Book Read Free

Complete Works of Pindar

Page 19

by Pindar


  ὑπὸ ποικιλοφόρμιγγος ἀοιδᾶς ἑλισσόμεναί μ’ ἔπεμψαν

  ὑψηλοτάτων μάρτυρ’ ἀέθλων·

  ξείνων δ’ εὖ πρασσόντων

  5 ἔσαναν αὐτίκ’ ἀγγελίαν ποτὶ γλυκεῖαν ἐσλοί·

  ἀλλὰ Κρόνου παῖ, ὃς Αἴτναν ἔχεις

  ἶπον ἀνεμόεσσαν ἑκατογκεφάλα Τυφῶνος ὀβρίμου,

  Οὐλυμπιονίκαν

  δέξαι Χαρίτων θ’ ἕκατι τόνδε κῶμον,

  10 χρονιώτατον φάος εὐρυσθενέων ἀρετᾶν. Ψαύμιος γὰρ ἵκει

  ὀχέων, ὃς ἐλαίᾳ στεφανωθεὶς Πισάτιδι κῦδος ὄρσαι

  σπεύδει Καμαρίνᾳ. θεὸς εὔφρων

  εἴη λοιπαῖς εὐχαῖς·

  ἐπεί νιν αἰνέω, μάλα μὲν τροφαῖς ἑτοῖμον ἵππων,

  15 χαίροντά τε ξενίαις πανδόκοις,

  καὶ πρὸς Ἡσυχίαν φιλόπολιν καθαρᾷ γνώμᾳ τετραμμένον.

  οὐ ψεύδεϊ τέγξω

  λόγον· διάπειρά τοι βροτῶν ἔλεγχος·

  ἅπερ Κλυμένοιο παῖδα

  20 Λαμνιάδων γυναικῶν ἔλυσεν ἐξ ἀτιμίας.

  χαλκέοισι δ’ ἐν ἔντεσι νικῶν δρόμον

  ἔειπεν Ὑψιπυλείᾳ μετὰ στέφανον ἰών·

  ‘οὗτος ἐγὼ ταχυτᾶτι·

  25 χεῖρες δὲ καὶ ἦτορ ἴσον. φύονται δὲ καὶ νέοις

  ἐν ἀνδράσιν πολιαί

  θαμάκι παρὰ τὸν ἁλικίας ἐοικότα χρόνον.’

  V. ΨΑΥΜΙΔΙ ΚΑΜΑΡΙΝΑΙΩΙ ΑΠΗΝΗΙ

  Α΄ Ὑψηλᾶν ἀρετᾶν καὶ στεφάνων ἄωτον γλυκύν

  τῶν Οὐλυμπίᾳ, Ὠκεανοῦ θύγατερ, καρδίᾳ γελανεῖ

  ἀκαμαντόποδός τ’ ἀπήνας δέκευ Ψαύμιός τε δῶρα·

  ὃς τὰν σὰν πόλιν αὔξων, Καμάρινα, λαοτρόφον,

  5 βωμοὺς ἓξ διδύμους ἐγέραρεν ἑορταῖς θεῶν μεγίσταις

  ὑπὸ βουθυσίαις ἀέθλων τε πεμπαμέροις ἁμίλλαις,

  ἵπποις ἡμιόνοις τε μοναμπυκίᾳ τε. τὶν δὲ κῦδος ἁβρόν

  νικάσας ἀνέθηκε, καὶ ὃν πατέρ’ Ἄκρων’ ἐκάρυξε καὶ τὰν νέοικον ἕδραν.

  Β΄ ἵκων δ’ Οἰνομάου καὶ Πέλοπος παρ’ εὐηράτων

  10 σταθμῶν, ὦ πολιάοχε Παλλάς, ἀείδει μὲν ἄλσος ἁγνόν

  τὸ τεὸν ποταμόν τε Ὤανον ἐγχωρίαν τε λίμναν

  καὶ σεμνοὺς ὀχετούς, Ἵππαρις οἷσιν ἄρδει στρατόν,

  κολλᾷ τε σταδίων θαλάμων ταχέως ὑψίγυιον ἄλσος,

  ὑπ’ ἀμαχανίας ἄγων ἐς φάος τόνδε δᾶμον ἀστῶν·

  15 αἰεὶ δ’ ἀμφ’ ἀρεταῖσι πόνος δαπάνα τε μάρναται πρὸς ἔργον

  κινδύνῳ κεκαλυμμένον· εὖ δὲ τυχόντες σοφοὶ καὶ πολίταις ἔδοξαν ἔμμεν.

