Complete Works of Pindar
Page 21
ἄλοχος, εὐφράνθη τε ἰδὼν ἥρως θετὸν υἱόν,
μάτρωος δ’ ἐκάλεσσέ νιν
ἰσώνυμον ἔμμεν,
65 ὑπέρφατον ἄνδρα μορφᾷ τε καί
ἔργοισι. πόλιν δ’ ὤπασεν λαόν τε διαιτᾶν.
ἀφίκοντο δέ οἱ ξένοι
ἔκ τ’ Ἄργεος ἔκ τε Θηβᾶν, οἱ δ’ Ἀρκάδες, οἱ δὲ καὶ Πισᾶται·
υἱὸν δ’ Ἄκτορος ἐξόχως τίμασεν ἐποίκων
70 Αἰγίνας τε Μενοίτιον. τοῦ παῖς ἅμ’ Ἀτρείδαις
Τεύθραντος πεδίον μολὼν ἔστα σὺν Ἀχιλλεῖ
μόνος, ὅτ’ ἀλκάεντας Δαναοὺς τρέψαις ἁλίαισιν
πρύμναις Τήλεφος ἔμβαλεν·
ὥστ’ ἔμφρονι δεῖξαι
75 μαθεῖν Πατρόκλου βιατὰν νόον·
ἐξ οὗ Θέτιος γόνος οὐλίῳ νιν ἐν Ἄρει
παραγορεῖτο μή ποτε
σφετέρας ἄτερθε ταξιοῦσθαι
δαμασιμβρότου αἰχμᾶς.
80 εἴην εὑρησιεπὴς ἀναγεῖσθαι
πρόσφορος ἐν Μοισᾶν δίφρῳ· τόλμα δὲ καὶ ἀμφιλαφὴς δύναμις
ἕσποιτο. προξενίᾳ δ’ ἀρετᾷ τ’ ἦλθον
τιμάορος Ἰσθμίαισι Λαμπρομάχου μίτραις, ὅτ’ ἀμφότεροι κράτησαν
Δ΄ μίαν ἔργον ἀν’ ἁμέραν.
86 ἄλλαι δὲ δύ’ ἐν Κορίνθου πύλαις ἐγένοντ’ ἔπειτα χάρμαι,
ταὶ δὲ καὶ Νεμέας Ἐφαρμόστῳ κατὰ κόλπον·
Ἄργει τ’ ἔσχεθε κῦδος ἀνδρῶν, παῖς δ’ ἐν Ἀθάναις,
οἷον δ’ ἐν Μαραθῶνι συλαθεὶς ἀγενείων
90 μένεν ἀγῶνα πρεσβυτέρων ἀμφ’ ἀργυρίδεσσιν·
φῶτας δ’ ὀξυρεπεῖ δόλῳ
ἀπτωτὶ δαμάσσαις
διήρχετο κύκλον ὅσσᾳ βοᾷ,
ὡραῖος ἐὼν καὶ καλὸς κάλλιστά τε ῥέξαις.
95 τὰ δὲ Παρρασίῳ στρατῷ
θαυμαστὸς ἐὼν φάνη Ζηνὸς ἀμφὶ πανάγυριν Λυκαίου,
καὶ ψυχρᾶν ὁπότ’ εὐδιανὸν φάρμακον αὐρᾶν
Πελλάνᾳ φέρε· σύνδικος δ’ αὐτῷ Ἰολάου
τύμβος ἐνναλία τ’ Ἐλευσὶς ἀγλαΐαισιν.
100 τὸ δὲ φυᾷ κράτιστον ἅπαν· πολλοὶ δὲ διδακταῖς
ἀνθρώπων ἀρεταῖς κλέος
ὤρουσαν ἀρέσθαι·
ἄνευ δὲ θεοῦ, σεσιγαμένον
οὐ σκαιότερον χρῆμ’ ἕκαστον· ἐντὶ γὰρ ἄλλαι
105 ὁδῶν ὁδοὶ περαίτεραι,
μία δ’ οὐχ ἅπαντας ἄμμε θρέψει
μελέτα· σοφίαι μέν
αἰπειναί· τοῦτο δὲ προσφέρων ἄ[ε]θλον,
ὄρθιον ὤρυσαι θαρσέων, τόνδ’ ἀνέρα δαιμονίᾳ γεγάμεν
110 εὔχειρα, δεξιόγυιον, ὁρῶντ’ ἀλκάν,
Αἶαν, τεόν τ’ ἐν δαιτί, Ἰλιάδα, νικῶν ἐπεστεφάνωσε βωμόν.
