Book Read Free

Complete Works of Pindar

Page 18

by Pindar


  65 τοὔνεκα {οἱ} προῆκαν υἱὸν ἀθάνατοί ‹οἱ› πάλιν

  μετὰ τὸ ταχύποτμον αὖτις ἀνέρων ἔθνος.

  πρὸς εὐάνθεμον δ’ ὅτε φυάν

  λάχναι νιν μέλαν γένειον ἔρεφον,

  ἑτοῖμον ἀνεφρόντισεν γάμον

  70 Πισάτα παρὰ πατρὸς εὔδοξον Ἱπποδάμειαν

  σχεθέμεν. ἐγγὺς {δ’} ἐλθὼν πολιᾶς ἁλὸς οἶος ἐν ὄρφνᾳ

  ἄπυεν βαρύκτυπον

  Εὐτρίαιναν· ὁ δ’ αὐτῷ

  πὰρ ποδὶ σχεδὸν φάνη.

  75 τῷ μὲν εἶπε· ‘Φίλια δῶρα Κυπρίας ἄγ’ εἴ τι, Ποσείδαον, ἐς χάριν

  τέλλεται, πέδασον ἔγχος Οἰνομάου χάλκεον,

  ἐμὲ δ’ ἐπὶ ταχυτάτων πόρευσον ἁρμάτων

  ἐς Ἆλιν, κράτει δὲ πέλασον.

  ἐπεὶ τρεῖς τε καὶ δέκ’ ἄνδρας ὀλέσαις

  80 μναστῆρας ἀναβάλλεται γάμον

  θυγατρός. ὁ μέγας δὲ κίν δυνος ἄναλκιν οὐ φῶτα λαμβάνει.

  θανεῖν δ’ οἷσιν ἀνάγκα, τά κέ τις ἀνώνυμον

  γῆρας ἐν σκότῳ καθήμενος ἕψοι μάταν,

  ἁπάντων καλῶν ἄμμορος; ἀλλ’ ἐμοὶ μὲν οὗτος ἄεθλος

  85 ὑποκείσεται· τὺ δὲ πρᾶξιν φίλαν δίδοι.’

  ὣς ἔννεπεν· οὐδ’ ἀκράντοις ἐφάψατο

  ἔπεσι. τὸν μὲν ἀγάλλων θεός

  ἔδωκεν δίφρον τε χρύσεον πτεροῖσίν τ’ ἀκάμαντας ἵππους.

  Δ΄ ἕλεν δ’ Οἰνομάου βίαν παρθένον τε σύνευνον·

  ἔτεκε λαγέτας ἓξ ἀρεταῖσι μεμαότας υἱούς.

  90 νῦν δ’ ἐν αἱμακουρίαις

  ἀγλααῖσι μέμικται,

  Ἀλφεοῦ πόρῳ κλιθείς,

  τύμβον ἀμφίπολον ἔχων πολυξενωτάτῳ παρὰ βωμῷ· τὸ δὲ κλέος

  τηλόθεν δέδορκε τᾶν Ὀλυμπιάδων ἐν δρόμοις

  95 Πέλοπος, ἵνα ταχυτὰς ποδῶν ἐρίζεται

  ἀκμαί τ’ ἰσχύος θρασύπονοι·

  ὁ νικῶν δὲ λοιπὸν ἀμφὶ βίοτον

  ἔχει μελιτόεσσαν εὐδίαν

  ἀέθλων γ’ ἕνεκεν· τὸ δ’ αἰεὶ παράμερον ἐσλόν

  100 ὕπατον ἔρχεται παντὶ βροτῶν. ἐμὲ δὲ στεφανῶσαι

  κεῖνον ἱππίῳ νόμῳ

  Αἰοληΐδι μολπᾷ

  χρή· πέποιθα δὲ ξένον

  μή τιν’ ἀμφότερα καλῶν τε ἴδριν ἅμα καὶ δύναμιν κυριώτερον

  105 τῶν γε νῦν κλυταῖσι δαιδαλωσέμεν ὕμνων πτυχαῖς.

