Book Read Free

Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Page 667

by Dionysius of Halicarnassus


  [3] πολέμου. ἄνδρας μὲν οὐ πολλούς τινας ἐν τῇ καταλήψει διέφθειραν, ἀλλ᾽ ἔφθασαν ἤδη αὐτοὺς ὑπὸ τὴν ἅλωσιν τῆς πόλεως ὠσάμενοι διὰ τῶν πυλῶν οἱ ἔνδον, χωρὶς ἢ ὅσοι ὑπὸ νόσων ἢ γήρως φυγεῖν ἀδύνατοι ἦσαν, γύναια δὲ καὶ παιδία καὶ θεράποντας αὐτῶν ἠνδραποδίσαντο καὶ τὰ χρήματα διήρπασαν.

  [3] The Aequians did not kill very many men in taking the city, since those inside, except such as were unable to flee because of illness or age, had forestalled them by crowding out three other gates just before the capture of the place; but they made slaves of their wives, children and domestics, and plundered their effects.

  [4] ὡς δ᾽ ἀπηγγέλθη τὸ δεινὸν εἰς τὴν Ῥώμην ἐκ τῶν διαφυγόντων ἐκ τῆς ἁλώσεως, οἱ μὲν ὕπατοι βοηθεῖν ᾤοντο δεῖν τοῖς φυγάσι κατὰ τάχος καὶ τὴν πόλιν αὐτοῖς ἀποδιδόναι, ἀντέπραττον δὲ οἱ δήμαρχοι στρατιὰν οὐκ ἐῶντες καταγράφειν, ἕως ἂν ἡ περὶ τοὺς νόμους διενεχθῇ ψῆφος. ἀγανακτούσης δὲ τῆς βουλῆς καὶ διατριβὴν λαμβανούσης τῆς στρατείας ἕτεροι παρῆσαν ἀπὸ τοῦ Λατίνων ἔθνους ἀποσταλέντες, οἳ τὴν Ἀντιατῶν πόλιν ἤγγελλον ἐκ τοῦ φανεροῦ ἀφεστηκέναι, μιᾷ χρησαμένων γνώμῃ Οὐολούσκων τε τῶν ἀρχαίων οἰκητόρων τῆς πόλεως καὶ Ῥωμαίων τῶν ἀφικομένων ὡς αὐτοὺς ἐποίκων καὶ μερισαμένων τὴν γῆν. Ἑρνίκων τε ἄγγελοι κατὰ τοὺς αὐτοὺς παρῆσαν χρόνους δηλοῦντες, ὅτι Οὐολούσκων τε καὶ Αἰκανῶν δύναμις πολλὴ ἐξελήλυθε καί ἐστιν ἐν τῇ αὐτῶν ἤδη γῇ.

  [4] As soon as news of the disaster was brought to Rome by those who had escaped capture, the consuls thought they ought to assist the fugitives promptly and restore their city to them; but the tribunes opposed them and would not permit an army to be enrolled until a votes should be taken concerning the law. While the senators were expressing their indignation and the expedition was being delayed, other messengers arrived, from the Latin nation, reporting that Antium had openly revolted by the joint action of the Volscians, who were the original inhabitants of the place, and of the Romans who had come to them as colonists and had received a portion of the land. Messengers from the Hernicans also arrived during these same days, informing them that a large force of Volscians and Aequians had marched forth and was already in the country of the Hernicans.

  [5] τούτων ἅμα προσαγγελλομένων οὐδεμίαν ἀναστροφὴν ἔτι ποιεῖσθαι τοῖς ἐκ τοῦ συνεδρίου ἐδόκει, ἀλλὰ πανστρατιᾷ βοηθεῖν καὶ τοὺς ὑπάτους ἀμφοτέρους ἐξιέναι: [p. 38] ἐὰν δέ τινες ἀπολειφθῶσι τῆς στρατείας Ῥωμαίων ἢ

  [5] All these things being reported at the same time, the senators resolved to make no further delay, but to go to the rescue with all their forces, and that both consuls should take the field; and if any of the Romans or the allies should decline to serve, to treat them as enemies.

