Book Read Free

Complete Works of Pindar

Page 22

by Pindar


  τῶν ἀνὴρ θνατὸς οὔπω τις πρότερον.

  δύο δ’ αὐτὸν ἔρεψαν

  πλόκοι σελίνων ἐν Ἰσθμιάδεσσιν

  φανέντα· Νέμεά τ’ οὐκ ἀντιξοεῖ·

  35 πατρὸς δὲ Θεσσαλοῖ’ ἐπ’ Ἀλφεοῦ

  ῥεέθροισιν αἴγλα ποδῶν ἀνάκειται,

  Πυθοῖ τ’ ἔχει σταδίου τιμὰν διαύλου θ’ ἁλίῳ ἀμφ’ ἑνί, μηνός τέ οἱ

  τωὐτοῦ κρανααῖς ἐν Ἀθάναισι τρία ἔργα ποδαρκής

  ἁμέρα θῆκε κάλλιστ’ ἀμφὶ κόμαις,

  40 Ἑλλώτια δ’ ἑπτάκις· ἐν δ’ ἀμφιάλοισι Ποτειδᾶνος τεθμοῖσιν

  Πτοιοδώρῳ σὺν πατρὶ μακρότεραι

  Τερψίᾳ θ’ ἕψοντ’ Ἐριτίμῳ τ’ ἀοιδαί·

  ὅσσα τ’ ἐν Δελφοῖσιν ἀριστεύσατε,

  ἠδὲ χόρτοις ἐν λέοντος, δηρίομαι πολέσιν

  45 περὶ πλήθει καλῶν· ὡς μὰν σαφές

  οὐκ ἂν εἰδείην λέγειν ποντιᾶν ψάφων ἀριθμόν.

  Γ΄ ἕπεται δ’ ἐν ἑκάστῳ

  μέτρον· νοῆσαι δὲ καιρὸς ἄριστος.

  ἐγὼ δὲ ἴδιος ἐν κοινῷ σταλείς

  50 μῆτίν τε γαρύων παλαιγόνων

  πόλεμόν τ’ ἐν ἡρωΐαις ἀρεταῖσιν

  οὐ ψεύσομ’ ἀμφὶ Κορίνθῳ, Σίσυφον μὲν πυκνότατον παλάμαις ὡς θεόν,

  καὶ τὰν πατρὸς ἀντία Μήδειαν θεμέναν γάμον αὐτᾷ,

  ναῒ σώτειραν Ἀργοῖ καὶ προπόλοις·

  55 τὰ δὲ καί ποτ’ ἐν ἀλκᾷ

  πρὸ Δαρδάνου τειχέων ἐδόκησαν

  ἐπ’ ἀμφότερα μαχᾶν τάμνειν τέλος,

  τοὶ μὲν γένει φίλῳ σὺν Ἀτρέος

  Ἑλέναν κομίζοντες, οἱ δ’ ἀπὸ πάμπαν

  60 εἴργοντες· ἐκ Λυκίας δὲ Γλαῦκον ἐλθόντα τρόμεον Δαναοί. τοῖσι μέν

  ἐξεύχετ’ ἐν ἄστεϊ Πειράνας σφετέρου πατρὸς ἀρχάν

  καὶ βαθὺν κλᾶρον ἔμμεν καὶ μέγαρον·

  ὃς τᾶς ὀφιώδεος υἱόν ποτε Γοργόνος ἦ πόλλ’ ἀμφὶ κρουνοῖς

  Πάγασον ζεῦξαι ποθέων ἔπαθεν,

  65 πρίν γέ οἱ χρυσάμπυκα κούρα χαλινόν

  Παλλὰς ἤνεγκ’, ἐξ ὀνείρου δ’ αὐτίκα

  ἦν ὕπαρ, φώνασε δ’· ‘Εὕδεις Αἰολίδα βασιλεῦ;

  ἄγε φίλτρον τόδ’ ἵππειον δέκευ,

  καὶ Δαμαίῳ νιν θύων ταῦρον ἀργάεντα πατρὶ δεῖξον.’

  Δ΄ κυάναιγις ἐν ὄρφνᾳ

  71 κνώσσοντί οἱ παρθένος τόσα εἰπεῖν

  ἔδοξεν· ἀνὰ δ’ ἔπαλτ’ ὀρθῷ ποδί.