  θεὸς ἐπίτροπος ἐὼν τεαῖσι μήδεται

  ἔχων τοῦτο κᾶδος, Ἱέρων,

  μερίμναισιν· εἰ δὲ μὴ ταχὺ λίποι,

  ἔτι γλυκυτέραν κεν ἔλπομαι

  110 σὺν ἅρματι θοῷ κλεΐξειν ἐπίκουρον εὑρὼν ὁδὸν λόγων

  παρ’ εὐδείελον ἐλθὼν Κρόνιον. ἐμοὶ μὲν ὦν

  Μοῖσα καρτερώτατον βέλος ἀλκᾷ τρέφει·

  ἐν ἄλλοισι δ’ ἄλλοι μεγάλοι· τὸ δ’ ἔσχατον κορυφοῦται

  βασιλεῦσι. μηκέτι πάπταινε πόρσιον.

  115 εἴη σέ τε τοῦτον ὑψοῦ χρόνον πατεῖν,

  ἐμέ τε τοσσάδε νικαφόροις

  ὁμιλεῖν πρόφαντον σοφίᾳ καθ’ Ἕλλανας ἐόντα παντᾷ.

  II. ΘΗΡΩΝΙ ΑΚΡΑΓΑΝΤΙΝΩΙ ΑΡΜΑΤΙ

  Α΄ Ἀναξιφόρμιγγες ὕμνοι,

  τίνα θεόν, τίν’ ἥρωα, τίνα δ’ ἄνδρα κελαδήσομεν;

  ἤτοι Πίσα μὲν Διός· Ὀλυμπιάδα δ’ ἔστασεν Ἡρακλέης

  ἀκρόθινα πολέμου·

  5 Θήρωνα δὲ τετραορίας ἕνεκα νικαφόρου

  γεγωνητέον, ὄπι δίκαιον ξένων, ἔρεισμ’ Ἀκράγαντος,

  εὐωνύμων τε πατέρων ἄωτον ὀρθόπολιν·

  καμόντες οἳ πολλὰ θυμῷ

  ἱερὸν ἔσχον οἴκημα ποταμοῦ, Σικελίας τ’ ἔσαν

  10 ὀφθαλμός, αἰὼν δ’ ἔφεπε μόρσιμος, ἄγων πλοῦτον ἠδὲ χάριν

  γνησίαις ἐπ’ ἀρεταῖς.

  ἀλλ’ ὦ Κρόνιε παῖ Ῥέας, ἕδος Ὀλύμπου νέμων

  ἀέθλων τε κορυφὰν πόρον τ’ Ἀλφεοῦ, ἰανθεὶς ἀοιδαῖς

  εὔφρων ἄρουραν ἔτι πατρίαν σφίσιν κόμισον

  15 λοιπῷ γένει. τῶν δὲ πεπραγμένων

  ἐν δίκᾳ τε καὶ παρὰ δίκαν ἀποίητον οὐδ’ ἄν

  Χρόνος ὁ πάντων πατὴρ δύναιτο θέμεν ἔργων τέλος

  λάθα δὲ πότμῳ σὺν εὐδαίμονι γένοιτ’ ἄν.

  ἐσλῶν γὰρ ὑπὸ χαρμάτων πῆμα θνᾴσκει

  20 παλίγκοτον δαμασθέν,

  Β΄ ὅταν θεοῦ Μοῖρα πέμπῃ

  ἀνεκὰς ὄλβον ὑψηλόν. ἕπεται δὲ λόγος εὐθρόνοις

  Κάδμοιο κούραις, ἔπαθον αἳ μεγάλα· πένθος πίτνει δὲ βαρύ

  κρεσσόνων πρὸς ἀγαθῶν.

  25 ζώει μὲν ἐν Ὀλυμπίοις ἀποθανοῖσα βρόμῳ

  κεραυνοῦ τανυέθειρα Σεμέλα, φιλεῖ δέ νιν Παλλὰς αἰεί

  [φιλέοντι δὲ Μοῖσαι]

  καὶ Ζεὺς πατήρ, μάλα φιλεῖ δὲ παῖς ὁ κισσοφόρος·

  λέγοντι δ’ ἐν καὶ θαλάσσᾳ

  μετὰ κόραισι Νηρῆος ἁλίαις βίοτον ἄφθιτον

  30 Ἰνοῖ τετάχθαι τὸν ὅλον ἀμφὶ χρόνον. ἤτοι βροτῶν [γε] κέκριται

  πεῖρας οὔ τι θανάτου,

  οὐδ’ ἡσύχιμον ἁμέραν ὁπότε παῖδ’ ἀ[ε]λίου

  ἀτειρεῖ σὺν ἀγαθῷ τελευτάσομεν· ῥοαὶ δ’ ἄλλοτ’ ἄλλαι

  εὐθυμιᾶν τε μέτα καὶ πόνων ἐς ἄνδρας ἔβαν.