  [6] τῶν συμμάχων, ὡς πολεμίοις αὐτοῖς χρῆσθαι. εἰξάντων δὲ καὶ τῶν δημάρχων καταγράψαντες τοὺς ἐν ἡλικίᾳ πάντας οἱ ὕπατοι καὶ τὰς παρὰ τῶν συμμάχων δυνάμεις μεταπεμψάμενοι κατὰ σπουδὴν ἐξῄεσαν ὑπολιπόμενοι φυλακὴν τῇ πόλει τρίτην μοῖραν τῆς ἐπιχωρίου στρατιᾶς. Φάβιος μὲν οὖν ἐπὶ τοὺς ἐν τῷ Τυσκλάνων ὄντας Αἰκανοὺς τὴν στρατιὰν ἦγε διὰ

  [6] When the tribunes also yielded, the consuls, having enrolled all who were of military age and sent for the forces of the allies, hastily marched out, leaving a third part of their own army to guard the city. Fabius, accordingly, marched in haste against the Aequians who were in the Tusculans’ territory.

  [7] τάχους. τῶν δ᾽ οἱ μὲν πλείους ἀπεληλύθεσαν ἤδη διηρπακότες τὴν πόλιν, ὀλίγοι δέ τινες ὑπέμενον φυλάττοντες τὴν ἄκραν: ἔστι δὲ σφόδρα ἐχυρὰ καὶ οὐ πολλῆς δεομένη φυλακῆς. τινὲς μὲν οὖν φασι τοὺς φρουροὺς τῆς ἄκρας ἰδόντας ἐξιοῦσαν ἐκ τῆς Ῥώμης τὴν στρατιάν — εὐσύνοπτα γάρ ἐστιν ἐκ μετεώρου τὰ μεταξὺ χωρία πάντα — ἑκόντας ἐξελθεῖν, ἕτεροι δὲ ἐκπολιορκηθέντας ὑπὸ τοῦ Φαβίου καθ᾽ ὁμολογίαν παραδοῦναι τὸ φρούριον, τοῖς σώμασιν αὐτοῖς ἄδειαν αἰτησαμένους καὶ ζυγὸν ὑποστάντας.

  [7] Most of these had already left the city after plundering it, but a few remained to guard the citadel, which is very strong and does not require a large garrison. Some state that the garrison of the citadel, seeing the army marching from Rome — for all the region lying between may be easily seen from a height — came out of their own accord; others say that after being reduced by Fabius to the necessity of surrendering they handed over the fortress by capitulation, stipulating that their lives should be spared and submitting to pass under the yoke.

  [1] ἀποδοὺς δὲ τοῖς Τυσκλάνοις τὴν πόλιν Φάβιος περὶ δείλην ὀψίαν ἀνίστησι τὴν στρατιάν. καὶ ὡς εἶχε τάχους ἤλαυνεν ἐπὶ τοὺς πολεμίους, ἀκούων περὶ πόλιν Ἀλγιδὸν ἀθρόας εἶναι τάς τε Οὐολούσκων καὶ τὰς Αἰκανῶν δυνάμεις. ποιησάμενος δὲ δἰ ὅλης νυκτὸς σύντονον ὁδὸν ὑπ᾽ αὐτὸν τὸν ὄρθρον ἐπιφαίνεται τοῖς πολεμίοις ἐστρατοπεδευκόσιν ἐν πεδίῳ [p. 39] καὶ οὔτε τάφρον περιβεβλημένοις οὔτε χάρακα, ὡς ἐν οἰκείᾳ τε γῇ καὶ καταφρονήσει τοῦ ἀντιπάλου.

  [21.1] After Fabius had restored the city to the Tusculans, he broke camp in the late afternoon and marched with all possible speed against the enemy, upon hearing that the combined forces of the Volscians and the Aequians lay near the town of Algidum. And having made a forced march all that night, he appeared before the enemy at early dawn, as they lay encamped in a plain without either a ditch or a palisade to defend them, inasmuch as they were in their own country and were contemptuous of their foe.

