Book Read Free

Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Page 414

by Dionysius of Halicarnassus


  [4]

  [1] Ξενοφῶν δὲ καὶ Φίλιστος οἱ τούτοις ἐπακμάσαντες οὔτε φύσεις ὁμοίας εἶχον οὔτε προαιρέσεις. Ξενοφῶν μὲν γὰρ Ἡροδότου ζηλωτὴς ἐγένετο κατ’ ἀμφοτέρους τοὺς χαρακτῆρας, τόν τε πραγματικὸν καὶ τὸν λεκτικόν. πρῶτον μὲν γὰρ τὰς ὑποθέσεις τῶν ἱστοριῶν ἐξελέξατο καλὰς καὶ μεγαλοπρεπεῖς καὶ ἀνδρὶ φιλοσόφῳ προσηκούσας· τήν τε Κύρου παιδείαν, εἰκόνα βασιλέως ἀγαθοῦ καὶ εὐδαίμονος· καὶ τὴν ἀνάβασιν τοῦ νεωτέρου Κύρου, ᾧ καὶ αὐτὸς συνανέβη, μέγιστον ἐγκώμιον ἔχουσαν τῶν συστρατευσαμένων Ἑλλήνων· καὶ τρίτην ἔτι τὴν Ἑλληνικὴν καὶ ἣν κατέλιπεν ἀτελῆ Θουκυδίδης, ἐν ᾗ καταλύονταί τε οἱ τριάκοντα καὶ τὰ τείχη τῶν Ἀθηναίων, ἃ Λακεδαιμόνιοι καθεῖλον, αὖθις [2] ἀνίσταται. οὐ μόνον δὲ τῶν ὑποθέσεων χάριν ἄξιος ἐπαινεῖσθαι [ζηλωτὴς Ἡροδότου γενόμενος], ἀλλὰ καὶ τῆς οἰκονομίας· ταῖς τε γὰρ ἀρχαῖς αὐτῶν ταῖς πρεπωδεστάταις κέχρηται καὶ τελευτὰς ἑκάστῃ τὰς ἐπιτηδειοτάτας ἀποδέδωκε, μεμέρικέν τε καλῶς καὶ τέταχεν καὶ πεποίκιλκε τὴν γραφήν. ἦθός τε ἐπιδείκνυται θεοσεβὲς καὶ δίκαιον καὶ καρτερικὸν καὶ εὐπρεπές, ἁπάσαις τε συλλήβδην κεκοσμημένον ἀρεταῖς· καὶ ὁ μὲν πραγματικὸς τύπος αὐτῷ τοιοῦτος.

  [3] ὁ δὲ λεκτικὸς πῇ μὲν ὅμοιος Ἡροδότου, πῇ δὲ ἐνδεέστερος. καθαρὸς μὲν γὰρ τοῖς ὀνόμασιν ἱκανῶς καὶ σαφὴς ‹καὶ ἐναργὴς› καθάπερ ἐκεῖνος· ἐκλέγει δὲ ὀνόματα συνήθη τε καὶ προσφυῆ τοῖς πράγμασι, καὶ συντίθησιν αὐτὰ ἡδέως πάνυ καὶ κεχαρισμένως οὐχ ἧττον Ἡροδότου. ὕψος δὲ καὶ κάλλος καὶ μεγαλοπρέπειαν καὶ τὸ λεγόμενον ἰδίως πλάσμα ἱστορικὸν Ἡρόδοτος [4] ἔχει· οὐ γὰρ μόνον οὐκ ἴσχυσε τοῦτο παρ’ αὐτοῦ λαβεῖν, ἀλλὰ κἄν ποτε διεγεῖραι βουληθῇ τὴν φράσιν, ὀλίγον ἐμπνεύσας ὥσπερ ἀπόγειος αὖρα ταχέως σβέννυται μακρότερος γὰρ γίνεται τοῦ δέοντος ἐν πολλοῖς, καὶ τοῦ πρέποντος οὐχ ὡς Ἡρόδοτος ἐφάπτεται τῶν προσώπων εὐτυχῶς, ἀλλ’ ἐν πολλοῖς ὀλίγωρός ἐστιν, ἄν τις ὀρθῶς σκοπῇ.