X. ΑΓΗΣΙΔΑΜΩΙ ΛΟΚΡΩΙ ΕΠΙΖΕΦΥΡΙΩΙ ΠΑΙΔΙ ΠΥΚΤΗΙ
Τὸν Ὀλυμπιονίκαν ἀνάγνωτέ μοι
Ἀρχεστράτου παῖδα, πόθι φρενός
ἐμᾶς γέγραπται· γλυκὺ γὰρ αὐτῷ μέλος ὀφείλων ἐπιλέλαθ’· ὦ Μοῖσ’, ἀλλὰ σὺ καὶ θυγάτηρ
Ἀλάθεια Διός, ὀρθᾷ χερί
5 ἐρύκετον ψευδέων
ἐνιπὰν ἀλιτόξενον.
ἕκαθεν γὰρ ἐπελθὼν ὁ μέλλων χρόνος
ἐμὸν καταίσχυνε βαθὺ χρέος.
ὅμως δὲ λῦσαι δυνατὸς ὀξεῖαν ἐπιμομφὰν τόκος· ὁρᾶτ’ ὦν νῦν ψᾶφον ἑλισσομέναν
10 ὁπᾷ κῦμα κατακλύσσει ῥέον,
ὁπᾷ τε κοινὸν λόγον
φίλαν τείσομεν ἐς χάριν.
νέμει γὰρ Ἀτρέκεια πόλιν Λοκρῶν Ζεφυρίων,
μέλει τέ σφισι Καλλιόπα
15 καὶ χάλκεος Ἄρης. τράπε δὲ Κύκνεια μάχα καὶ ὑπέρβιον
Ἡρακλέα· πύκτας δ’ ἐν Ὀλυμπιάδι νικῶν
Ἴλᾳ φερέτω χάριν
Ἁγησίδαμος, ὡς
Ἀχιλεῖ Πάτροκλος.
20 θάξαις δέ κε φύντ’ ἀρετᾷ ποτί
πελώριον ὁρμάσαι κλέος ἀνὴρ θεοῦ σὺν παλάμαις.
Β΄ ἄπονον δ’ ἔλαβον χάρμα παῦροί τινες,
ἔργων πρὸ πάντων βιότῳ φάος.
ἀγῶνα δ’ ἐξαίρετον ἀεῖσαι θέμιτες ὦρσαν Διός, ὃν ἀρχαίῳ σάματι πὰρ Πέλοπος
25 βωμῷ ἑξάριθμον ἐκτίσσατο,
ἐπεὶ Ποσειδάνιον
πέφνε Κτέατον ἀμύμονα,
πέφνε δ’ Εὔρυτον, ὡς Αὐγέαν λάτριον
ἀέκονθ’ ἑκὼν μισθὸν ὑπέρβιον
30 πράσσοιτο, λόχμαισι δὲ δοκεύσαις ὑπὸ Κλεωνᾶν δάμασε καὶ κείνους Ἡρακλέης ἐφ’ ὁδῷ,
ὅτι πρόσθε ποτὲ Τιρύνθιον
ἔπερσαν αὐτῷ στρατόν
μυχοῖς ἥμενον Ἄλιδος
Μολίονες ὑπερφίαλοι. καὶ μὰν ξεναπάτας
35 Ἐπειῶν βασιλεὺς ὄπιθεν
οὐ πολλὸν ἴδε πατρίδα πολυκτέανον ὑπὸ στερεῷ πυρί
πλαγαῖς τε σιδάρου βαθὺν εἰς ὀχετὸν ἄτας
ἵζοισαν ἑὰν πόλιν.
νεῖκος δὲ κρεσσόνων
40 ἀποθέσθ’ ἄπορον.
καὶ κεῖνος ἀβουλίᾳ ὕστατος
ἁλώσιος ἀντάσαις θάνατον αἰπὺν οὐκ ἐξέφυγεν.