  Γ΄ Σωτὴρ ὑψινεφὲς Ζεῦ, Κρόνιόν τε ναίων λόφον

  τιμῶν τ’ Ἀλφεὸν εὐρὺ ῥέοντα Ἰδαῖόν τε σεμνὸν ἄντρον,

  ἱκέτας σέθεν ἔρχομαι Λυδίοις ἀπύων ἐν αὐλοῖς,

  20 αἰτήσων πόλιν εὐανορίαισι τάνδε κλυταῖς

  δαιδάλλειν, σέ τ’, Ὀλυμπιόνικε, Ποσειδανίοισιν ἵπποις

  ἐπιτερπόμενον φέρειν γῆρας· εὔθυμον ἐς τελευτάν

  υἱῶν, Ψαῦμι, παρισταμένων. ὑγίεντα δ’ εἴ τις ὄλβον ἄρδει,

  ἐξαρκέων κτεάτεσσι καὶ εὐλογίαν προστιθείς, μὴ ματεύσῃ θεὸς γενέσθαι.

  VI. ΑΓΗΣΙΑΙ ΣΥΡΑΚΟΣΙΩΙ ΑΠΗΝΗΙ

  Α΄ Χρυσέας ὑποστάσαντες εὐτειχεῖ προθύρῳ θαλάμου

  κίονας ὡς ὅτε θαητὸν μέγαρον

  πάξομεν· ἀρχομένου δ’ ἔργου πρόσωπον

  χρὴ θέμεν τηλαυγές. εἰ δ’ εἴη μὲν Ὀλυμπιονίκας,

  5 βωμῷ τε μαντείῳ ταμίας Διὸς ἐν Πίσᾳ,

  συνοικιστήρ τε τᾶν κλεινᾶν Συρακοσσᾶν, τίνα κεν φύγοι ὕμνον

  κεῖνος ἀνήρ, ἐπικύρσαις ἀφθόνων ἀστῶν ἐν ἱμερταῖς ἀοιδαῖς;

  ἴστω γὰρ ἐν τούτῳ πεδίλῳ δαιμόνιον πόδ’ ἔχων

  Σωστράτου υἱός. ἀκίνδυνοι δ’ ἀρεταί

  10 οὔτε παρ’ ἀνδράσιν οὔτ’ ἐν ναυσὶ κοίλαις

  τίμιαι· πολλοὶ δὲ μέμνανται, καλὸν εἴ τι ποναθῇ.

  Ἁγησία, τὶν δ’ αἶνος ἑτοῖμος, ὃν ἐνδίκας

  ἀπὸ γλώσσας Ἄδραστος μάντιν Οἰκλείδαν ποτ’ ἐς Ἀμφιάρηον

  φθέγξατ’, ἐπεὶ κατὰ γαῖ’ αὐτόν τέ νιν καὶ φαιδίμας ἵππους ἔμαρψεν.

  15 ἑπτὰ δ’ ἔπειτα πυρᾶν νεκροῖς τελεσθέντων Ταλαϊονίδας

  εἶπεν ἐν Θήβαισι τοιοῦτόν τι ἔπος· ‘Ποθέω στρατιᾶς ὀφθαλμὸν ἐμᾶς

  ἀμφότερον μάντιν τ’ ἀγαθὸν καὶ δουρὶ μάρνασθαι.’ τὸ καί

  ἀνδρὶ κώμου δεσπότᾳ πάρεστι Συρακοσίῳ.

  οὔτε δύσηρις ἐὼν οὔτ’ ὦν φιλόνικος ἄγαν,

  20 καὶ μέγαν ὅρκον ὀμόσσαις τοῦτό γέ οἱ σαφέως

  μαρτυρήσω· μελίφθογγοι δ’ ἐπιτρέψοντι Μοῖσαι.