  [2] παρακελευσάμενος δὲ τοῖς ἀμφ᾽ αὐτὸν ἀγαθοῖς ἀνδράσι γίνεσθαι πρῶτος εἰσελαύνει μετὰ τῶν ἱππέων εἰς τὴν τῶν πολεμίων παρεμβολήν, καὶ οἱ πεζοὶ συναλαλάξαντες εἵποντο: τῶν δ᾽ οἱ μὲν ἔτι κοιμώμενοι ἐφονεύοντο, οἱ δ᾽ ἀρτίως ἀνεστηκότες καὶ πρὸς ἀλκὴν ἐπιχειροῦντες τραπέσθαι, οἱ δὲ πλείους φεύγοντες ἐσκεδάννυντο.

  [2] Then, exhorting his troops to acquit themselves as brave men should, he was the first to charge into the enemy’s camp at the head of the horse, and the foot, uttering their war-cry, followed. Some of the enemy were slain while they were still asleep and others just as they had got up and were attempting to defend themselves; but most of them scattered in flight.

  [3] ἁλό
ντος δὲ τοῦ στρατοπέδου κατὰ πολλὴν εὐπέτειαν ἐπιτρέψας τοῖς στρατιώταις τὰ χρήματα ὠφελεῖσθαι καὶ τὰ σώματα πλὴν ὅσα Τυσκλάνων ἦν, οὐ πολὺν ἐνταῦθα διατρίψας χρόνον ἐπὶ τὴν Ἐχετράνων πόλιν ἦγε τὴν δύναμιν, ἣ τότε ἦν τοῦ Οὐολούσκων ἔθνους ἐπιφανεστάτη τε κἀν τῷ κρατίστῳ μάλιστα τόπῳ κειμένη.

  [3] The camp having been taken with great ease, Fabius permitted the soldiers to keep for themselves the booty and the prisoners, except those who were Tusculans. Then, after a short stay there, he led them to Ecetra, which was at that time the most prominent city of the Volscian nation and the most strongly situated.

  [4] στρατοπεδεύσας δὲ πλησίον τῆς πόλεως ἐπὶ πολλὰς ἡμέρας κατ᾽ ἐλπίδα τοῦ προελεύσεσθαι τοὺς ἔνδον εἰς μάχην, ὡς οὐδεμία ἐξῄει στρατιά, τὴν γῆν αὐτῶν ἐδῄου ἀνθρώπων μεστὴν οὖσαν καὶ βοσκημάτων. οὐ γὰρ ἔφθασαν ἀνασκευασάμενοι τὰ ἐκ τῶν ἀγρῶν αἰφνιδίου γενηθείσης αὐτοῖς τῆς ἐφόδου. ἐφεὶς δὲ καὶ ταῦτα τοῖς στρατιώταις διαρπάζειν ὁ Φάβιος καὶ πολλὰς ἐν τῇ προνομῇ διατρίψας ἡμέρας ἀπῆγεν ἐπ᾽ οἴκου τὴν δύναμιν.

  [4] When he had encamped near this city for many days in hopes that those inside would come out to fight, and no army issued forth, he laid waste their land, which was full of men and cattle; for the Volscians, surprised by the suddenness of the attack upon them, had not had time to remove their possessions out of the fields. These things also Fabius permitted his soldiers to plunder; and after spending many days in ravaging the country, he led the army home.

  [5] ὁ δ᾽ ἕτερος τῶν ὑπάτων Κορνήλιος ἐπὶ τοὺς ἐν Ἀντίῳ Ῥωμαίους τε καὶ Οὐολούσκους ἐλαύνων ἐπιτυγχάνει στρατιᾷ πρὸ τῶν ὁρίων [p. 40] αὐτὸν ὑποδεχομένῃ. παραταξάμενος δὲ αὐτοῖς καὶ πολλοὺς μὲν φονεύσας, τοὺς δὲ λοιποὺς τρεψάμενος ἀγχοῦ τῆς πόλεως κατεστρατοπέδευσεν. οὐ τολμώντων δὲ τῶν ἐκ τῆς πόλεως οὐκέτι χωρεῖν εἰς μάχην πρῶτον μὲν τὴν γῆν αὐτῶν ἔκειρεν, ἔπειτα τὴν πόλιν ἀπετάφρευε καὶ περιεχαράκου. τότε δὴ πάλιν ἀναγκασθέντες ἐξῆλθον ἐκ τῆς πόλεως πανστρατιᾷ, πολὺς καὶ ἀσύντακτος ὄχλος, καὶ συμβαλόντες εἰς μάχην ἔτι κάκιον ἀγωνισάμενοι κατακλείονται τὸ δεύτερον εἰς τὴν πόλιν, αἰσχρῶς καὶ ἀνάνδρως φεύγοντες.

