Book Read Free

Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Page 413

by Dionysius of Halicarnassus


  [3]

  [1] Περὶ δὲ Ἡροδότου καὶ Ξενοφῶντος ἐβουλήθης μαθεῖν, τίνα περὶ αὐτῶν ὑπόληψιν ἔχω, καὶ γράψαι με περὶ αὐτῶν ἐβουλήθης. πεποίηκα [καὶ] τοῦτο οἷς ‹πρὸς› Δημήτριον ὑπεμνημάτισμαι περὶ μιμήσεως. τούτων ὁ μὲν πρῶτος αὐτὴν περιείληφε τὴν περὶ τῆς μιμήσεως ζήτησιν, ὁ δὲ δεύτερος περὶ τοῦ τίνας ἄνδρας μιμεῖσθαι δεῖ ποιητάς τε καὶ φιλοσόφους, ἱστοριογράφους ‹τε› καὶ ῥήτορας, ὁ δὲ τρίτος περὶ τοῦ πῶς δεῖ μιμεῖσθαι μέχρι τοῦδε ἀτελής. ἐν δὴ τῷ δευτέρῳ περὶ Ἡροδότου τε καὶ Θουκυδίδου καὶ Ξενοφῶντος καὶ Φιλίστου καὶ Θεοπόμπου (τούτους γὰρ ἔκρινον τοὺς ἄνδρας εἰς μίμησιν ἐπιτηδειοτάτους) τάδε γράφω·

  [2] Εἰ δὲ δεῖ καὶ περὶ αὐτῶν εἰπεῖν, περὶ μὲν Ἡροδότου καὶ Θουκυδίδου ταῦτα φρονῶ. πρῶτόν τε καὶ σχεδὸν ἀναγκαιότατον ἔργον ἁπάντων ἐστὶ τοῖς γράφουσιν πᾶσιν ἱστορίας ὑπόθεσιν ἐκλέξασθαι καλὴν καὶ κεχαρισμένην τοῖς ἀναγνωσομένοις. τοῦτο Ἡρόδοτος [3] κρεῖττόν μοι δοκεῖ πεποιηκέναι Θουκυδίδου. ἐκεῖνος μὲν γὰρ κοινὴν Ἑλληνικῶν τε καὶ βαρβαρικῶν πράξεων ἐξενήνοχεν ἱστορίαν, ‘ὡς μήτε τὰ γενόμενα ἐξ ἀνθρώπων ἐξίτηλα γένηται, μήτε ἔργα’ .... καὶ ἅπερ αὐτὸς εἴρηκε. τὸ γὰρ αὐτὸ προοίμιον καὶ ἀρχὴ καὶ [4] τέλος ἐστὶ τῆς ἱστορίας. ὁ δὲ Θουκυδίδης πόλεμον ἕνα γράφει, καὶ τοῦτον οὔτε καλὸν οὔτε εὐτυχῆ· ὃς μάλιστα μὲν ὤφειλε μὴ γενέσθαι, εἰ δὲ μή, σιωπῇ καὶ λήθῃ παραδοθεὶς ὑπὸ τῶν ἐπιγιγνομένων ἠγνοῆσθαι. ὅτι δὲ πονηρὰν εἴληφεν ὑπόθεσιν, καὶ αὐτός γε τοῦτο [5] ποιεῖ φανερὸν ἐν τῷ προοιμίῳ· πόλεις τε γὰρ δι’ αὐτὸν ἐξερημωθῆναί φησι πολλὰς Ἑλληνίδας, τὰς μὲν ὑπὸ βαρβάρων, τὰς δ’ ὑπὸ σφῶν αὐτῶν, καὶ φυγαδείας καὶ φθόρους ἀνθρώπων ὅσους οὔπω πρότερον γενέσθαι, σεισμούς τε καὶ αὐχμοὺς καὶ νόσους καὶ ἄλλας πολλὰς συμφοράς. ὥστε τοὺς ἀναγνόντας τὸ προοίμιον ἠλλοτριῶσθαι πρὸς τὴν ὑπόθεσιν, Ἑλληνικῶν μέλλοντας [6] ἀκούειν. ὅσῳ δὲ κρείττων ἡ τὰ θαυμαστὰ ἔργα δηλοῦσα Ἑλλήνων τε καὶ βαρβάρων γραφὴ τῆς τὰ οἰκτρὰ καὶ δεινὰ πάθη τῶν Ἑλλήνων διαγγελλούσης, τοσούτῳ φρονιμώτερος Ἡρόδοτος Θουκυδίδου κατὰ τὴν ἐκλογὴν τῆς ὑποθέσεως. οὐδὲ γὰρ οὐδὲ τοῦτο ἔνεστιν εἰπεῖν, ὅτι δι’ ἀνάγκην ἦλθεν ἐπὶ ταύτην τὴν γραφήν, ἐπιστάμενος ‹μὲν ὡς› ἐκεῖνα καλλίω, βουλόμενος δὲ μὴ ταὐτὰ ἑτέροις γράφειν· πᾶν γὰρ τοὐναντίον ἐν τῷ προοιμίῳ διασύρων τὰ παλαιὰ ἔργα κάλλιστα καὶ θαυμασιώτατα τὰ καθ’ αὑτὸν ἐπιτελεσθέντα φησὶν εἶναι, [7] καὶ φανερός ἐστι ταῦτα ἑκὼν ἑλόμενος. οὐ μὴν Ἡρόδοτός γε τοῦτο ἐποίησεν, ἀλλὰ τῶν πρὸ αὐτοῦ συγγραφέων γενομένων Ἑλλανίκου τε καὶ Χάρωνος τὴν αὐτὴν ὑπόθεσιν προεκδεδωκότων οὐκ ἀπετράπετο, ἀλλ’ ἐπίστευσεν αὑτῷ κρεῖσσόν τι ἐξοίσειν· ὅπερ καὶ πεποίηκεν.