  Β΄ ὦ Φίντις, ἀλλὰ ζεῦξον ἤδη μοι σθένος ἡμιόνων,

  ᾇ τάχος, ὄφρα κελεύθῳ τ’ ἐν καθαρᾷ

  βάσομεν ὄκχον, ἵκωμαί τε πρὸς ἀνδρῶν

  25 καὶ γένος· κεῖναι γὰρ ἐξ ἀλλᾶν ὁδὸν ἁγεμονεῦσαι

  ταύταν ἐπίστανται, στεφάνους ἐν Ὀλυμπίᾳ

  ἐπεὶ δέξαντο· χρὴ τοίνυν πύλας ὕμνων ἀναπιτνάμεν αὐταῖς·

  πρὸς Πιτάναν δὲ παρ’ Εὐρώτα πόρον δεῖ σάμερον ἐλθεῖν ἐν ὥρᾳ·

  ἅ τοι Ποσειδάωνι μιχθεῖσα Κρονίῳ λέγεται

  30 παῖδα ἰόπλοκον Εὐάδναν τεκέμεν.

  κρύψε δὲ παρθενίαν ὠδῖνα κόλποις·

  κυρίῳ δ’ ἐν μηνὶ πέμποισ’ ἀμφιπόλους ἐκέλευσεν

  ἥρωϊ πορσα�
��νειν δόμεν Εἰλατίδᾳ βρέφος,

  ὃς ἀνδρῶν Ἀρκάδων ἄνασσε Φαισάνᾳ, λάχε τ’ Ἀλφεὸν οἰκεῖν·

  35 ἔνθα τραφεῖσ’ ὑπ’ Ἀπόλλωνι γλυκείας πρῶτον ἔψαυσ’ Ἀφροδίτας.

  οὐδ’ ἔλαθ’ Αἴπυτον ἐν παντὶ χρόνῳ κλέπτοισα θεοῖο γόνον.

  ἀλλ’ ὁ μὲν Πυθῶνάδ’, ἐν θυμῷ πιέσαις χόλον οὐ φατὸν ὀξείᾳ μελέτᾳ,

  ᾤχετ’ ἰὼν μαντευσόμενος ταύτας περ’ ἀτλάτου πάθας.

  ἁ δὲ φοινικόκροκον ζώναν καταθηκαμένα

  40 κάλπιδά τ’ ἀργυρέαν λόχμας ὑπὸ κυανέας

  τίκτε θεόφρονα κοῦρον. τᾷ μὲν ὁ χρυσοκόμας

  πραΰμητίν τ’ Ἐλείθυιαν παρέστασ’ ἔν τε Μοίρας·

  Γ΄ ἦλθεν δ’ ὑπὸ σπλάγχων ὑπ’ ὠδίνεσσ’ ἐραταῖς Ἴαμος

  ἐς φάος αὐτίκα. τὸν μὲν κνιζομένα

  45 λεῖπε χαμαί· δύο δὲ γλαυκῶπες αὐτόν

  δαιμόνων βουλαῖσιν ἐθρέψαντο δράκοντες ἀμεμφεῖ

  ἰῷ μελισσᾶν καδόμενοι. βασιλεὺς δ’ ἐπεί

  πετραέσσας ἐλαύνων ἵκετ’ ἐκ Πυθῶνος, ἅπαντας ἐν οἴκῳ

  εἴρετο παῖδα, τὸν Εὐάδνα τέκοι· Φοίβου γὰρ αὐτὸν φᾶ γεγάκειν

  50 πατρός, περὶ θνατῶν δ’ ἔσεσθαι μάντιν ἐπιχθονίοις

  ἔξοχον, οὐδέ ποτ’ ἐκλείψειν γενεάν.

  ὣς ἄρα μάνυε. τοὶ δ’ οὔτ’ ὦν ἀκοῦσαι

  οὔτ’ ἰδεῖν εὔχοντο πεμπταῖον γεγενημένον. ἀλλ’ ἐν

  κέκρυπτο γὰρ σχοίνῳ βατιᾷ τ’ ἐν ἀπειρίτῳ,

  55 ἴων ξανθαῖσι καὶ παμπορφύροις ἀκτῖσι βεβρεγμένος ἁβρόν

  σῶμα· τὸ καὶ κατεφάμιξεν καλεῖσθαί νιν χρόνῳ σύμπαντι μάτηρ

  τοῦτ’ ὄνυμ’ ἀθάνατον. τερπνᾶς δ’ ἐπεὶ χρυσοστεφάνοιο λάβεν

  καρπὸν Ἥβας, Ἀλφεῷ μέσσῳ καταβαὶς ἐκάλεσσε Ποσειδᾶν’ εὐρυβίαν,

  ὃν πρόγονον, καὶ τοξοφόρον Δάλου θεοδμάτας σκοπόν,

  60 αἰτέων λαοτρόφον τιμάν τιν’ ἑᾷ κεφαλᾷ,

  νυκτὸς ὑπαίθριος. ἀντεφθέγξατο δ’ ἀρτιεπής

  πατρία ὄσσα, μετάλλασέν τέ νιν. ‘Ὄρσο, τέκνον,

  δεῦρο πάγκοινον ἐς χώραν ἴμεν φάμας ὄπισθεν.’