  παρκείμενον δὲ συλλαβὼν τέρας,

  ἐπιχώριον μάντιν ἄσμενος εὗρεν,

  75 δεῖξέν τε Κοιρανίδᾳ πᾶσαν τελευτὰν πράγματος, ὥς τ’ ἀνὰ βωμῷ θεᾶς

  κοιτάξατο νύκτ’ ἀπὸ κείνου χρήσιος, ὥς τέ οἱ αὐτά

  Ζηνὸς ἐγχεικεραύνου παῖς ἔπορεν

  δαμασίφρονα χρυσόν.

  ἐνυπνίῳ δ’ ᾇ τάχιστα πιθέσθαι

  80 κελήσατό νιν, ὅταν δ’ εὐρυσθενεῖ

  καρταίποδ’ ἀναρύῃ Γαιαόχῳ,

  θέμεν Ἱππίᾳ βωμὸν εὐθὺς Ἀθάνᾳ.

  τελεῖ δὲ θεῶν δύναμις καὶ τὰν παρ’ ὅρκον καὶ παρὰ ἐλπίδα κούφαν κτίσιν.

  ἤτοι καὶ ὁ καρτερὸς ὁρμαίνων ἕλε Βελλεροφόντας,

  85 φάρμακον πραῢ τείνων ἀμφὶ γένυι,

  ἵππον πτερόεντ’· ἀναβαὶς δ’ εὐθὺς ἐνόπλια χαλκωθεὶς ἔπαιζεν.

  σὺν δὲ κείνῳ καί ποτ’ Ἀμαζονίδων

  αἰθέρος ψυχρῶν ἀπὸ κόλπων ἐρήμου

  τοξόταν βάλλων γυναικεῖον στρατόν

  90 καὶ Χίμαιραν πῦρ πνέοισαν καὶ Σολύμους ἔπεφνεν.

  διασωπάσομαί οἱ μόρον ἐγώ·

  τὸν δ’ ἐν Οὐλύμπῳ φάτναι Ζηνὸς ἀρχαῖαι δέκονται.

  Ε΄ ἐμὲ δ’ εὐθὺν ἀκόντων

  ἱέντα ῥόμβον παρὰ σκοπὸν οὐ χρή

  95 τὰ πολλὰ βέλεα καρτύνειν χεροῖν.

  Μοίσαις γὰρ ἀγλαοθρόνοις ἑκών

  Ὀλιγαιθίδαισίν τ’ ἔβαν ἐπίκουρος.

  Ἰσθμοῖ τά τ’ ἐν Νεμέᾳ παύρῳ ἔπει θήσω φανέρ’ ἀθρό’, ἀλαθής τέ μοι

  ἔξορκος ἐπέσσεται ἑξηκοντάκι δἠμφοτέρωθεν

  100 ἁδύγλωσσος βοὰ κάρυκος ἐσλοῦ.

  τὰ δ’ Ὀλυμπίᾳ αὐτῶν

  ἔοικεν ἤδη πάροιθε λελέχθαι·

  τά τ’ ἐσσόμενα τότ’ ἂν φαίην σαφές.

  νῦν δ’ ἔλπομαι μέν, ἐν θεῷ γε μάν

  105 τέλος· εἰ δὲ δαίμων γενέθλιος ἕρποι,

  Δὶ τοῦτ’ Ἐνυαλίῳ τ’ ἐκδώσομεν πράσσειν. τὰ δ’ ὑπ’ ὀφρύϊ Παρνασσίᾳ

  ἕξ· Ἄργεΐ θ’ ὅσσα καὶ ἐν Θήβαις· ὅσα τ’ Ἀρκάσι βάσσαις

  μαρτυρήσει Λυκαίου βωμὸς ἄναξ·

  Πέλλανά τε καὶ Σικυὼν καὶ Μέγαρ’ Αἰακιδᾶν τ’ εὐερκὲς ἄλσος

  110 ἅ τ’ Ἐλευσὶς καὶ λιπαρὰ Μαραθών

  ταί θ’ ὑπ’ Αἴτνας ὑψιλόφου καλλίπλουτοι

  πόλιες ἅ τ’ Εὔβοια· καὶ πᾶσαν κάτα

  Ἑλλάδ’ εὑρήσεις ἐρευνῶν μάσσον’ ἢ ὡς ἰδέμεν.

  ἄγε κούφοισιν ἔκνευσον ποσίν·

  115 Ζεῦ τέλει’, αἰδῶ δίδοι καὶ τύχαν τερπνῶν γλυκεῖαν.