  [5]

  [1] Φίλιστος δὲ Θουκυδίδῃ μᾶλλον ‹ἂν› δόξειεν ἐοικέναι καὶ κατ’ ἐκεῖνον κοσμεῖσθαι τὸν χαρακτῆρα. οὔτε γὰρ ὑπόθεσιν εἴληφε πολυωφελῆ καὶ κοινήν, [ὥσπερ Θουκυδίδης] ἀλλὰ μίαν καὶ ταύτην τοπικήν· διῄρηκε δ’ αὐτὴν εἰς γραφὰς δύο, Περὶ Σικελίας μὲν τὴν προτέραν ἐπιγράφων, Περὶ Διονυσίου δὲ τὴν ὑστέραν. ἔστι δὲ μία· καὶ τοῦτο γνοίης ἂν ἀπὸ τοῦ [2] τέλους τῆς Σικελικῆς. τάξιν δὲ οὐ τὴν κρατίστην ἀποδέδωκε τοῖς δηλουμένοις ἀλλὰ δυσπαρακολούθητον, χεῖρον τῆς Θουκυδίδου. καὶ πρᾶγμα ἔξωθεν οὐ βούλεται παραλαμβάνειν, ὥσπερ οὐδὲ Θουκυδίδης, ἀλλ’ ἔστιν ὁμοειδής. ἦθός τε κολακικὸν καὶ φιλοτύραννον [3] ἐμφαίνει καὶ ταπεινὸν καὶ μικρολόγον. τῆς δὲ λέξεως ᾗ Θουκυδίδης κέχρηται τὸ μὲν σημειῶδες καὶ περίεργον πέφευγεν, τὸ δὲ στρογγύλον καὶ πυκνὸν καὶ ἐνθυμηματικὸν ἐκμέμακται. τῆς μέντοι καλλιλογίας τῆς ἐκείνου καὶ ‹τῆς σεμνότητος καὶ› τοῦ πλούτου τῶν [4] ἐνθυμημάτων καὶ πολὺ ὑστερεῖ. οὐ μόνον δ’ ἐν τούτοις, ἀλλὰ καὶ κατὰ τοὺς σχηματισμούς· ἣ μὲν γὰρ πλήρης σχημάτων (καὶ οὐδὲν οἶμαι περὶ τῶν φανερῶν ἐπὶ πλέον δεῖν λέγειν), ἡ δὲ Φιλίστου φράσις ὁμοειδὴς πᾶσα δεινῶς καὶ ἀσχημάτιστός ἐστι· καὶ πολλὰς εὕροι τις ἂν περιόδους ὁμοίως ἐφεξῆς ὑπ’ αὐτοῦ σχηματιζομένας, οἷον ἐν ἀρχῇ τῆς δευτέρας τῶν περὶ Σικελίας· [5] ‘Συρακόσιοι δὲ παραλαβόντες Μεγαρεῖς καὶ Ἐνναίους, Καμαριναῖοι δὲ Σικελοὺς καὶ τοὺς ἄλλους συμμάχους πλὴν Γελῴων ἀθροίσαντες, Γελῷοι δὲ Συρακοσίοις οὐκ ἔφασαν πολεμήσειν· Συρακόσιοι δὲ πυνθανόμενοι Καμαριναίους τὸν Ὕρμινον διαβάντας - ‘· [6] ταῦτα δὲ ἀηδῆ πάνυ ὄντα ἐμοὶ φαίνεται. μικρός τε παρὰ πᾶσαν ἰδέαν ἐστὶ καὶ εὐτελής, ἐάν τε πολιορκίας διηγῆται ἐάν τε οἰκισμούς, ἐάν τε ἐπαίνους ἐάν τε ψόγους διαπορεύηται. ἀλλ’ οὐδὲ τοῖς μεγέθεσι τῶν ἀνδρῶν συνεξισῶν τοὺς λόγους, ἀλλὰ ψοφοδεεῖς καὶ τοὺς ‹κρατίστους› δημηγοροῦντας καταλείπων τὰς δυνάμεις καὶ τὰς προαιρέσεις ὁμοίους ἅπαντας ποιεῖ. εὐστομίαν δέ τινα φυσικὴν εἰσφέρεται κατὰ τὴν ἑρμηνείαν καὶ σύνεσιν ἐπιτευκτικὴν τοῦ μετρίου. πρὸς δὲ τοὺς ἀληθινοὺς ἀγῶνας ἐπιτηδειότερος Θουκυδίδου.