  [8] Δεύτερόν ἐστι τῆς ἱστορικῆς πραγματείας ἔργον γνῶναι πόθεν τε ἄρξασθαι καὶ μέχρι τοῦ προελθεῖν δεῖ. φαίνεται δὴ κἀν τούτῳ Θουκυδίδου πολὺ Ἡρόδοτος φρονιμώτερος· ἄρχεταί τε ἀφ’ ἧς αἰτίας ἤρξαντο πρῶτον κακῶς ποιεῖν τοὺς Ἕλληνας οἱ βάρβαροι, καὶ προελθὼν εἰς τὴν ‹τῶν› βαρβάρων κόλασιν καὶ τιμωρίαν [9] λήγει. ὁ δὲ Θουκυδίδης ἀρχὴν μὲν ἐποιήσατο ἀφ’ ἧς ἤρξατο κακῶς πράττειν τὸ Ἑλληνικόν· ὅπερ Ἕλληνα ὄντα καὶ Ἀθηναῖον οὐκ ἔδει ποιεῖν (καὶ ταῦτα οὐ τῶν ἀπερριμμένων ὄντα, ἀλλ’ ὧν ἐν πρώτοις ἦγον Ἀθηναῖοι στρατηγιῶν τε καὶ [τῶν] ἄλλων τιμῶν ἀξιοῦντες)· καὶ οὕτω γε φθονερῶς, ὥστε καὶ τῇ πόλει τῇ ἑαυτοῦ τὰς φανερὰς αἰτίας τοῦ πολέμου περιάπτειν, ἑτέραις ἔχοντα πολλαῖς ἀφορμαῖς περιάψαι τὰς αἰτίας, καὶ ἄρξασθαί γε τῆς διηγήσεως μὴ ἀπὸ τῶν Κερκυραϊκῶν, ἀλλ’ ἀπὸ τῶν κρατίστων τῆς πατρίδος ἔργων, ἃ μετὰ τὸν Περσικὸν πόλεμον εὐθὺς ἔπραξεν (ὧν ὕστερον οὐκ ἐν ἐπιτηδείῳ τόπῳ μνήμην ἐποιήσατο φαύλως πως καὶ ἐξ ἐπιδρομῆς), διελθόντα δὲ ταῦτα μετὰ πολλῆς εὐνοίας ὡς ἄνδρα φιλόπολιν ἔπειτ’ ἐπενεγκεῖν, ὅτι τούτων φθόνῳ καὶ δέει προελθόντες Λακεδαιμόνιοι προφάσεις ὑποθέντες ἑτεροίας ἦλθον ἐπὶ τὸν πόλεμον, καὶ τότε λέγειν τὰ Κερκυραϊκὰ καὶ τὸ κατὰ Μεγαρέων ψήφισμα καὶ εἴ τι ἄλλο τοιοῦτο λέγειν [10] ἐβούλετο. τὰ δ’ ἐν τέλει πλείονος ἁμαρτίας πλήρη· καίπερ γὰρ λέγων ὅτι παντὶ τῷ πολέμῳ παρεγένετο, καὶ πάντα δηλώσειν ὑποσχόμενος, εἰς τὴν ναυμαχίαν τελευτᾷ τὴν περὶ Κυνὸς σῆμα γεγενημένην Ἀθηναίων καὶ Πελοποννησίων, ἣ συνέβη κατὰ ἔτος εἰκοστὸν καὶ δεύτερον. κρεῖττον δὲ ἦν διεξελθόντα πάντα τελευτὴν ποιήσασθαι τῆς ἱστορίας τὴν θαυμασιωτάτην καὶ μάλιστα τοῖς ἀκούουσι κεχαρισμένην, τὴν κάθοδον τῶν φυγάδων τῶν ἀπὸ Φυλῆς ἀφ’ ὧν ἡ πόλις ἀρξαμένη τὴν ἐλευθερίαν ἀνεκομίσατο.