  XIV. ΑΣΩΠΙΚΩΙ ΟΡΧΟΜΕΝΙΩΙ ΣΤΑΔΙΕΙ

  Α΄ Καφισίων ὑδάτων

  λαχοῖσαι αἵτε ναίετε καλλίπωλον ἕδραν,

  ὦ λιπαρᾶς ἀοίδιμοι βασίλειαι

  Χάριτες Ἐρχομενοῦ, παλαιγόνων Μινυᾶν ἐπίσκοποι,

  5 κλῦτ’, ἐπεὶ εὔχομαι· σὺν γὰρ ὑμῖν τά ‹τε› τερπνὰ καί

  τὰ γλυκέ’ ἄνεται πάντα βροτοῖς,

  εἰ σοφός, εἰ καλός, ε�
� τις ἀγλαὸς ἀνήρ.

  οὐδὲ γὰρ θεοὶ σεμνᾶν Χαρίτων ἄτερ

  κοιρανέοντι χοροὺς οὔτε δαῖτας· ἀλλὰ πάντων ταμίαι

  10 ἔργων ἐν οὐρανῷ, χρυσότοξον θέμεναι πάρα

  Πύθιον Ἀπόλλωνα θρόνους,

  αἰέναον σέβοντι πατρὸς Ὀλυμπίοιο τιμάν.

  Β΄ ‹ὦ› πότνι’ Ἀγλαΐα

  φιλησίμολπέ τ’ Εὐφροσύνα, θεῶν κρατίστου

  15 παῖδες, ἐπακοοῖτε νῦν, Θαλία τε

  ἐρασίμολπε, ἰδοῖσα τόνδε κῶμον ἐπ’ εὐμενεῖ τύχᾳ

  κοῦφα βιβῶντα· Λυδῷ γὰρ Ἀσώπιχον ἐν τρόπῳ

  ἐν μελέταις τ’ ἀείδων ἔμολον,

  οὕνεκ’ Ὀλυμπιόνικος ἁ Μινύεια

  20 σεῦ ἕκατι. μελαντειχέα νῦν δόμον

  Φερσεφόνας ἔλθ’, Ἀχοῖ, πατρὶ κλυτὰν φέροισ’ ἀγγελίαν,

  Κλεόδαμον ὄφρ’ ἰδοῖσ’, υἱὸν εἴπῃς ὅτι οἱ νέαν

  κόλποις παρ’ εὐδόξοις Πίσας

  ἐστεφάνωσε κυδίμων ἀέθλων πτεροῖσι χαίταν.

  Πυθιόνικοι — Pythian Odes

  I. ΙΕΡΩΝΙ ΑΙΤΝΑΙΩΙ ΑΡΜΑΤΙ

  Α΄ Χρυσέα φόρμιγξ, Ἀπόλλωνος καὶ ἰοπλοκάμων

  σύνδικον Μοισᾶν κτέανον· τᾶς ἀκούει μὲν βάσις ἀγλαΐας ἀρχά,

  πείθονται δ’ ἀοιδοὶ σάμασιν

  ἁγησιχόρων ὁπόταν προοιμίων ἀμβολὰς τεύχῃς ἐλελιζομένα.

  5 καὶ τὸν αἰχματὰν κεραυνὸν σβεννύεις

  αἰενάου πυρός. εὕδει δ’ ἀνὰ σκάπτῳ Διὸς αἰετός, ὠκεῖαν πτέρυγ’ ἀμφοτέρωθεν χαλάξαις,

  ἀρχὸς οἰωνῶν, κελαινῶπιν δ’ ἐπί οἱ νεφέλαν

  ἀγκύλῳ κρατί, γλεφάρων ἁδὺ κλάϊθρον, κατέχευας· ὁ δὲ κνώσσων

  ὑγρὸν νῶτον αἰωρεῖ, τεαῖς

  10 ῥιπαῖσι κατασχόμενος. καὶ γὰρ βιατὰς Ἄρης, τραχεῖαν ἄνευθε λιπών

  ἐγχέων ἀκμάν, ἰαίνει καρδίαν

  κώματι, κῆλα δὲ καὶ δαιμόνων θέλγει φρένας ἀμφί τε Λατοίδα σοφίᾳ βαθυκόλπων τε Μοισᾶν.