Γ΄ ὁ δ’ ἄρ’ ἐν Πίσᾳ ἔλσαις ὅλον τε στρατόν
λᾴαν τε πᾶσαν Διὸς ἄλκιμος
45 υἱὸς σταθμᾶτο ζάθεον ἄλσος πατρὶ μεγίστῳ· περὶ δὲ πάξαις Ἄλτιν μὲν ὅγ’ ἐν καθαρῷ
διέκρινε, τὸ δὲ κύκλῳ πέδον
ἔθηκε δόρπου λύσιν,
τιμάσαις πόρον Ἀλφεοῦ
μετὰ δώδεκ’ ἀνάκτων θεῶν· καὶ πάγον
50 Κρόνου προσεφθέγξατο· πρόσθε γάρ
> νώνυμνος, ἇς Οἰνόμαος ἆρχε, βρέχετο πολλᾷ νιφάδι. ταύτᾳ δ’ ἐν πρωτογόνῳ τελετᾷ
παρέσταν μὲν ἄρα Μοῖραι σχεδόν
ὅ τ’ ἐξελέγχων μόνος
ἀλάθειαν ἐτήτυμον
55 Χρόνος. τὸ δὲ σαφανὲς ἰὼν πόρσω κατέφρασεν,
ὁπᾷ τὰν πολέμοιο δόσιν
ἀκρόθινα διελὼν ἔθυε καὶ πενταετηρίδ’ ὅπως ἄρα
ἔστασεν ἑορτὰν σὺν Ὀλυμπιάδι πρώτᾳ
νικαφορίαισί τε·
60 τίς δὴ ποταίνιον
ἔλαχε στέφανον
χείρεσσι ποσίν τε καὶ ἅρματι,
ἀγώνιον ἐν δόξᾳ θέμενος εὖχος, ἔργῳ καθελών;
Δ΄ στάδιον μὲν ἀρίστευσεν, εὐθὺν τόνον
65 ποσσὶ τρέχων, παῖς ὁ Λικυμνίου
Οἰωνός· ἷκεν δὲ Μιδέαθεν στρατὸν ἐλαύνων· ὁ δὲ πάλᾳ κυδαίνων Ἔχεμος Τεγέαν·
Δόρυκλος δ’ ἔφερε πυγμᾶς τέλος,
Τίρυνθα ναίων πόλιν·
ἀν’ ἵπποισι δὲ τέτρασιν
70 ἀπὸ Μαντινέας Σᾶμος ὡλιροθίου·
ἄκοντι [δὲ] Φράστωρ ἔλασε σκοπόν·
μᾶκος δὲ Νικεὺς ἔδικε πέτρῳ χέρα κυκλώσαις ὑπὲρ ἁπάντων, καὶ συμμαχία θόρυβον
παραίθυξε μέγαν· ἐν δ’ ἕσπερον
ἔφλεξεν εὐώπιδος
75 σελάνας ἐρατὸν φάος.
ἀείδετο δὲ πὰν τέμενος τερπναῖσι θαλίαις
τὸν ἐγκώμιον ἀμφὶ τρόπον.
ἀρχαῖς δὲ προτέραις ἑπόμενοι καί νυν ἐπωνυμίαν χάριν
νίκας ἀγερώχου κελαδησόμεθα βροντάν
80 καὶ πυρπάλαμον βέλος
ὀρσικτύπου Διός,
ἐν ἅπαντι κράτει
αἴθωνα κεραυνὸν ἀραρότα·
χλιδῶσα δὲ μολπὰ πρὸς κάλαμον ἀντιάξει μελέων,
Ε΄ τὰ παρ’ εὐκλέϊ Δίρκᾳ χρόνῳ μὲν φάνεν·
86 ἀλλ’ ὥτε παῖς ἐξ ἀλόχου πατρί
ποθεινὸς ἵκοντι νεότατος τὸ πάλιν ἤδη, μάλα δέ οἱ θερμαίνει φιλότατι νόον·
ἐπεὶ πλοῦτος ὁ λαχὼν ποιμένα
ἐπακτὸν ἀλλότριον
90 θνᾴσκοντι στυγερώτατος·
καὶ ὅταν καλὰ [μὲν] ἔρξαις ἀοιδᾶς ἄτερ,
Ἁγησίδαμ’, εἰς Ἀΐδα σταθμόν
ἀνὴρ ἵκηται, κενεὰ πνεύσαις ἔπορε μόχθῳ βραχύ τι τερπνόν. τὶν δ’ ἁδυεπής τε λύρα
γλυκύς τ’ αὐλὸς ἀναπάσσει χάριν·
95 τρέφοντι δ’ εὐρὺ κλέος
κόραι Πιερίδες Διός.