  [11] Τρίτον ἐστὶν ἀνδρὸς ἱστορικοῦ ‹σκοπεῖν›, τίνα τε δεῖ παραλαβεῖν ἐπὶ τὴν γραφὴν πράγματα καὶ τίνα παραλιπεῖν. δοκεῖ δή μοι κἀν τούτῳ λείπεσθαι Θουκυδίδης. συνειδὼς γὰρ Ἡρόδοτος, ὅτι πᾶσα μῆκος ἔχουσα πολὺ διήγησις ἂν μὲν ἀναπαύσεις τινὰς λαμβάνῃ, τὰς ψυχὰς τῶν ἀκροωμένων ἡδέως διατίθησιν, ἐὰν δὲ ἐπὶ τῶν αὐτῶν μέ
νῃ πραγμάτων, κἂν τὰ μάλιστα ἐπιτυγχάνηται, λυπεῖ τὴν ἀκοὴν τῷ κόρῳ, ποικίλην ἐβουλήθη ποιῆσαι τὴν γραφὴν Ὁμήρου ζηλωτὴς γενόμενος· καὶ γὰρ τὸ βυβλίον ἢν αὐτοῦ λάβωμεν, μέχρι τῆς ἐσχάτης συλλαβῆς ἀγάμεθα καὶ ἀεὶ τὸ πλέον [12] ἐπιζητοῦμεν. Θουκυδίδης δὲ πόλεμον ἕνα κατατείνας ἀπνευστὶ διεξέρχεται μάχας ἐπὶ μάχαις καὶ παρασκευὰς ἐπὶ παρασκευαῖς καὶ λόγους ἐπὶ λόγοις συντιθείς· ὥστε μοχθεῖν μὲν τὴν διάνοιαν τῶν ἀκροωμένων ‘κόρον δ’ ἔχει’ φησὶν ὁ Πίνδαρος ‘καὶ μέλι καὶ τὰ τέρπν’ ἄνθε’ ἀφροδίσια’. ἤδη δ’ ὃ λέγω κἀκεῖνος ἐνεθυμήθη, ὡς ἡδὺ χρῆμα ἐν ἱστορίας γραφῇ μεταβολὴ καὶ ποικίλον, καὶ τοῦτο ἐν δύο ἢ τρισὶ τόποις ἐποίησεν, ἐπί τε τῆς Ὀδρυσῶν ἀρχῆς, δι’ ἃς αἰτίας ἐγένετο μεγάλη, καὶ ἐπὶ τῶν ἐν Σικελίᾳ πόλεων.