  ὅσσα δὲ μὴ πεφίληκε Ζεύς, ἀτύζονται βοάν

  Πιερίδων ἀΐοντα, γᾶν τε καὶ πόντον κατ’ ἀμαιμάκετον,

  15 ὅς τ’ ἐν αἰνᾷ Ταρτάρῳ κεῖται, θεῶν πολέμιος,

  Τυφὼς ἑκατοντακάρανος· τόν ποτε

  Κιλίκιον θρέψεν πολυώνυμον ἄντρον· νῦν γε μάν

  ταί θ’ ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαι

  Σικελία τ’ αὐτοῦ πιέζει στέρνα λαχνάεντα· κίων δ’ οὐρανία συνέχει,

  20 νιφόεσσ’ Αἴτνα, πάνετες χιόνος ὀξείας τιθήνα·

  Β΄ τᾶς ἐρεύγονται μὲν ἀπλάτου πυρὸς ἁγνόταται

  ἐκ μυχῶν παγαί· ποταμοὶ δ’ ἁμέραισιν μὲν προχέοντι ῥόον καπνοῦ

  αἴθων’· ἀλλ’ ἐν ὄρφναισιν πέτρας

  φοίνισσα κυλινδομένα φλὸξ ἐς βαθεῖαν φέρει πόντου πλάκα σὺν πατάγῳ.

  25 κεῖνο δ’ Ἁφαίστοιο κρουνοὺς ἑρπετόν

  δεινοτάτους ἀναπέμπει· τέρας μὲν θαυμάσιον προσιδέσθαι, θαῦμα δὲ καὶ παρεόντων ἀκοῦσαι,

  οἷον Αἴτνας ἐν μελαμφύλλοις δέδεται κορυφαῖς

  καὶ πέδῳ, στρωμνὰ δὲ χαράσσοισ’ ἅπαν νῶτον ποτικεκλιμένον κεντεῖ.

  εἴη, Ζεῦ, τὶν εἴη ἁνδάνειν,

  30 ὃς τοῦτ’ ἐφέπεις ὄρος, εὐκάρποιο γαίας μέτωπον, τοῦ μὲν ἐπωνυμίαν

  κλεινὸς οἰκιστὴρ ἐκύδανεν πόλιν

  γείτονα, Πυθιάδος δ’ ἐν δρόμῳ κάρυξ ἀνέειπέ νιν ἀγγέλλων Ἱέρωνος ὑπὲρ καλλινίκου

  ἅρμασι. ναυσιφορήτοις δ’ ἀνδράσι πρώτα χάρις

  ἐς πλόον ἀρχομένοις πομπαῖον ἐλθεῖν οὖρον· ἐοικότα γάρ

  35 καὶ τελευτᾷ φερτέρου νόστου τυχεῖν, ὁ δὲ λόγος

  ταύταις ἐπὶ συντυχίαις δόξαν φέρει

  λοιπὸν ἔσσεσθαι στεφάνοισί ν‹ιν› ἵπποις τε κλυτάν

  καὶ σὺν εὐφώνοις θαλίαις ὀνυμαστάν.

  Λύκιε καὶ Δάλοι’ ἀνάσσων Φοῖβε Παρνασσοῦ τε κράναν Κασταλίαν φιλέων,

  40 ἐθελήσαις ταῦτα νόῳ τιθέμεν εὔανδρόν τε χώραν.

  Γ΄ ἐκ θεῶν γὰρ μαχαναὶ πᾶσαι βροτέαις ἀρεταῖς,

  καὶ σοφοὶ καὶ χερσὶ βιαταὶ περίγλωσσοί τ’ ἔφυν. ἄνδρα δ’ ἐγὼ κεῖνον

  αἰνῆσαι μενοινῶν ἔλπομαι

  μὴ χαλκοπάραον ἄκονθ’ ὡσείτ’ ἀγῶνος βαλεῖν ἔξω παλάμᾳ δονέων,

  45 μακρὰ δὲ ῥίψαις ἀμεύσασθ’ ἀντίους.