  [5] The other consul, Cornelius, marching against the Romans and Volscians in Antium, found an army awaiting him before their borders; and arraying his forces against them, he killed many, and after putting the rest to flight, encamped near the city. But when the inhabitants no longer ventured to come out for battle, he first laid waste to their land and then surrounded the city with a ditch and palisades. Then indeed the enemy were compelled to come out again from the city with all their forces, a numerous and disorderly multitude; and engaging in battle and fighting with less bravery than before, they were shut up inside the city a second time, after a shameful and unmanly flight.

  [6] ὁ δ᾽ ὕπατος οὐδεμίαν αὐτοῖς ἀναστροφὴν ἔτι δοὺς κλίμακας προσέφερε τοῖς τείχεσι καὶ κριοῖς ἐξέκοπτε τὰς πύλας. ἐπιπόνως δὲ καὶ ταλαιπώρως τῶν ἔνδον ἀπομαχομένων οὐ πολλὰ πραγματευθεὶς κατὰ κράτος αἱρεῖ τὴν πόλιν. χρήματα μὲν οὖν αὐτῶν, ὅσα χρυσὸς καὶ ἄργυρος καὶ χαλκὸς ἐνῆν, εἰς τὸ δημόσιον ἐκέλευσεν ἀναφέρειν, ἀνδράποδα δὲ τοὺς ταμίας παραλαμβάνοντας καὶ τὰ λοιπὰ λάφυρα πωλεῖν: τοῖς δὲ στρατιώταις ἐσθῆτα καὶ τροφὰς καὶ ὅσ᾽ ἄλλα τοιαῦτα ἐδύναντο ὠφελεῖσθαι ἐπέτρεψεν.

  [6] But the consul, giving them no log any rest, planted scaling-ladders against the walls and broke down the gates with battering-rams; then, as the besieged with difficulty and painfully tried to fight them off, he with little trouble took the town by storm. He ordered that such of their effects as consisted of gold, silver and copper should be turned in to the treasury, and that the slaves and the rest of the spoils should be taken over and sold by the quaestors; but to the soldiers he granted the apparel and provisions and everything else of the sort that they could use for booty.

  [7] ἔπειτα διακρίνας τῶν τε κληρούχων καὶ τῶν ἀρχαίων Ἀντιατῶν τοὺς ἐπιφανεστάτους τε καὶ τῆς ἀποστάσεως αἰτίους — ἦσαν δὲ πολλοί — ῥάβδοις τε ᾐκίσατο μέχρι πολλοῦ καὶ τοὺς αὐχένας αὐτῶν ἐκέλευσεν ἀποτεμεῖν. ταῦτα διαπραξάμενος ἀπῆγε καὶ αὐτὸς ἐπ᾽ οἴκου τὴν δύναμιν.

  [7] Then, selecting both from the colonists and from the original inhabitants of Antium those who were the most prominent and had been the authors of the revolt — and there were many of these — he ordered them to be scourged with rods for a long time and then beheaded.

  [8] τούτοις ἡ βουλὴ τοῖς ὑπάτοις προσιοῦσί τε ἀπήντησε καὶ θριάμβους ἀμφοτέροις καταγαγεῖν ἐψηφίσατο: καὶ πρὸς Αἰκανοὺς πρεσβευσαμένους ὑπὲρ εἰρήνης ἐποιήσατο συνθήκας περὶ καταλύσεως [p. 41] τοῦ πολέμου, ἐν αἷς ἐγράφη, πόλεις τε καὶ χώρας ἔχοντας Αἰκανούς, ὧν ἐκράτουν, ὅτε αἱ σπονδαὶ ἐγίνοντο, Ῥωμαίοις εἶναι ὑπηκόους, ἄλλο μὲν ὑποτελοῦντας μηθέν, ἐν δὲ τοῖς πολέμοις συμμαχίαν ἀποστέλλοντας ὁσηνδήποτε, ὥσπερ καὶ οἱ ἄλλοι σύμμαχοι. καὶ τὸ ἔτος τοῦτο ἐτελεύτα.