  [6]

  [1] Θεόπομπος δὲ Χῖος ἐπιφανέστατος πάντων ‹τῶν› Ἰσοκράτους μαθητῶν γενόμενος καὶ πολλοὺς μὲν πανηγυρικούς, πολλοὺς δὲ συμβουλευτικοὺς συνταξάμενος λόγους ἐπιστολάς τε τὰς Χιακὰς ἐπιγραφομένας καὶ ὑποθήκας ἄλλας λόγου ἀξίας, ἱστορίαν πεπραγματευμένος [2] ἄξιος ἐπαινεῖσθαι πρῶτον μὲν τῆς ὑποθέσεως τῶν ἱστοριῶν (καλαὶ γὰρ ἀμφότεραι, ἣ μὲν τὰ λοιπὰ τοῦ Πελοποννησιακοῦ πολέμου περιέχουσα, ἣ δὲ τὰ Φιλίππῳ πεπραγμένα), ἔπειτα τῆς οἰκονομίας (ἀμφότεραι γάρ εἰσιν εὐπαρακολούθητοι καὶ σαφεῖς), μάλιστα δὲ τῆς ἐπιμελείας τε καὶ φιλοπονίας τῆς κατὰ τὴν συγγραφήν· δῆλος γάρ ἐστιν, εἰ καὶ μηδὲν ἔγραψε, πλείστην μὲν παρασκευὴν εἰς ταῦτα παρεσκευασμένος, μεγίστας δὲ δαπάνας εἰς τὴν συναγωγὴν αὐτῶν τετελεκώς, [3] καὶ πρὸς το�
�τοις πολλῶν μὲν αὐτόπτης γεγενημένος, πολλοῖς δ’ εἰς ὁμιλίαν ἐλθὼν ἀνδράσι τοῖς τότε πρωτεύουσι καὶ στρατηγοῖς δημαγωγοῖς τε καὶ φιλοσόφοις διὰ τὴν συγγραφήν· οὐ γὰρ ὥσπέρ τινες πάρεργον τοῦ βίου τὴν ἀναγραφὴν τῆς ἱστορίας ἐποιήσατο, ἔργον δὲ τὸ πάντων ἀναγκαιότατον. γνοίη δ’ ἄν τις αὐτοῦ τὸν πόνον ἐνθυμηθεὶς τὸ πολύμορφον τῆς [4] γραφῆς· καὶ γὰρ ἐθνῶν εἴρηκεν οἰκισμοὺς καὶ πόλεων κτίσεις ἐπελήλυθε, βασιλέων τε βίους καὶ τρόπων ἰδιώματα δεδήλωκε, καὶ εἴ τι θαυμαστὸν ἢ παράδοξον ἑκάστη γῆ καὶ θάλασσα φέρει, συμπεριείληφεν τῇ πραγματείᾳ. καὶ μηδεὶς ὑπολάβῃ ψυχαγωγίαν ταῦτ’ εἶναι μόνον· οὐ γὰρ οὕτως ἔχει, ἀλλὰ πᾶσαν ὡς ἔπος εἰπεῖν [5] ὠφέλειαν περιέχει. ἵνα δὲ πάντ’ ἀφῶ τἆλλα, τίς οὐχ ὁμολογήσει τοῖς ἀσκοῦσι τὴν φιλόσοφον ῥητορικὴν ἀναγκαῖον εἶναι πολλὰ μὲν ἔθη καὶ βαρβάρων καὶ Ἑλλήνων ἐκμαθεῖν, πολλοὺς δὲ νόμους ἀκοῦσαι πολιτειῶν τε σχήματα, [6] καὶ βίους ἀνδρῶν καὶ πράξεις καὶ τέλη καὶ τύχας; τούτοις τοίνυν ἅπασαν ἀφθονίαν δέδωκεν οὐκ ἀπεσπασμένην τῶν πραγμάτων ἀλλὰ συμπαροῦσαν. πάντα ‹τε› δὴ ταῦτα ζηλωτὰ τοῦ συγγραφέως, καὶ ἔτι πρὸς τούτοις ὅσα φιλοσοφεῖ παρ’ ὅλην τὴν ‹συγγραφὴν περὶ› δικαιοσύνης καὶ εὐσεβείας καὶ τῶν ἄλλων ἀρετῶν πολλοὺς [7] καὶ καλοὺς διεξερχόμενος λόγους. τελευταῖόν ἐστι τῶν ἔργων αὐτοῦ καὶ χαρακτηρικώτατον, ὃ παρ’ οὐδενὶ τῶν ἄλλων συγγραφέων οὕτως ἀκριβῶς ἐξείργασται καὶ δυνατῶς οὔτε τῶν πρεσβυτέρων οὔτε τῶν νεωτέρων· τί δὲ τοῦτό ἐστι; τὸ καθ’ ἑκάστην πρᾶξιν μὴ μόνον τὰ φανερὰ τοῖς πολλοῖς ὁρᾶν καὶ λέγειν, ἀλλ’ ἐξετάζειν καὶ τὰς ἀφανεῖς αἰτίας τῶν πράξεων καὶ τῶν πραξάντων αὐτὰς καὶ τὰ πάθη τῆς ψυχῆς, ἃ μὴ ῥᾴδια τοῖς πολλοῖς εἰδέναι, καὶ πάντα ἐκκαλύπτειν τὰ μυστήρια τῆς τε δοκούσης ἀρετῆς καὶ τῆς ἀγνοουμένης [8] κακίας. καί μοι δοκεῖ πως ὁ μυθευόμενος ἐν Ἅιδου τῶν ψυχῶν ἀπολυθεισῶν τοῦ σώματος ἐξετασμὸς ἐπὶ τῶν ἐκεῖ δικαστῶν οὕτως ἀκριβὴς εἶναι ὡς ὁ διὰ τῆς Θεοπόμπου γραφῆς γιγνόμενος. διὸ καὶ βάσκανος ἔδοξεν εἶναι, προσλαμβάνων τοῖς ἀναγκαίοις τινὰ ὀνειδισμοῖς κατὰ τῶν ἐνδόξων προσώπων οὐκ ἀναγκαῖα πράγματα, ὅμοιόν τι ποιῶν τοῖς ἰατροῖς, οἳ τέμνουσι καὶ καίουσι τὰ διεφθαρμένα τοῦ σώματος ἕως βάθους τὰ καυτήρια καὶ τὰς τομὰς φέροντες, οὐδὲν τῶν ὑγιαινόντων καὶ κατὰ φύσιν ἐχόντων στοχαζόμενοι. τοιοῦτος μὲν δή τις ὁ πραγματικὸς Θεοπόμπου χαρακτήρ.