  Δ΄ ἵκοντο δ’ ὑψηλοῖο πέτραν ἀλίβατον Κρονίου

  65 ἔνθα οἱ ὤπασε θησαυρὸν δίδυμον

  μαντοσύνας, τόκα μὲν φωνὰν ἀκούειν

  ψευδέων ἄγνωτον, εὖτ’ ἂν δὲ θρασυμάχανος ἐλθών

  Ἡρακλέης, σεμνὸν θάλος Ἀλκαϊδᾶν, πατρί

  ἑορτάν τε κτίσῃ πλειστόμβροτον τεθμόν τε μέγιστον ἀέθλων,

  70 Ζηνὸς ἐπ’ ἀκροτάτῳ βωμῷ τότ’ αὖ χρηστήριον θέσθαι κέλευσεν.

  ἐξ οὗ πολύκλειτον καθ’ Ἕλλανας γένος Ἰαμιδᾶν·

  ὄλβος ἅμ’ ἕσπετο· τιμῶντες δ’ ἀρετάς

  ἐς φανερὰν ὁδὸν ἔρχονται· τεκμαίρει

  χρῆμ’ ἕκαστον· μῶμος ἐξ ἄλλων κρέμαται φθονεόντων

  75 τοῖς, οἷς ποτε πρώτοις περὶ δωδέκατον δρόμον

  ἐλαυνόντεσσιν αἰδοία ποτιστάξῃ Χάρις εὐκλέα μορφάν.

  εἰ δ’ ἐτύμως ὑπὸ Κυλλάνας ὄρος, Ἁγησία, μάτρωες ἄνδρες

  ναιετάοντες ἐδώρησαν θεῶν κάρυκα λιταῖς θυσίαις

  πολλὰ δὴ πολλαῖσιν Ἑρμᾶν εὐσεβέως, ὃς ἀγῶνας ἔχει μοῖράν τ’ ἀέθλων,

  80 Ἀρκαδίαν τ’ εὐάνορα τιμᾷ· κεῖνος, ὦ παῖ Σωστράτου,

  σὺν βαρυγδούπῳ πατρὶ κραίνει σέθεν εὐτυχίαν.

  δόξαν ἔχω τιν’ ἐπὶ γλώσσᾳ λιγυρᾶς ἀκόνας,

  ἅ μ’ ἐθέλοντα προσέρπει καλλιρόαισι πνοαῖς.

  ματρομάτωρ ἐμὰ Στυμφαλίς, εὐανθὴς Μετώπα,

  Ε΄ πλάξιππον ἃ Θήβαν ἔτικτεν, τᾶς ἐρατεινὸν ὕδωρ

  86 πίομαι, ἀνδράσιν αἰχματαῖσι πλέκων

  ποικίλον ὕμνον. ὄτρυνον νῦν ἑταίρους,

  Αἰνέα, πρῶτον μὲν Ἥραν Παρθενίαν κελαδῆσαι,

  γνῶναί τ’ ἔπειτ’, ἀρχαῖον ὄνειδος ἀλαθέσιν

  90 λόγοις εἰ φεύγομεν, Βοιωτίαν ὗν. ἐσσὶ γὰρ ἄγγελος ὀρθός,

  ἠϋκόμων σκυτάλα Μοισᾶν, γλυκὺς κρατὴρ ἀγαφθέγκτων ἀοιδᾶν·

  εἶπον δὲ μεμνᾶσθαι Συρακοσσᾶν τε καὶ Ὀρτυγίας·

  τὰν Ἱέρων καθαρῷ σκάπτῳ διέπων,

  ἄρτια μηδόμενος, φοινικόπεζαν

  95 ἀμφέπει Δάματρα λευκίππου τε θυγατρὸς ἑορτάν

  καὶ Ζηνὸς Αἰτναίου κράτος. ἁδύλογοι δέ νιν

  λύραι μολπαί τε γινώσκοντι. μὴ θράσσοι χρόνος ὄλβον ἐφέρπων,

  σὺν δὲ φιλοφροσύναις εὐηράτοις Ἁγησία δέξαιτο κῶμον

  οἴκοθεν οἴκαδ’ ἀπὸ Στυμφαλίων τειχέων ποτινισόμενον,

  100 ματέρ’ εὐμήλοιο λείποντ’ Ἀρκαδίας. ἀγαθαὶ δὲ πέλοντ’ ἐν χειμερίᾳ

  νυκτὶ θοᾶς ἐκ ναὸς ἀπεσκίμφθαι δύ’ ἄγκυραι. θεός

  τῶνδε κείνων τε κλυτὰν αἶσαν παρέχοι φιλέων.

