Book Read Free

Complete Works of Pindar

Page 29

by Pindar

μὴ τηλόθεν Ὠαρίωνα νεῖσθαι.

  καὶ μὰν ἁ Σαλαμίς γε θρέψαι φῶτα μαχατάν

  δυνατός. ἐν Τροΐᾳ μὲν Ἕκτωρ Αἴαντος ἄκουσεν. ὦ Τιμόδημε, σὲ δ’ ἀλκά

  15 παγκρατίου τλάθυμος ἀέξει.

  Δ΄ Ἀχάρναι δὲ παλαίφατον

  εὐάνορες· ὅσσα δ’ ἀμφ’ ἀέθλοις,

  Τιμοδημίδαι ἐξοχώτατοι προλέγονται.

  παρὰ μὲν ὑψιμέδοντι Παρνασσῷ τέσσαρας ἐξ ἀέθλων νίκας ἐκόμιξαν·

  20 ἀλλὰ Κορινθίων ὑπὸ φωτῶν

  Ε΄ ἐν ἐσλοῦ Πέλοπος πτυχαῖς

  ὀκτὼ στεφάνοις ἔμιχθεν ἤδη·

  ἑπτὰ δ’ ἐν Νεμέᾳ, τὰ δ’ οἴκοι μάσσον’ ἀριθμοῦ,

  Διὸς ἀγῶνι. τόν, ὦ πολῖται, κωμάξατε Τιμοδήμῳ σὺν εὐκλέϊ νόστῳ·

  25 ἁδυμελεῖ δ’ ἐξάρχετε φωνᾷ.

  III. ΑΡΙΣΤΟΚΛΕΙΔΗΙ ΑΙΓΙΝΗΤΗΙ ΠΑΓΚΡΑΤΙΑΣΤΗΙ

  Α΄ Ὦ πότνια Μοῖσα, μᾶτερ ἁμετέρα, λίσσομαι,

  τὰν πολυξέναν ἐν ἱερομηνίᾳ Νεμεάδι

  ἵκεο Δωρίδα νᾶσον Αἴγιναν· ὕδατι γάρ

  μένοντ’ ἐπ’ Ἀσωπίῳ μελιγαρύων τέκτονες

  5 κώμων νεανίαι, σέθεν ὄπα μαιόμενοι.

  διψῇ δὲ πρᾶγος ἄλλο μὲν ἄλλου,

  ἀεθλονικία δὲ μάλιστ’ ἀοιδὰν φιλεῖ,

  στεφάνων ἀρετᾶν τε δεξιωτάταν ὀπαδόν·

  τᾶς ἀφθονίαν ὄπαζε μήτιος ἁμᾶς ἄπο·

  10 ἄρχε δ’ οὐρανοῦ πολυνεφέλα κρέοντι, θύγατερ,

  δόκιμον ὕμνον· ἐγὼ δὲ κείνων τέ νιν ὀάροις

  λύρᾳ τε κοινάσομαι. χαρίεντα δ’ ἕξει πόνον

  χώρας ἄγαλμα, Μυρμιδόνες ἵνα πρότεροι

  ᾤκησαν, ὧν παλαίφατον εἴραν

  15 οὐκ ἐλεγχέεσσιν Ἀριστοκλείδας τεάν

  ἐμίανε κατ’ αἶσαν ἐν περισθενεῖ μαλαχθείς

  παγκρατίου στόλῳ· καματωδέων δὲ πλαγᾶν

  ἄκος ὑγιηρὸν ἐν βαθυπεδίῳ Νεμέᾳ τὸ καλλίνικον φέρει.

  εἰ δ’ ἐὼν καλὸς ἔρδων τ’ ἐοικότα μορφᾷ

  20 ἀνορέαις ὑπερτάταις ἐπέβα παῖς Ἀριστοφάνεος, οὐκέτι πρόσω

  ἀβάταν ἅλα κιόνων ὕπερ Ἡρακλέος περᾶν εὐμαρές,

  Β΄ ἥρως θεὸς ἃς ἔθηκε ναυτιλίας ἐσχάτας

  μάρτυρας κλυτάς· δάμασε δὲ θῆρας ἐν πελάγεϊ

  ὑπερόχους, ἰδίᾳ τ’ ἐρεύνασε τεναγέων

  25 ῥοάς, ὁπᾷ πόμπιμον κατέβαινε νόστου τέλος,

  καὶ γᾶν φράδασε. θυμέ, τίνα πρὸς ἀλλοδαπάν

  ἄκραν ἐμὸν πλόον παραμείβεαι;

  Αἰακῷ σε φαμὶ γένει τε Μοῖσαν φέρειν.