  [9] ὁ δὲ λεκτικὸς Ἰσοκράτει μάλιστα ἔοικε· καθαρά τε γὰρ ἡ λέξις καὶ κοινὴ καὶ σαφής, ὑψηλή τε καὶ μεγαλοπρεπὴς καὶ τὸ πομπικὸν ἔχουσα πολύ, συγκειμένη τε κατὰ τὴν μέσην ἁρμονίαν, ἡδέως καὶ μαλακῶς ῥέουσα. διαλλάττει δὲ τῆς Ἰσοκρατείου κατὰ τὴν πικρότητα καὶ τὸν τόνον ἐπ’ ἐνίων, ὅταν ἐπιτρέψῃ τοῖς πάθεσι, μάλιστα δ’ ὅταν ὀνειδίζῃ πόλεσιν ἢ στρατηγοῖς [10] πονηρὰ βουλεύματα καὶ πράξεις ἀδίκους (πολὺς γὰρ ἐν τούτοις), καὶ τῆς Δημοσθένους δεινότητος οὐδὲ κατὰ μικρὸν διαφέρει, ὡς ἐξ ἄλλων πολλῶν ἄν τις ἴδοι κἀκ τῶν Χιακῶν ἐπιστολῶν, ἃς τῷ ‹συμφύτῳ› πνεύματι ἐπιτρέψας γέγραφεν. εἰ δ’ ὑπερεῖδεν ἐν τούτοις ἐφ’ οἷς μάλιστα δὴ ἐσπούδακε τῆς τε συμπλοκῆς τῶν φωνηέντων γραμμάτων καὶ τῆς κυκλικῆς εὐρυθμίας τῶν περιόδων καὶ τῆς ὁμοειδείας τῶν σχηματισμῶν, πολὺ ἀμείνων ἂν ἦν αὐτὸς ἑαυτοῦ κατὰ τὴν φράσιν.