  35 οὕτω δὲ Μοῖρ’, ἅ τε πατρώϊον

  τῶνδ’ ἔχει τὸν εὔφρονα πότμον, θεόρτῳ σὺν ὄλβῳ

  ἐπί τι καὶ πῆμ’ ἄγει, παλιντράπελον ἄλλῳ χρόνῳ·

  ἐξ οὗπερ ἔκτεινε Λᾷον μόριμος υἱός

>   συναντόμενος, ἐν δὲ Πυθῶνι χρησθέν

  40 παλαίφατον τέλεσσεν.

  Γ΄ ἰδοῖσα δ’ ὀξεῖ’ Ἐρινύς

  ἔπεφνέ οἱ σὺν ἀλλαλοφονίᾳ γένος ἀρήϊον·

  λείφθη δὲ Θέρσανδρος ἐριπέντι Πολυνείκει, νέοις ἐν ἄ[ε]θλοις

  ἐν μάχαις τε πολέμου

  45 τιμώμενος, Ἀδραστιδᾶν θάλος ἀρωγὸν δόμοις·

  ὅθεν σπέρματος ἔχοντα ῥίζαν πρέπει τὸν Αἰνησιδάμου

  ἐγκωμίων τε μελέων λυρᾶν τε τυγχανέμεν.

  Ὀλυμπίᾳ μὲν γὰρ αὐτός

  γέρας ἔδεκτο, Πυθῶνι δ’ ὁμόκλαρον ἐς ἀδελφεόν

  50 Ἰσθμοῖ τε κοιναὶ Χάριτες ἄνθεα τεθρίππων δυωδεκαδρόμων

  ἄγαγον· τὸ δὲ τυχεῖν

  πειρώμενον ἀγωνίας δυσφρονᾶν παραλύει.

  ὁ μὰν πλοῦτος ἀρεταῖς δεδαιδαλμένος φέρει τῶν τε καὶ τῶν

  καιρὸν βαθεῖαν ὑπέχων μέριμναν ἀγροτέραν,

  55 ἀστὴρ ἀρίζηλος, ἐτυμώτατον

  ἀνδρὶ φέγγος· εἰ δέ νιν ἔχων τις οἶδεν τὸ μέλλον,

  ὅτι θανόντων μὲν ἐνθάδ’ αὐτίκ’ ἀπάλαμνοι φρένες

  ποινὰς ἔτεισαν τὰ δ’ ἐν τᾷδε Διὸς ἀρχᾷ

  ἀλιτρὰ κατὰ γᾶς δικάζει τις ἐχθρᾷ

  60 λόγον φράσαις ἀνάγκᾳ·

  Δ΄ ἴσαις δὲ νύκτεσσιν αἰεί,

  ἴσαις δ’ ἁμέραις ἅλιον ἔχοντες, ἀπονέστερον

  ἐσλοὶ δέκονται βίοτον, οὐ χθόνα ταράσσοντες ἐν χερὸς ἀκμᾷ

  οὐδὲ πόντιον ὕδωρ

  65 κεινὰν παρὰ δίαιταν, ἀλλὰ παρὰ μὲν τιμίοις

  θεῶν οἵτινες ἔχαιρον εὐορκίαις ἄδακρυν νέμονται

  αἰῶνα, τοὶ δ’ ἀπροσόρατον ὀκχέοντι πόνον.

  ὅσοι δ’ ἐτόλμασαν ἐστρίς

  ἑκατέρωθι μείναντες ἀπὸ πάμπαν ἀδίκων ἔχειν

  70 ψυχάν, ἔτειλαν Διὸς ὁδὸν παρὰ Κρόνου τύρσιν· ἔνθα μακάρων

  νᾶσον ὠκεανίδες

  αὖραι περιπνέοισιν· ἄνθεμα δὲ χρυσοῦ φλέγει,

  τὰ μὲν χερσόθεν ἀπ’ ἀγλαῶν δενδρέων, ὕδωρ δ’ ἄλλα φέρβει,

  ὅρμοισι τῶν χέρας ἀναπλέκοντι καὶ στεφάνους

  75 βουλαῖς ἐν ὀρθαῖσι Ῥαδαμάνθυος,

  ὃν πατὴρ ἔχει μέγας ἑτοῖμον αὐτῷ πάρεδρον,

  πόσις ὁ πάντων Ῥέας ὑπέρτατον ἐχοίσας θρόνον.