  [13] Μετὰ τοῦτο ἔργον ἐστὶν ἱστορικοῦ διελέσθαι τε καὶ τάξαι τῶν δηλουμένων ἕκαστον ἐν ᾧ δεῖ τόπῳ. πῶς οὖν ἑκάτερος διαιρεῖται καὶ τάττει τὰ λεγόμενα; Θουκυδίδης μὲν τοῖς χρόνοις ἀκολουθῶν, Ἡρόδοτος δὲ ταῖς περιοχαῖς τῶν πραγμάτων. καὶ γίγνεται Θουκυδίδης μὲν ἀσαφὴς καὶ δυσπαρακολούθητος· πολλῶν γὰρ κατὰ τὸ αὐτὸ θέρος ἢ τὸν αὐτὸν χειμῶνα γιγνομένων ἐν διαφόροις ὡς εἰκὸς τόποις, ἡμιτελεῖς τὰς πρώτας πράξεις καταλιπὼν ἑτέρων ἅπτεται [τῶν κατὰ θέρος ἢ τὸν αὐτὸν χειμῶνα γιγνομένων]· πλανώμεθα δὴ καθάπερ εἰκός, καὶ δυσκόλως τοῖς δηλουμένοις [14] παρακολουθοῦμεν ταραττομένης τῆς διανοίας. Ἡρόδοτος δὲ ἀπὸ τῆς Λυδῶν βασιλείας ἀρξάμενος καὶ μέχρι τῆς Κροίσου καταβὰς ἐπὶ Κῦρον εὐθέως τὸν καταλύσαντα τὴν Κροίσου ἀρχὴν μεταβαίνει, Αἰγυπτίων τε ἄρχεται διηγημάτων καὶ Σκυθικῶν καὶ Λιβυκῶν, τὰ μὲν ὡς ἀκόλουθα δηλῶν, τὰ δὲ ὡς ἐπιζητούμενα προσαναλαμβάνων, τὰ δ’ ὡς χαριεστέραν ποιήσοντα τὴν διήγησιν ἐπεισάγων· διεξελθών τε πράξεις Ἑλλήνων ‹τε› καὶ βαρβάρων ἔτεσιν ὁμοῦ διακοσίοις καὶ εἴκοσι γενομένας ἐν ταῖς τρισὶν ἠπείροις καὶ παραγράψας τῆς Ξέρξου φυγῆς τὴν ἱστορίαν οὐ διέσπασε τὴν διήγησιν· ἀλλὰ συμβέβηκε τῷ μὲν μίαν ὑπόθεσιν λαβόντι πολλὰ ποιῆσαι μέρη τὸ ἓν σῶμα, τῷ δὲ τὰς πολλὰς καὶ οὐδὲν ἐοικυίας ὑποθέσεις προελομένῳ σύμφωνον ἓν σῶμα πεποιηκέναι.

  [15] Μιᾶς δ’ ἰδέας ἐπιμνησθήσομαι πραγματικῆς, ἣν οὐδεμιᾶς τῶν εἰρημένων ἧττον ἐν ἁπάσαις ἱστορίαις ζητοῦμεν, τὴν αὐτοῦ τοῦ συγγραφέως διάθεσιν, ᾗ κέχρηται πρὸς τὰ πράγματα περὶ ὧν γράφει· ἡ μὲν Ἡροδότου διάθεσις ἐν ἅπασιν ἐπιεικὴς καὶ τοῖς μὲν ἀγαθοῖς συνηδομένη, τοῖς δὲ κακοῖς συναλγοῦσα· ἡ δὲ Θουκυδίδου [διάθεσις] αὐθέκαστός τις καὶ πικρὰ καὶ τῇ πατρίδι τῆς φυγῆς μνησικακοῦσα. τὰ μὲν γὰρ ἁμαρτήματα ἐπεξέρχεται καὶ μάλα ἀκριβῶς, τῶν δὲ κατὰ νοῦν κεχωρηκότων καθάπαξ οὐ μέμνηται, ἢ ὥσπερ ἠναγκασμένος.

     Καὶ κατὰ μὲν τὸν πραγματικὸν τόπον ἥττων ἐστὶν Ἡροδότου διὰ ταῦτα Θουκυδίδης· κατὰ δὲ τὸν λεκτικὸν τὰ μὲν ἥττων, τὰ δὲ κρείττων, τὰ δ’ ἴσος. ἐρῶ δὲ καὶ περὶ τούτων, ὡς ὑπείληφα.