  [11] ἔστι δὲ ἃ καὶ κατὰ τὸν πραγματικὸν τόπον ἁμαρτάνει, καὶ μάλιστα κατὰ τὰς παρεμβολάς· οὔτε γὰρ ἀναγκαῖαί τινες αὐτῶν οὔτ’ ἐν καιρῷ γενόμεναι, πολὺ δὲ τὸ παιδιῶδες ἐμφαίνουσαι· ἐν αἷς ἐστι καὶ τὰ περὶ Σιληνοῦ τοῦ φανέντος ἐν Μακεδονίᾳ καὶ τὰ περὶ τοῦ δράκοντος τοῦ διαναυμαχήσαντος πρὸς τὴν τριήρη καὶ ἄλλα τούτοις οὐκ ὀλίγα ὅμοια.

     Οὗτοι παραληφθέντες οἱ συγγραφεῖς ἀρκέσουσι τοῖς ἀσκοῦσι τὸν πολιτικὸν λόγον ἀφορμὰς ἐπιτηδείους παραδειγμάτων παρασχεῖν εἰς ἅπασαν ἰδέαν.

  Ad Ammaeum I

  ΔΙΟΝΥΣΙΟΣ ΑΜΜΑΙΩΙ ΤΩΙ ΦΙΛΤΑΤΩΙ ΠΛΕΙΣΤΑ ΧΑΙΡΕΙΝ

  [1] Πολλῶν μετ’ ἄλλων ξένων τε καὶ παραδόξων ἀκουσμάτων, ὧν ἐνήνοχεν ὁ καθ’ ἡμᾶς χρόνος, ἕν τι καὶ τοῦτο ἐφάνη μοι πρώτως ἀκούσαντι παρὰ σοῦ, ὅτι τῶν φιλοσόφων τις τῶν ἐκ τοῦ περιπάτου πάντα χαρίζεσθαι βουλόμενος Ἀριστοτέλει τῷ κτίσαντι ταύτην τὴν φιλοσοφίαν καὶ τοῦτο ὑπέσχετο ποιήσειν φανερόν, ὅτι Δημοσθένης τὰς ῥητορικὰς τέχνας παρ’ ἐκείνου μαθὼν εἰς τοὺς ἰδίους μετήνεγκε λόγους καὶ κατ’ ἐκεῖνα κοσμούμενος τὰ παραγγέλματα πάντων ἐγένετο τῶν ῥητόρων κράτιστος. κατ’ ἀρχὰς μὲν οὖν ὑπελάμβανον τῶν πολλῶν τινα εἶναι τὸν ταῦτ’ ἐπιχειρήσαντα λέγειν, καὶ παρῄνουν σοι μὴ πᾶσι τοῖς παραδόξοις προσέχειν. ὡς δὲ καὶ τοὔνομα τοῦ ἀνδρὸς ἐπυθόμην, ὃν ἐγὼ καὶ τῶν ἠθῶν ἕνεκα καὶ τῶν λόγων ἀποδέχομαι, ἐθαύμασα, καὶ πολὺς ἐν ἐμαυτῷ γενόμενος ἐπιμελεστέρας ᾤμην δεῖσθαι σκέψεως τὸ πρᾶγμα, μή ποτε λέληθέ με τἀληθὲς οὕτως ἔχον καὶ οὐδὲν εἰκῇ τῷ ἀνδρὶ εἴρηται, ἵνα ἢ τὴν δόξαν ἣν πρότερον αὐτὸς ἔσχον ‹ἀφε
ίην› βεβαίως μαθὼν ὅτι προτεροῦσι τῶν Δημοσθένους λόγων αἱ Ἀριστοτέλους τέχναι, ἢ τὸν οὕτως ἐγνωκότα καὶ γράψαι γε παρεσκευασμένον, πρὶν εἰς ὄχλον ἐκδοῦναι τὸ σύνταγμα, μεταβαλεῖν πείσαιμι τὴν δόξαν.

