ἢ πρόσθεν ἐγένετο, καὶ οὔτε ἡ βουλὴ πόρον εὑρεῖν οἵα τε �
��ν οὔτ᾽ ἀναβολάς, δυσφημιῶν δὲ καὶ κατηγοριῶν, ἃς οἱ προεστηκότες αὐτῆς ἐποιοῦντο κατ᾽. ἀλλήλων, ἐπὶ πολλὰς ἀκούουσα ἡμέρας διελύετο: οὔτε τὸ δημοτικὸν πλῆθος, ὅσον ἔτι παρέμενεν εὐνοίᾳ τῶν πατρικίων ἢ πόθῳ τῆς πατρίδος ἠναγκασμένον, ὅμοιον ἦν, ἀλλὰ καὶ τούτου φανερῶς τε καὶ κρύφα πολὺ μέρος διέρρει, βέβαιον δ᾽ οὐδὲν τῶν καταλειπομένων ἐδόκει εἶναι. τούτων δὲ γενομένων οἱ μὲν ὕπατοι: καὶ γὰρ ἦν βραχὺς ὁ λειπόμενος αὐτοῖς ἔτι τῆς ἀρχῆς χρόνος: ἡμέραν ἔστησαν ἀρχαιρεσιῶν.
ὁ δὲ δῆμος, ἐπειδὴ παρῆν ὁ χρόνος, ἐν ᾧ τὰς ἀρχὰς ἐπικυροῦν ἔδει συνελθόντας εἰς τὸ πεδίον, οὐδενὸς οὔτε μετιόντος τὴν ὑπατείαν οὔτε διδομένην ὑπομένοντος λαβεῖν, αὐτὸς ἀποδείκνυσιν ὑπάτους [p. 335] ἐκ τῶν εἰληφότων ἤδη τὴν ἀρχὴν ταύτην δήμῳ τε κεχαρισμένους ἄνδρας καὶ ἀριστοκρατίᾳ, Πόστομον Κομίνιον καὶ Σπόριον Κάσσιον, ὑφ᾽ οὗ Σαβῖνοι καταπολεμηθέντες τῆς ἡγεμονίας ἀπέστησαν, ἐπὶ τῆς ἑβδομηκοστῆς καὶ δευτέρας ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Τισικράτης Κροτωνιάτης, ἄρχοντος Ἀθήνησι Διογνήτου. [2] οὗτοι παραλαβόντες τὴν ἀρχὴν καλάνδαις Σεπτεμβρίαις θᾶττον ἢ τοῖς προτέροις ἔθος ἦν, πρὶν ἢ τῶν ἄλλων τι διαπράξασθαι βουλὴν συγκαλέσαντες περὶ τῆς καθόδου τῶν δημοτικῶν λέγειν ἠξίουν, ἥν τινα διάνοιαν ἔχει, πρῶτον ἀποφήνασθαι παρακαλοῦντες ἄνδρα ἡλικίας ἐν τῇ κρατίστῃ τότε ὄντα καὶ συνέσει δοκοῦντα τῶν ἄλλων διαφέρειν, μάλιστα δ᾽ ἐπὶ τῇ προαιρέσει τῶν πολιτευμάτων ἐπαινούμενον, ὅτι τῆς μέσης τάξεως ἦν, οὔτε τὴν αὐθάδειαν τῶν ἀριστοκρατικῶν αὔξων οὔτε τῷ δήμῳ ὅσα βουληθείη πράττειν ἐπιτρέπων, Ἀγρίππαν Μενήνιον: ὃς ἐπὶ τὰς διαλλαγὰς τὴν βουλὴν παρεκάλει τάδε λέγων: [3] εἰ μὲν ἅπασιν, ὦ βουλή, τοῖς παροῦσι τὴν αὐτὴν γνώμην συνέβαινεν ἔχειν, καὶ μηδεὶς ἔμελλε ταῖς πρὸς τὸν δῆμον διαλλαγαῖς ἐμποδὼν ἔσεσθαι, ἐφ᾽ οἷς δὲ διαλυσόμεθα πρὸς αὐτοὺς εἴτε δικαίοις οὖσιν εἴτε μή, ὅμως ταῦτα προὔκειτο μόνον σκοπεῖν, δι᾽ ὀλίγων ἂν ὑμῖν ἐδήλωσα λόγων, ἃ φρονῶ. [4] ἐπεὶ δὲ καὶ αὐτὸ τοῦτό [p. 336] τινες οἴονται βουλῆς ἔτι δεῖν, πότερον ἡμῖν ἄμεινόν ἐστι συμβῆναι πρὸς τοὺς ἀφεστηκότας ἢ πολεμεῖν, οὐχ ἡγοῦμαι ῥᾴδιον εἶναί μοι δι᾽ ὀλίγης δηλώσεως, ὅ τι χρὴ πράττειν παραινέσαι, ἀλλ᾽ ἀνάγκη διὰ πλειόνων διδάξαι λόγων τοὺς πρὸς τὰς διαλλαγὰς ἀλλοτρίως ἔχοντας ὑμῶν, ὅτι τἀναντία συμπείθουσιν ἢ καὶ δεδίττεσθαι μέλλοντες ὑμᾶς τὰ φαυλότατα τῶν χαλεπῶν καὶ ῥᾳδίας ἔχοντα τὰς ἐπανορθώσεις ὀρρωδοῦντας τῶν μεγίστων τε καὶ ἀνιάτων ἱκανῶς ἀπερισκέπτως ἔχουσι. καὶ τοῦτο πεπόνθασι παρ᾽ οὐδὲν ἕτερον ἢ ὥστε λογισμῷ μὴ κρίνειν τὸ συμφέρον, ἀλλὰ θυμῷ καὶ μανίᾳ. [5] πῶς γὰρ ἂν οὗτοι λέγοιντο προορᾶσθαί τι τῇ διανοίᾳ τῶν χρησίμων ἢ δυνατῶν, οἵ τινες ὑπολαμβάνουσι τηλικαύτην πόλιν καὶ τοσούτων πραγμάτων κυρίαν ἤδη ἐπίφθονόν τε καὶ λυπηρὰν τοῖς περιοίκοις γιγνομένην, ἢ δίχα τοῦ δημοτικοῦ δυνήσεσθαι κατέχειν τε καὶ σώζειν τὰ ἔθνη ῥᾳδίως, ἢ ἕτερον ἐπάξεσθαι δῆμον ἀντὶ τοῦ πονηροτέρου κρείττονα, ὃς αὐτοῖς προπολεμήσει τε τῆς ἀρχῆς καὶ κατὰ πολλὴν ἡσυχίαν συμπολιτεύσεται, παρέχων καὶ ἐν εἰρήνῃ καὶ κατὰ πολέμους ἑαυτὸν μέτριον; οὐδὲν γὰρ ἂν ἕτερον ἔχοιεν εἰπεῖν, ᾧ πιστεύοντες ἀξιώσουσιν ὑμᾶς μὴ δέχεσθαι τὰς διαλλαγάς. [p. 337]
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 236