  ἕπεται δὲ λόγῳ δίκας ἄωτος, ‘ἐσλὸν αἰνεῖν’,

  30 οὐδ’ ἀλλοτρίων ἔρωτες ἀνδρὶ φέρειν κρέσσονες·

  οἴκοθεν μάτευε. ποτίφορον δὲ κόσμον ἔλαχες

  γλυκύ τι γαρυέμεν. παλαιαῖσι δ’ ἐν ἀρεταῖς

  γέγαθε Πηλεὺς ἄναξ, ὑπέραλλον αἰχμὰν ταμών·

  ὃς κἰαολκὸν εἷλε μόνος ἄνευ στρατιᾶς,

  35 καὶ ποντίαν Θέτιν κατέμαρψεν

  ἐγκονητί. Λαομέδοντα δ’ εὐρυσθενής

  Τελαμὼν Ἰόλᾳ παραστάτας ἐὼν ἔπερσεν

  καί ποτε χαλκότοξον Ἀμαζόνων μετ’ ἀλκάν

  ἕπετό οἱ, οὐδέ νίν ποτε φόβος ἀνδροδάμας ἔπαυσεν ἀκμὰν φρενῶν.

  40 συγγενεῖ δέ τις εὐδοξίᾳ μέγα βρίθει.

  ὃς δὲ διδάκτ’ ἔχει, ψεφεννὸς ἀνὴρ ἄλλοτ’ ἄλλα πνέων οὔ ποτ’ ἀτρεκεῖ

  κατέβα ποδί, μυριᾶν δ’ ἀρετᾶν ἀτελεῖ νόῳ γεύεται.

  Γ΄ ξανθὸς δ’ Ἀχιλεὺς τὰ μὲν μένων Φιλύρας ἐν δόμοις,

  παῖς ἐὼν ἄθυρε μεγάλα ἔργα· χερσὶ θαμινά

  45 βραχυσίδαρον ἄκοντα πάλλων ἴσα τ’ ἀνέμοις,

  μάχᾳ λεόντεσσιν ἀγροτέροις ἔπρασσεν φόνον,

  κάπρους τ’ ἔναιρε· σώματα δὲ παρὰ Κρονίδαν

  Κένταυρον ἀσθμαίνοντα κόμιζεν,

  ἑξέτης τὸ πρῶτον, ὅλον δ’ ἔπειτ’ ἂν χρόνον·

  50 τὸν ἐθάμβεον Ἄρτεμίς τε καὶ θρασεῖ’ Ἀθάνα,

  κτείνοντ’ ἐλάφους ἄνευ κυνῶν δολίων θ’ ἑρκέων·

  ποσσὶ γὰρ κράτεσκε. λεγόμενον δὲ τοῦτο προτέρων

  ἔπος ἔχω· βαθυμῆτα Χίρων τράφε λιθίνῳ

  Ἰάσον’ ἔνδον τέγει, καὶ ἔπειτεν Ἀσκλαπιόν,

  55 τὸν φαρμάκων δίδαξε μαλακόχειρα νόμον·

  νύμφευσε δ’ αὖτις ἀγλαόκολπον

  Νηρέος θύγατρα, γόνον τέ οἱ φέρτατον

  ἀτίταλλεν ‹ἐν› ἀρμένοισι πᾶσι θυμὸν αὔξων,

  ὄφρα θαλασσίαις ἀνέμων ῥιπαῖσι πεμφθείς

  60 ὑπὸ Τροΐαν δορίκτυπον ἀλαλὰν Λυκίων τε προσμένοι καὶ Φρυγῶν

  Δαρδάνων τε, καὶ ἐγχεσφόροις ἐπιμείξαις

  Αἰθιόπεσσι χεῖρας ἐν φρασὶ πάξαιθ’, ὅπως σφίσι μὴ κοίρανος ὀπίσω

  πάλιν οἴκαδ’ ἀνεψιὸς ζαμενὴς Ἑλένοιο Μέμνων μόλοι.