  [2] Οὐκ ἐλαχίστην δέ μοι καὶ σὺ παρέσχου ῥοπὴν εἰς τὸ μὴ παρέργως ἐξετάσαι τὴν ἀλήθειαν, παρακαλῶν φανεροὺς ποιῆσαι τοὺς λόγους, οἷς ἐμαυτὸν πέπεικα Δημοσθένους ἀκμάζοντος ἤδη καὶ τοὺς ἐπιφανεστάτους εἰρηκότος ἀγῶνας τότε ὑπὸ Ἀριστοτέλους τὰς ῥητορικὰς γεγράφθαι τέχνας. ἐδόκεις τέ μοι καὶ τοῦτο ὀρθῶς παραινεῖν, μὴ σημείοις μηδὲ εἰκόσι μηδ’ ἀλλοτρίαις τὸ πρᾶγμα πιστώσασθαι μαρτυρίαις, ἐπειδὴ τούτων οὐδεμία τῶν πίστεων δι’ ἀναγκαίων συνάγεται λημμάτων· ἀλλ’ αὐτὸν Ἀριστοτέλη παρασχέσθαι διὰ τῶν ἰδίων τεχνῶν ὁμολογοῦντα τἀληθὲς οὕτως ἔχειν. τοῦτο δὴ πεποίηκα, βέλτιστε Ἀμμαῖε, τῆς τε ἀληθείας προνοούμενος, ἣν ἐπὶ παντὸς οἴομαι δεῖν πράγματος ἐξετάζεσθαι, καὶ τῆς ἁπάντων τῶν περὶ τοὺς πολιτικοὺς λόγους ἐσπουδακότων χάριτος· ἵνα μὴ τοῦθ’ ὑπολάβωσιν, ὅτι πάντα περιείληφεν ἡ περιπατητικὴ φιλοσοφία τὰ ῥητορικὰ παραγγέλματα, καὶ οὔτε οἱ περὶ Θεόδωρον καὶ Θρασύμαχον καὶ Ἀντιφῶντα σπουδῆς ἄξιον οὐδὲν εὗρον οὔτε Ἰσοκράτης καὶ Ἀναξιμένης καὶ Ἀλκιδάμας οὔτε οἱ τούτοις συμβιώσαντες τοῖς ἀνδράσι παραγγελμάτων τεχνικῶν συγγραφεῖς καὶ ἀγωνισταὶ λόγων ῥητορικῶν, οἱ περὶ Θεοδέκτην καὶ Φιλίσκον καὶ Ἰσαῖον καὶ Κηφισόδωρον Ὑπερείδην τε καὶ Λυκοῦργον καὶ Αἰσχίνην, οὐδ’ ‹ἂν› αὐτὸς ὁ Δημοσθένης ὁ πάντας ὑπερβαλόμενος τούς τε πρὸ αὑτοῦ καὶ τοὺς καθ’ ἑαυτὸν καὶ μηδὲ τοῖς γινομένοις ὑπερβολὴν καταλιπὼν τοσοῦτος ἐγένετο τοῖς Ἰσοκράτους τε καὶ Ἰσαίου κοσμούμενος παραγγέλμασιν, εἰ μὴ τὰς Ἀριστοτέλους τέχνας ἐξέμαθεν.

 

‹ Prev