  [16] Πρώτη τῶν ἀρετῶν γένοιτ’ ἄν, ἧς χωρὶς οὐδὲ τῶν ἄλλων τῶν περὶ τοὺς λόγους ὄφελός τι, ἡ καθαρὰ τοῖς ὀνόμασι καὶ τὸν Ἑλληνικὸν χαρακτῆρα σῴζουσα διάλεκτος. ταύτην ἀκριβοῦσιν ἀμφότεροι· Ἡρόδοτός τε γὰρ τῆς Ἰάδος ἄριστος κανὼν Θουκυδίδης τε τῆς Ἀτθίδος.

  [17] τρίτην ἔχει χώραν ἡ καλουμένη συντομία· ἐν ταύτῃ δοκεῖ προέχειν Ἡροδότου Θουκυδίδης. καίτοι λέγοι τις ἄν, ὡς μετὰ τοῦ σαφοῦς ἐξεταζόμενον ἡδὺ φαίνεται τὸ βραχύ· εἰ δὲ ἀπολείποιτο τούτου, πικρόν· ἀλλὰ μηδὲν ‹ἥττων› ἔστω παρὰ τοῦτο. ἐνάργεια μετὰ ταῦτα τέτακται πρώτη μὲν τῶν ἐπιθέτων ἀρετῶν· ἱκανῶς ἐν ταύτῃ κατορθοῦσιν ἀμφότεροι.

  [18] μετὰ ταύτην συνίσταται τὴν ἀρετὴν [τῶν] ἠθῶν τε καὶ παθῶν μίμησις· διῄρηνται τὴν ἀρετὴν ταύτην οἱ συγγραφεῖς· Θουκυδίδης μὲν γὰρ τὰ πάθη δηλῶσαι κρείττων, Ἡρόδοτος δὲ τά γε ἤθη παραστῆσαι δεινότερος. μετὰ ταῦτα αἱ τὸ μέγα καὶ θαυμαστὸν ἐκφαίνουσαι τῆς κατασκευῆς ἀρεταί· ἴσοι κἀν ταύταις οἱ [19] συγγραφεῖς. ἕπονται ταύταις αἱ τὴν ἰσχὺν καὶ τὸν τόνον καὶ τὰς ὁμοιοτρόπους δυνάμεις τῆς φράσεως ἀρεταὶ περιέχουσαι· κρείττων ἐν ταύταις Ἡροδότου Θουκυδίδης. ἡδονὴν δὲ καὶ πειθὼ καὶ τέρψιν καὶ τὰς ὁμοιογενεῖς ἀρετὰς εἰσφέρεται μακρῷ Θουκυδίδου κρείττονας Ἡρόδοτος. τῆς ‹δὲ› φράσεως [τῶν ὀνομάτων] τὸ μὲν κατὰ φύσιν Ἡρόδοτος ἐζήλωκε, τὸ δὲ δεινὸν [20] Θουκυδίδης. ‹λείπει› πασῶν ἐν λόγοις ἀρετῶν ἡ κυριωτάτη τὸ πρέπον· ταύτην ὁ Ἡρόδοτος ἀκριβοῖ μᾶλλον ἢ Θουκυδίδης· ὁμοειδὴς γὰρ οὗτος ἐν πᾶσι, κἀν ταῖς δημηγορίαις μᾶλλον ἢ ταῖς διηγήσεσιν· ἐμοὶ μέντοι καὶ τῷ φιλτάτῳ Καικιλίῳ δοκεῖ τὰ ἐνθυμήματα αὐτοῦ μάλιστα ‹μιμήσασθαί› τε καὶ ζηλῶσαι [21] Δημοσθένης. Ἵνα δὲ συνελὼν εἴπω, καλαὶ μὲν αἱ ποιήσεις ἀμφότεραι (οὐ γὰρ ἂν αἰσχυνθείην ποιήσεις αὐτὰς λέγων), διαφέρουσι δὲ κατὰ τοῦτο μάλιστα ἀλλήλων, ὅτι τὸ μὲν Ἡροδότου κάλλος ἱλαρόν ἐστι, φοβερὸν δὲ τὸ Θουκυδίδου. ἀπόχρη ταῦτα εἰρῆσ�
�αι περὶ τούτων τῶν συγγραφέων, πολλῶν καὶ ἄλλων ἐνόντων λέγεσθαι, περὶ ὧν καὶ ἕτερος ἔσται καιρός.

 

‹ Prev