  Δ΄ τηλαυγὲς ἄραρε φέγγος Αἰακιδᾶν αὐτόθεν·

  65 Ζεῦ, τεὸν γὰρ αἷμα, σέο δ’ ἀγών, τὸν ὕμνος ἔβαλεν

  ὀπὶ νέων ἐπιχώριον χάρμα κελαδέων.

  βοὰ δὲ νικαφόρῳ σὺν Ἀριστοκλείδᾳ πρέπει,

  ὃς τάνδε νᾶσον εὐκλέϊ προσέθηκε λόγῳ

  καὶ σεμνὸν ἀγλααῖσι μερίμναις

  70 Πυθίου Θεάριον. ἐν δὲ πείρᾳ τέλος

  διαφαίνεται ὧν τις ἐξοχώτερος γένηται,

  ἐν παισὶ νέοισι παῖς, ἐν [δ’] ἀνδράσιν ἀνήρ, τρίτον

  ἐν παλαιτέροισι, μέρος
ἕκαστον οἷον ἔχομεν

  βρότεον ἔθνος· ἐλᾷ δὲ καὶ τέσσαρας ἀρετάς

  75 ‹ὁ› θνατὸς αἰών, φρονεῖν δ’ ἐνέπει τὸ παρκείμενον.

  τῶν οὐκ ἄπεσσι· χαῖρε, φίλος· ἐγὼ τόδε τοι

  πέμπω μεμιγμένον μέλι λευκῷ

  σὺν γάλακτι, κιρναμένα δ’ ἔερσ’ ἀμφέπει,

  πόμ’ ἀοίδιμον Αἰολίσσιν ἐν πνοαῖσιν αὐλῶν,

  80 ὀψέ περ. ἔστι δ’ αἰετὸς ὠκὺς ἐν ποτανοῖς,

  ὃς ἔλαβεν αἶψα, τηλόθε μεταμαιόμενος, δαφοινὸν ἄγραν ποσίν·

  κραγέται δὲ κολοιοὶ ταπεινὰ νέμονται.

  τίν γε μέν, εὐθρόνου Κλεοῦς ἐθελοίσας, ἀεθλοφόρου λήματος ἕνεκεν

  Νεμέας Ἐπιδαυρόθεν τ’ ἄπο καὶ Μεγάρων δέδορκενφάος.

  IV. ΤΙΜΑΣΑΡΧΩΙ ΑΙΓΙΝΗΤΗΙ ΠΑΙΔΙ ΠΑΛΑΙΣΤΗΙ

  Α΄ Ἄριστος εὐφροσύνα πόνων κεκριμένων

  ἰατρός· αἱ δὲ σοφαί

  Μοισᾶν θύγατρες ἀοιδαὶ θέλξαν νιν ἁπτόμεναι.

  οὐδὲ θερμὸν ὕδωρ τόσον γε μαλθακὰ τεύχει

  5 γυῖα, τόσσον εὐλογία φόρμιγγι συνάορος.

  ῥῆμα δ’ ἐργμάτων χρονιώτερον βιοτεύει,

  ὅ τι κε σὺν Χαρίτων τύχᾳ

  γλῶσσα φρενὸς ἐξέλοι βαθείας.

  Β΄ τό μοι θέμεν Κρονίδᾳ τε Δὶ καὶ Νεμέᾳ

  10 Τιμασάρχου τε πάλᾳ

  ὕμνου προκώμιον εἴη· δέξαιτο δ’ Αἰακιδᾶν

  ἠύπυργον ἕδος, δίκᾳ ξεναρκέϊ κοινόν

  φέγγος. εἰ δ’ ἔτι ζαμενεῖ Τιμόκριτος ἁλίῳ

  σὸς πατὴρ ἐθάλπετο, ποικίλον κιθαρίζων

  15 θαμά κε, τῷδε μέλει κλιθείς,

  ὕμνον κελάδησε καλλίνικον

  Γ΄ Κλεωναίου τ’ ἀπ’ ἀγῶνος ὅρμον στεφάνων

  πέμψαντα καὶ λιπαρᾶν

  εὐωνύμων ἀπ’ Ἀθανᾶν, Θήβαις τ’ ἐν ἑπταπύλοις

  20 οὕνεκ’ Ἀμφιτρύωνος ἀγλαὸν παρὰ τύμβον

  Καδμεῖοί νιν οὐκ ἀέκοντες ἄνθεσι μείγνυον,

  Αἰγίνας ἕκατι. φίλοισι γὰρ φίλος ἐλθών

  ξένιον ἄστυ κατέδρακεν

  Ἡρακλέος ὀλβίαν πρὸς αὐλάν.