  Πηλεύς τε καὶ Κάδμος ἐν τοῖσιν ἀλέγονται·

  Ἀχιλλέα τ’ ἔνεικ’, ἐπεὶ Ζηνὸς ἦτορ

  80 λιταῖς ἔπεισε, μάτηρ·

  Ε΄ ὃς Ἕκτορα σφᾶλε, Τροίας

  ἄμαχον ἀστραβῆ κίονα, Κύκνον τε θανάτῳ πόρεν,

  Ἀοῦς τε παῖδ’ Αἰθίοπα. πολλά μοι ὑπ’ ἀγκῶνος ὠκέα βέλη

  ἔνδον ἐντὶ φαρέτρας

  85 φωνάεντα συνετοῖσιν· ἐς δὲ τὸ πὰν ἑρμανέων

  χατίζει. σοφὸς ὁ πολλὰ εἰδὼς φυᾷ· μαθόντες δὲ λάβροι

  παγγλωσσίᾳ κόρακες ὣς ἄκραντα γαρυέτων

  Διὸς πρὸς ὄρνιχα θεῖον·

  ἔπεχε νῦν σκοπῷ τόξον, ἄγε θυμέ· τίνα βάλλομεν

  90 ἐκ μαλθακᾶς αὖτε φρενὸς εὐκλέας ὀϊστοὺς ἱέντες; ἐπί τοι

  Ἀκράγαντι τανύσαις

  αὐδάσομαι ἐνόρκιον λόγον ἀλαθεῖ νόῳ,

  τεκεῖν μή τιν’ ἑκατόν γε ἐτέων πόλιν φίλοις ἄνδρα μᾶλλον

  εὐεργέταν πραπίσιν ἀφθονέστερόν τε χέρα

  95 Θήρωνος. ἀλλ’ αἶνον ἐπέβα κόρος

  οὐ δίκᾳ συναντόμενος, ἀλλὰ μάργων ὑπ’ ἀνδρῶν,

  τὸ λαλαγῆσαι θέλον κρυφὸν τιθέμεν ἐσλῶν καλοῖς

  ἔργοις, ἐπεὶ ψάμμος ἀριθμὸν περιπέφευγεν,

  καὶ κεῖνος ὅσα χάρματ’ ἄλλοις ἔθηκεν,

  100 τίς ἂν φράσαι δύναιτο;

  III. ΘΗΡΩΝΙ ΑΚΡΑΓΑΝΤΙΝΩΙ ΑΡΜΑΤΙ ΕΙΣ ΘΕΟΞΕΝΙΑ

  Α΄ Τυνδαρίδαις τε φιλοξείνοις ἁδεῖν καλλιπλοκάμῳ θ’ Ἑλένᾳ

  κλεινὰν Ἀκράγαντα γεραίρων εὔχομαι,

  Θήρωνος Ὀλυμπιονίκαν ὕμνον ὀρθώσαις, ἀκαμαντοπόδων

  ἵππων ἄωτον. Μοῖσα δ’ οὕτω ποι παρέστα μοι νεοσίγαλον εὑρόντι τρόπον

  5 Δωρίῳ φωνὰν ἐναρμόξαι πεδίλῳ

  ἀγλαόκωμον· ἐπεὶ χαίταισι μὲν ζευχθέντες ἔπι στέφανοι

  πράσσοντί με τοῦτο θεόδματον χρέος,

  φόρμιγγά τε ποικιλόγαρυν καὶ βοὰν αὐλῶν ἐπέων τε θέσιν

  Αἰνησιδάμου παιδὶ συμμεῖξαι πρεπόντως, ἅ τε Πίσα με γεγωνεῖν· τᾶς ἄπο

  10 θεόμοροι νίσοντ’ ἐπ’ ἀνθρώπους ἀοιδαί,

  ᾧ τινι κραίνων ἐφετμὰς Ἡρακλέος προτέρας

  ἀτρεκὴς Ἑλλανοδίκας γλεφάρων Αἰτωλὸς ἀνὴρ ὑψόθεν

  ἀμφὶ κόμαισι βάλῃ γλαυκόχροα κόσμον ἐλαίας, τάν ποτε

  Ἴστρου ἀπὸ σκιαρᾶν παγᾶν ἔνεικεν Ἀμφιτρυωνιάδας,

  15 μνᾶμα τῶν Οὐλυμπίᾳ κάλλιστον ἀέθλων,

  Β΄ δᾶμον Ὑπερβορέων πείσαις Ἀπόλλωνος θεράποντα λόγῳ·

  πιστὰ φρονέων Διὸς αἴτει πανδόκῳ

  ἄλσει σκιαρόν τε φύτευμα ξυνὸν ἀνθρώποις στέφανόν τ’ ἀρετᾶν.