  δέσποτα ποντόμεδον, εὐθὺν δὲ πλόον καμάτων

  ἐκτὸς ἐόντα δίδοι, χρυσαλακάτοιο πόσις

  105 Ἀμφιτρίτας, ἐμῶν δ’ ὕμνων ἄεξ’ εὐτερπὲς ἄνθος.

  VII. ΔΙΑΓΟΡΑΙ ΡΟΔΙΩΙ ΠΥΚΤΗΙ

  Α΄ Φιάλαν ὡς εἴ τις ἀφνειᾶς ἀπὸ χειρὸς ἑλών

  ἔνδον ἀμπέλου καχλάζοισαν δρόσῳ

  δωρήσεται

  νεανίᾳ γαμβρῷ προπίνων οἴκοθεν οἴκαδε, πάγχρυσον, κορυφὰν κτεάνων,

  5 συμποσίου τε χάριν κᾶδός τε τιμάσαις ‹ν›έον, ἐν δὲ φίλων

  παρεόντων θῆκ
έ νιν ζαλωτὸν ὁμόφρονος εὐνᾶς·

  καὶ ἐγὼ νέκταρ χυτόν, Μοισᾶν δόσιν, ἀ[έ]θλοφόροις

  ἀνδράσιν πέμπων, γλυκὺν καρπὸν φρενός,

  ἱλάσκομαι,

  10 Ὀλυμπίᾳ Πυθοῖ τε νικώντεσσιν· ὁ δ’ ὄλβιος, ὃν φᾶμαι κατέχωντ’ ἀγαθαί·

  ἄλλοτε δ’ ἄλλον ἐποπτεύει Χάρις ζωθάλμιος ἁδυμελεῖ

  θαμὰ μὲν φόρμιγγι παμφώνοισί τ’ ἐν ἔντεσιν αὐλῶν.

  καί νυν ὑπ’ ἀμφοτέρων σὺν Διαγόρᾳ κατέβαν, τὰν ποντίαν

  ὑμνέων, παῖδ’ Ἀφροδίτας Ἀελίοιό τε νύμφαν, Ῥόδον,

  15 εὐθυμάχαν ὄφρα πελώριον ἄνδρα παρ’ Ἀλφειῷ στεφανωσάμενον

  αἰνέσω πυγμᾶς ἄποινα

  καὶ παρὰ Κασταλίᾳ, πατέρα τε Δαμάγητον ἁδόντα Δίκᾳ,

  Ἀσίας εὐρυχόρου τρίπολιν νᾶσον πέλας

  ἐμβόλῳ ναίοντας Ἀργείᾳ σὺν αἰχμᾷ.

  Β΄ ἐθελήσω τοῖσιν ἐξ ἀρχᾶς ἀπὸ Τλαπολέμου

  21 ξυνὸν ἀγγέλλων διορθῶσαι λόγον,

  Ἡρακλέος

  εὐρυσθενεῖ γέννᾳ. τὸ μὲν γὰρ πατρόθεν ἐκ Διὸς εὔχονται· τὸ δ’ Ἀμυντορίδαι

  ματρόθεν Ἀστυδαμείας. ἀμφὶ δ’ ἀνθρώπων φρασὶν ἀμπλακίαι

  25 ἀναρίθμητοι κρέμανται· τοῦτο δ’ ἀμάχανον εὑρεῖν,

  ὅτι νῦν ἐν καὶ τελευτᾷ φέρτατον ἀνδρὶ τυχεῖν.

  καὶ γὰρ Ἀλκμήνας κασίγνητον νόθον

  σκάπτῳ θενών

  σκληρᾶς ἐλαίας ἔκτανεν Τίρυνθι Λικύμνιον ἐλθόντ’ ἐκ θαλάμων Μιδέας

 

‹ Prev