ἐγὼ δὲ συνεφαπτόμενος σπουδᾷ, κλυτὸν ἔθνος
Λοκρῶν ἀμφέπεσον, μέλιτι
εὐάνορα πόλιν καταβρέχων· παῖδ’ ἐρατὸν ‹δ’› Ἀρχεστράτου
100 αἴνησα, τὸν εἶδον κρατέοντα χερὸς ἀλκᾷ
βωμὸν παρ’ Ὀλύμπιον
κεῖνον κατὰ χρόνον
ἰδέᾳ τε καλόν
ὥρᾳ τε κεκραμένον, ἅ ποτε
105 ἀναιδέα Γανυμήδει θάνατον ἆλκε σὺν Κυπρογενεῖ.
XI. ΑΓΗΣΙΔΑΜΩΙ ΛΟΚΡΩΙ ΕΠΙΖΕΦΥΡΙΩΙ ΠΑΙΔΙ ΠΥΚΤΗΙ
Α΄ Ἔστιν ἀνθρώποις ἀνέμων ὅτε πλείστα
χρῆσις· ἔστιν δ’ οὐρανίων ὑδάτων,
ὀμβρίων παίδων νεφέλας·
εἰ δὲ σὺν πόνῳ τις εὖ πράσσοι, μελιγάρυες ὕμνοι
5 ὑστέρων ἀρχὰ λόγων
τέλλεται καὶ πιστὸν ὅρκιον μεγάλαις ἀρεταῖς·
ἀφθόνητος δ’ αἶνος Ὀλυμπιονίκαις
οὗτος ἄγκειται. τὰ μὲν ἁμετέρα
γλῶσσα ποιμαίνειν ἐθέλει,
10 ἐκ θεοῦ δ’ ἀνὴρ σοφαῖς ἀνθεῖ πραπίδεσσιν ὁμοίως.
ἴσθι νῦν, Ἀρχεστράτου
παῖ, τεᾶς, Ἁγησίδαμε, πυγμαχίας ἕνεκεν
κόσμον ἐπὶ στεφάνῳ χρυσέας ἐλαίας
ἁδυμελῆ κελαδήσω,
15 Ζεφυρίων Λοκρῶν γενεὰν ἀλέγων.
ἔνθα συγκωμάξατ’· ἐγγυάσομαι
ὔμμιν, ὦ Μοῖσαι, φυγόξεινον στρατόν
μήτ’ ἀπείρατον καλῶν
ἀκρόσοφόν τε καὶ αἰχματὰν ἀφίξεσθαι. τὸ γὰρ ἐμφυὲς οὔτ’ αἴθων ἀλώπηξ
20 οὔτ’ ἐρίβρομοι λέοντες διαλλάξαιντο ἦθος.
XII. ΕΡΓΟΤΕΛΕΙ ΙΜΕΡΑΙΩΙ ΔΟΛΙΧΟΔΡΟΜΩΙ
Α΄ Λίσσομαι, παῖ Ζηνὸς Ἐλευθερίου,
Ἱμέραν εὐρυσθενέ’ ἀμφιπόλει, σώτειρα Τύχα.
τὶν γὰρ ἐν πόντῳ κυβερνῶνται θοαί
νᾶες, ἐν χέρσῳ τε λαιψηροὶ πόλεμοι
5 κἀγοραὶ βουλαφόροι. αἵ γε μὲν ἀνδρῶν
πόλλ’ ἄνω, τὰ δ’ αὖ κάτω
ψεύδη μεταμώνια τάμνοισαι κυλίνδοντ’ ἐλπίδες·
σύμβολον δ’ οὔ πώ τις ἐπιχθονίων
πιστὸν ἀμφὶ πράξιος ἐσσομένας εὗρεν θεόθεν,
τῶν δὲ μελλόντων τετύφλωνται φραδαί·
10 πολλὰ δ’ ἀνθρώποις παρὰ γνώμαν ἔπεσεν,
ἔμπαλιν μὲν τέρψιος, οἱ δ’ ἀνιαραῖς
ἀντικύρσαντες ζάλαις
ἐσλὸν βαθὺ πήματος ἐν μικρῷ πεδάμειψαν χρόνῳ.