  εἰ γὰρ ὁ πᾶς χρόνος ὄλβον μὲν οὕτω καὶ κτεάνων δόσιν εὐθύνοι, καμάτων δ’ ἐπίλασιν παράσχοι·

  ἦ κεν ἀμνάσειεν, οἵαις ἐν πολέμοισι μάχαις

  τλάμονι ψυχᾷ παρέμειν’, ἁνίχ’ εὑρίσκοντο θεῶν παλάμαις τιμάν

  οἵαν οὔτις Ἑλλάνων δρέπει

  50 πλούτου στεφάνωμ’ ἀγέρωχον. νῦν γε μὰν τὰν Φιλοκτήταο δίκαν ἐφέπων

  ἐστρατεύθη· σὺν δ’ ἀνάγκᾳ νιν φίλον

  καί τις ἐὼν μεγαλάνωρ ἔσανεν. φαντὶ δὲ Λαμνόθεν ἕλκει τειρόμενον μεταβάσοντας ἐλθεῖν

  ἥροας ἀντιθέους Ποίαντος υἱὸν τοξόταν·

  ὃς Πριάμοιο πόλιν πέρσεν, τελεύτασέν τε πόνους Δαναοῖς,

  55 ἀσθενεῖ μὲν χρωτὶ βαίνων, ἀλλὰ μοιρίδιον ἦν.

  οὕτω δ’ Ἱέρωνι θεὸς ὀρθωτὴρ πέλοι

  τὸν προσέρποντα χρόνον, ὧν ἔραται καιρὸν διδούς.

  Μοῖσα, καὶ πὰρ Δεινομένει κελαδῆσαι

  πίθεό μοι ποινὰν τεθρίππων· χάρμα δ’ οὐκ ἀλλότριον νικαφορία πατέρος.

 
; 60 ἄγ’ ἔπειτ’ Αἴτνας βασιλεῖ φίλιον ἐξεύρωμεν ὕμνον·

  Δ΄ τῷ πόλιν κείναν θεοδμάτῳ σὺν ἐλευθερίᾳ

  Ὑλλίδος στάθμας Ἱέρων ἐν νόμοις ἔκτισσε· θέλοντι δὲ Παμφύλου

  καὶ μὰν Ἡρακλειδᾶν ἔκγονοι

  ὄχθαις ὕπο Ταϋγέτου ναίοντες αἰεὶ μένειν τεθμοῖσιν ἐν Αἰγιμιοῦ

  65 Δωριεῖς. ἔσχον δ’ Ἀμύκλας ὄλβιοι

  Πινδόθεν ὀρνύμενοι, λευκοπώλων Τυνδαριδᾶν βαθύδοξοι γείτονες, ὧν κλέος ἄνθησεν αἰχμᾶς.

  Ζεῦ τέλει’, αἰεὶ δὲ τοιαύταν Ἀμένα παρ’ ὕδωρ

  αἶσαν ἀστοῖς καὶ βασιλεῦσιν διακρίνειν ἔτυμον λόγον ἀνθρώπων.

  σύν τοι τίν κεν ἁγητὴρ ἀνήρ,

  70 υἱῷ τ’ ἐπιτελλόμενος, δᾶμον γεραίρων τράποι σύμφωνον ἐς ἡσυχίαν.

  λίσσομαι νεῦσον, Κρονίων, ἥμερον

  ὄφρα κατ’ οἶκον ὁ Φοίνιξ ὁ Τυρσανῶν τ’ ἀλαλατὸς ἔχῃ, ναυσίστονον ὕβριν ἰδὼν τὰν πρὸ Κύμας,

  οἷα Συρακοσίων ἀρχῷ δαμασθέντες πάθον,

  ὠκυπόρων ἀπὸ ναῶν ὅ σφιν ἐν πόντῳ βάλεθ’ ἁλικίαν,

  75 Ἑλλάδ’ ἐξέλκων βαρείας δουλίας. ἀρέομαι

  πὰρ μὲν Σαλαμῖνος Ἀθαναίων χάριν

  μισθόν, ἐν Σπάρτᾳ δ’ ‹ἀπὸ› τᾶν πρὸ Κιθαιρῶνος μαχᾶν,

  ταῖσι Μήδειοι κάμον ἀγκυλότοξοι,

  παρ‹ὰ› δὲ τὰν εὔυδρον ἀκτὰν Ἱμέρα παίδεσσιν ὕμνον Δεινομένεος τελέσαις,

  80 τὸν ἐδέξαντ’ ἀμφ’ ἀρετᾷ, πολεμίων ἀνδρῶν καμόντων.

  Ε΄ καιρὸν εἰ φθέγξαιο, πολλῶν πείρατα συντανύσαις

 

‹ Prev