  [8] After accomplishing these things he too led his army home. The senate went to meet these consuls as they approached the city and decreed that they both should celebrate a triumph. And when the Aequians sent heralds to sue for peace, they concluded with them a treaty for the termination of the war, in which it was stipulated that the Aequians should retain the cities and land which they possessed at the time of the treaty and be subject to the Romans without paying any tribute, but sending to their assistance in time of war a certain number of troops, like the rest of the allies. Thus ended that year.

  [1] τῷ δ᾽ ἑξῆς ἐνιαυτῷ Γάιος Ναύτιος τὸ δεύτερον αἱρεθεὶς καὶ Λεύκιος Μηνύκιος παραλαβόντες τὴν ὕπατον ἀρχὴν τέως μὲν ὑπὲρ τῶν πολιτικῶν δικαίων πόλεμον ἐντὸς τείχους ἐπολέμουν πρὸς τοὺς ἅμα Οὐεργινίῳ δημάρχους τοὺς τέταρτον ἔτος ἤδη τὴν αὐτὴν κατασχόντας ἀρχήν.

  [22.1] The following year Gaius Nautius (chosen for the second time) and Lucius Minucius succeeded to the consulship, and were for a time waging a war inside the walls, concerning the rights of citizens, against Verginius and the other tribunes, who had obtained the same magistracy now for the fourth year.

  [2] ἐπεὶ δ᾽ ἀ
πὸ τῶν πλησιοχώρων ἐθνῶν πόλεμος ἐπεγένετο τῇ πόλει, καὶ δέος ἦν, μὴ τὴν ἀρχὴν ἀφαιρεθῶσιν, ἀσμένως δεξάμενοι τὸ συμβὰν ἀπὸ τῆς τύχης τὸν στρατιωτικὸν ἐποιοῦντο κατάλογον καὶ μερισάμενοι τριχῇ τάς τε οἰκείας καὶ τὰς παρὰ τῶν συμμάχων δυνάμεις μίαν μὲν ἐν τῇ πόλει μοῖραν κατέλιπον, ἧς ἡγεῖτο Κόιντος Φάβιος Οὐιβολανός, τὰς δὲ λοιπὰς αὐτοὶ παραλαβόντες ἐξῄεσαν διὰ ταχέων, ἐπὶ μὲν Σαβίνους Ναύτιος, ἐπὶ δ᾽

  [2] But when war was brought upon the commonwealth by the neighbouring peoples and there was fear that they might be deprived of their empire, the consuls gladly accepted the opportunity presented to them by Fortune; and having held the military levy, and divided both their own forces and those of the allies into three bodies, they left one of them in the city, commanded by Quintus Fabius Vibulanus, and themselves taking the other two, they marched out in haste, Nautius against the Sabines and Minucius against the Aequians.

  [3] Αἰκανοὺς Μηνύκιος. ἀμφότερα γὰρ ταῦτα τὰ ἔθνη κατὰ τὸν αὐτὸν χρόνον ἀφειστήκει τῆς Ῥωμαίων ἀρχῆς, Σαβῖνοι μὲν ἐκ τοῦ φανεροῦ, καὶ μέχρι Φιδήνης πόλεως ἤλασαν, ἧς ἐκράτουν Ῥωμαῖοι — τετταράκοντα δ᾽ εἰσὶν οἱ διὰ μέσου τῶν πόλεων στάδιοι — Αἰκανοὶ δὲ λόγῳ μὲν φυλάττοντες τὰ τῆς νεωστὶ γενομένης συμμαχίας δίκαια, ἔργῳ δὲ καὶ οὗτοι πράττοντες τὰ τῶν πολεμίων.

 

‹ Prev