υἱὲ Φιλάνορος, ἤτοι καὶ τεά κεν
ἐνδομάχας ἅτ’ ἀλέκτωρ συγγόνῳ παρ’ ἑστίᾳ
15 ἀκλεὴς τιμὰ κατεφυλλορόησε‹ν› ποδῶν,
εἰ μὴ στάσις ἀντιάνειρα Κνωσίας σ’ ἄμερσε πάτρας.
νῦν δ’ Ὀλυμπίᾳ στεφανωσάμενος
καὶ δὶς ἐκ Πυθῶνος Ἰσθμοῖ τ’, Ἐργότελες,
θερμὰ Νυμφᾶν λουτρὰ βαστάζεις ὁμιλέων παρ’ οἰκείαις ἀρούραις.
XIII. ΞΕΝΟΦΩΝΤΙ ΚΟΡΙΝΘΙΩΙ ΣΤΑΔΙΟΔΡΟΜΩΙ ΚΑΙ ΠΕΝΤΑΘΛΩΙ
Α΄ Τρισο�
�υμπιονίκαν
ἐπαινέων οἶκον ἥμερον ἀστοῖς,
ξένοισι δὲ θεράποντα, γνώσομαι
τὰν ὀλβίαν Κόρινθον, Ἰσθμίου
5 πρόθυρον Ποτειδᾶνος, ἀγλαόκουρον·
ἐν τᾷ γὰρ Εὐνομία ναίει κασιγνήτα τε, βάθρον πολίων ἀσφαλές,
Δίκα καὶ ὁμότροφος Εἰρήνα, τάμι’ ἀνδράσι πλούτου,
χρύσεαι παῖδες εὐβούλου Θέμιτος·
ἐθέλοντι δ’ ἀλέξειν
10 Ὕβριν, Κόρου ματέρα θρασύμυθον.
ἔχω καλά τε φράσαι, τόλμα τέ μοι
εὐθεῖα γλῶσσαν ὀρνύει λέγειν.
ἄμαχον δὲ κρύψαι τὸ συγγενὲς ἦθος,
ὔμμιν δέ, παῖδες Ἀλάτα, πολλὰ μὲν νικαφόρον ἀγλαΐαν ὤπασαν
15 ἄκραις ἀρεταῖς ὑπερελθόντων ἱεροῖς ἐν ἀέθλοις,
πολλὰ δ’ ἐν καρδίαις ἀνδρῶν ἔβαλον
Ὧραι πολυάνθεμοι ἀρχαῖα σοφίσμαθ’. ἅπαν δ’ εὑρόντος ἔργον.
ταὶ Διωνύσου πόθεν ἐξέφανεν
σὺν βοηλάτᾳ χάριτες διθυράμβῳ;
20 τίς γὰρ ἱππείοις ἐν ἔντεσσιν μέτρα,
ἢ θεῶν ναοῖσιν οἰωνῶν βασιλέα δίδυμον
ἐπέθηκ’; ἐν δὲ Μοῖσ’ ἁδύπνοος,
ἐν δ’ Ἄρης ἀνθεῖ νέων οὐλίαις αἰχμαῖσιν ἀνδρῶν.
Β΄ ὕπατ’ εὐρὺ ἀνάσσων
25 Ὀλυμπίας, ἀφθόνητος ἔπεσσιν
γένοιο χρόνον ἅπαντα, Ζεῦ πάτερ,
καὶ τόνδε λαὸν ἀβλαβῆ νέμων
Ξενοφῶντος εὔθυνε δαίμονος οὖρον·
δέξαι τέ οἱ στεφάνων ἐγκώμιον τεθμόν, τὸν ἄγει πεδίων ἐκ Πίσας,
30 πενταέθλῳ ἅμα σταδίου νικῶν δρόμον· ἀντεβόλησεν