  ἤδη γὰρ αὐτῷ, πατρὶ μὲν βωμῶν ἁγισθέντων, διχόμηνις ὅλον χρυσάρματος

  20 ἑσπέρας ὀφθαλμὸν ἀντέφλεξε Μήνα,

  καὶ μεγάλων ἀέθλων ἁγνὰν κρίσιν καὶ πενταετηρίδ’ ἁμᾶ

  θῆκε ζαθέοις ἐπὶ κρημνοῖς Ἀλφεοῦ·

  ἀλλ’ οὐ καλὰ δένδρε’ ἔθαλλεν χῶρος ἐν βάσσαις Κρονίου Πέλοπος.

  τούτων ἔδοξεν γυμνὸς αὐτ�
� κᾶπος ὀξείαις ὑπακουέμεν αὐγαῖς ἀ[ε]λίου.

  25 δὴ τότ’ ἐς γαῖαν πορεύεν θυμὸς ὥρμα

  Ἰστρίαν νιν· ἔνθα Λατοῦς ἱπποσόα θυγάτηρ

  δέξατ’ ἐλθόντ’ Ἀρκαδίας ἀπὸ δειρᾶν καὶ πολυγνάμπτων μυχῶν,

  εὖτέ νιν ἀγγελίαις Εὐρυσθέος ἔντυ’ ἀνάγκα πατρόθεν

  χρυσόκερων ἔλαφον θήλειαν ἄξονθ’, ἅν ποτε Ταϋγέτα

  30 ἀντιθεῖσ’ Ὀρθωσίας ἔγραψεν ἱεράν.

  Γ΄ τὰν μεθέπων ἴδε καὶ κείναν χθόνα πνοιαῖς ὄπιθεν Βορέα

  ψυχροῦ· τόθι δένδρεα θάμβαινε σταθείς.

  τῶν νιν γλυκὺς ἵμερος ἔσχεν δωδεκάγναμπτον περὶ τέρμα δρόμου

  ἵππων φυτεῦσαι. καί νυν ἐς ταύταν ἑορτὰν ἵλαος ἀντιθέοισιν νίσεται

  35 σὺν βαθυζώνοιο διδύμοις παισὶ Λήδας.

  τοῖς γὰρ ἐπέτραπεν Οὔλυμπόνδ’ ἰὼν θαητὸν ἀγῶνα νέμειν

  ἀνδρῶν τ’ ἀρετᾶς πέρι καὶ ῥιμφαρμάτου

  διφρηλασίας. ἐμὲ δ’ ὦν πᾳ θυμὸς ὀτρύνει φάμεν Ἐμμενίδαις

  Θήρωνί τ’ ἐλθεῖν κῦδος εὐίππων διδόντων Τυνδαριδᾶν, ὅτι πλείσταισι βροτῶν

  40 ξεινίαις αὐτοὺς ἐποίχονται τραπέζαις,

  εὐσεβεῖ γνώμᾳ φυλάσσοντες μακάρων τελετάς.

  εἰ δ’ ἀριστεύει μὲν ὕδωρ, κτεάνων δὲ χρυσὸς αἰδοιέστατος,

  νῦν δὲ πρὸς ἐσχατιὰν Θήρων ἀρεταῖσιν ἱκάνων ἅπτεται

  οἴκοθεν Ἡρακλέος σταλᾶν. τὸ πόρσω δ’ ἐστὶ σοφοῖς ἄβατον

  45 κἀσόφοις. οὔ νιν διώξω· κεινὸς εἴην.

  IV. ΨΑΥΜΙΔΙ ΚΑΜΑΡΙΝΑΙΩΙ

  Α΄ Ἐλατὴρ ὑπέρτατε βροντᾶς ἀκαμαντόποδος Ζεῦ· τεαὶ γὰρ Ὧραι

 

‹ Prev