  Δ΄ σὺν ᾧ ποτε Τροΐαν κραταιὸς Τελαμών

  26 πόρθησε καὶ Μέροπας

  καὶ τὸν μέγαν πολεμιστὰν ἔκπαγλον Ἀλκυονῆ,

  οὐ τετραορίας γε πρὶν δυώδεκα πέτρῳ

  ἥροάς τ’ ἐπεμβεβαῶτας ἱπποδάμους ἕλεν

  30 δὶς τόσους. ἀπειρομάχας ἐών κε φανείη

  λόγον ὁ μὴ συνιείς· ἐπεί

  ῥέζοντά τι καὶ παθεῖν ἔοικεν.

  Ε΄ τὰ μακρὰ δ’ ἐξενέπειν ἐρύκει με τεθμός

  ὧραί τ’ ἐπειγόμεναι·

  35 ἴϋγγι δ’ ἕλκομαι ἦτορ νεομηνίᾳ θιγέμεν.

  ἔμπα, καίπερ ἔχει βαθεῖα ποντιὰς ἅλμα

  μέσσον, ἀντίτειν’ ἐπιβουλίαις· σφόδρα δόξομεν

  δαΐων ὑπέρτεροι ἐν φάει καταβαίνειν·

  φθονερὰ δ’ ἆλλος ἀνὴρ βλέπων

  40 γνώμαν κενεὰν σκότῳ κυλίνδει

  Ϝ΄ χαμαὶ πετοῖσαν. ἐμοὶ δ’ ὁποίαν ἀρετάν

  ἔδωκε Πότμος ἄναξ,

  εὖ οἶδ’ ὅτι χρόνος ἕρπων πεπρωμέναν τελέσει.

  ἐξύφαινε, γλυκεῖα, καὶ τόδ’ αὐτίκα, φόρμιγξ,

  45 Λυδίᾳ σὺν ἁρμονίᾳ μέλος πεφιλημένον

  Οἰνώνᾳ τε καὶ Κύπρῳ, ἔνθα Τεῦκρος ἀπάρχει

  ὁ Τελαμωνιάδας· ἀτάρ

  Αἴας Σαλαμῖν’ ἔχει πατρῴαν·

  Ζ΄ ἐν δ’ Εὐξείνῳ πελάγει φαεννὰν Ἀχιλεύς

  50 νᾶσον· Θέτις δὲ κρατεῖ

  Φθίᾳ· Νεοπτόλεμος δ’ ἀπείρῳ διαπρυσίᾳ,

  βουβόται τόθι πρῶνες ἔξοχοι κατάκεινται

  Δωδώναθεν ἀρχόμενοι πρὸς Ἰόνιον πόρον.

  Παλίου δὲ πὰρ ποδὶ λατρίαν Ἰαολκόν

  55 πολεμίᾳ χερὶ προστραπών

  Πηλεὺς παρέδωκεν Αἱμόνεσσιν

  Η΄ δάμαρτος Ἱππολύτας Ἀκάστου δολίαις

  τέχναισι χρησάμενος·

  τᾷ Δαιδάλου δὲ μαχαίρᾳ φύτευέ οἱ θάνατον

  60 ἐκ λόχου Πελίαο παῖς· ἄλαλκε δὲ Χίρων,

  καὶ τὸ μόρσιμον Διόθεν πεπρωμένον ἔκφερεν·

  πῦρ δὲ παγκρατὲς θρασυμαχάνων τε λεόντων

  ὄνυχας ὀξυτάτους ἀκμάν

  καὶ δεινοτάτων σχάσαις ὀδόντων

  Θ΄ ἔγαμεν ὑψιθρόνων μίαν Νηρεΐδων.

  66 εἶδεν δ’ εὔκυκλον ἕδραν,

  τὰν οὐρανοῦ βασιλῆες πόντου τ’ ἐφεζόμενοι

  δῶρα καὶ κράτος ἐξέφαναν ἐγγενὲς αὐτῷ.

  Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν· ἀπότρεπε

  70 αὖτις Εὐρώπαν ποτὶ χέρσον ἔντεα ναός·

  ἄπορα γὰρ λόγον Αἰακοῦ

  παίδων τὸν ἅπαντά μοι διελθεῖν.

  Ι΄ Θεανδρίδαισι δ’ ἀεξιγυίων ἀέθλων

  κάρυξ ἑτοῖμος ἔβαν

  75 Οὐλυμπίᾳ τε καὶ Ἰσθμοῖ Νεμέᾳ τε συνθέμενος,

  ἔνθα πεῖραν ἔχοντες οἴκαδε κλυτοκάρπων

  οὐ νέοντ’ ἄνευ στεφάνων, πάτραν ἵν’ ἀκούομεν,

  Τιμάσαρχε, τεὰν ἐπινικίοισιν ἀοιδαῖς

  πρόπολον ἔμμεναι. εἰ δέ τοι

  80 μάτρῳ μ’ ἔτι Καλλικλεῖ κελεύεις

  ΙΑ΄ στάλαν θέμεν Παρίου λίθου λευκοτέραν·

  ὁ χρυσὸς ἑψόμενος

  αὐγὰς ἔδειξεν ἁπάσας, ὕμνος δὲ τῶν ἀγαθῶν

  ἐργμάτων βασιλεῦσιν ἰσοδαίμονα τεύχει

  85 φῶτα· κεῖνος ἀμφ’ Ἀχέροντι ναιετάων ἐμάν

  γλῶσσαν ε�
��ρέτω κελαδῆτιν, Ὀρσοτριαίνα

  ἵν’ ἐν ἀγῶνι βαρυκτύπου

  θάλησε Κορινθίοις σελίνοις·

  ΙΒ΄ τὸν Εὐφάνης ἐθέλων γεραιὸς προπάτωρ

  90 σὸς ἄεισέν ποτε, παῖ.

  ἄλλοισι δ’ ἅλικες ἄλλοι· τὰ δ’ αὐτὸς ἀντιτύχῃ,

  ἔλπεταί τις ἕκαστος ἐξοχώτατα φάσθαι.

  οἷον αἰνέων κε Μελησίαν ἔριδα στρέφοι,

  ῥήματα πλέκων, ἀπάλαιστος ἐν λόγῳ ἕλκειν,

  95 μαλακὰ μὲν φρονέων ἐσλοῖς,

  τραχὺς δὲ παλιγκότοις ἔφεδρος.

  V. ΠΥΘΕΑΙ ΑΙΓΙΝΗΤΗΙ ΠΑΓΚΡΑΤΙΑΣΤΗΙ

  Α΄ Οὐκ ἀνδριαντοποιός εἰμ’, ὥστ’ ἐλινύσοντα ἐργάζεσθαι ἀγάλματ’ ἐπ’ αὐτᾶς βαθμίδος

  ἑσταότ’· ἀλλ’ ἐπὶ πάσας ὁλκάδος ἔν τ’ ἀκάτῳ, γλυκεῖ’ ἀοιδά,

  στεῖχ’ ἀπ’ Αἰγίνας διαγγέλλοισ’, ὅτι

  Λάμπωνος υἱὸς Πυθέας εὐρυσθενής

  5 νίκη Νεμείοις παγκρατίου στέφανον,

  οὔπω γένυσι φαίνων τερείνας ματέρ’ οἰνάνθας ὀπώραν,

  ἐκ δὲ Κρόνου καὶ Ζηνὸς ἥρωας αἰχματὰς φυτευθέντας καὶ ἀπὸ χρυσεᾶν Νηρηΐδων

  Αἰακίδας ἐγέραιρεν ματρόπολίν τε, φίλαν ξένων ἄρουραν·

  τάν ποτ’ εὔανδρόν τε καὶ ναυσικλυτάν

  10 θέσσαντο, πὰρ βωμὸν πατέρος Ἑλλανίου

  στάντες, πίτναν τ’ ἐς αἰθέρα χεῖρας ἁμᾶ

  Ἐνδαΐδος ἀριγνῶτες υἱοί καὶ βία Φώκου κρέοντος,

  ὁ τᾶς θεοῦ, ὃν Ψαμάθεια τίκτ’ ἐπὶ ῥηγμῖνι πόντου.

  αἰδέομαι μέγα εἰπεῖν ἐν δίκᾳ τε μὴ κεκινδυνευμένον,

 

‹ Prev