Complete Works of Pindar
Page 30
15 πῶς δὴ λίπον εὐκλέα νᾶσον, καὶ τίς ἄνδρας ἀλκίμους
δαίμων ἀπ’ Οἰνώνας ἔλασεν. στάσομαι· οὔ τοι ἅπασα κερδίων
φαίνοισα πρόσωπον ἀλάθει’ ἀτρεκές·
καὶ τὸ σιγᾶν πολλάκις ἐστὶ σοφώτατον ἀνθρώπῳ νοῆσαι.
Β΄ εἰ δ’ ὄλβον ἢ χειρῶν βίαν ἢ σιδαρίταν ἐπαινῆσαι πόλεμον δεδόκηται, μακρά μοι
20 αὐτόθεν ἅλμαθ’ ὑποσκάπτοι τις· ἔχω γονάτων ὁρμὰν ἐλαφράν·
καὶ πέραν πόντοιο πάλλοντ’ αἰετοί.
πρόφρων δὲ καὶ κείνοις ἄειδ’ ἐν Παλίῳ
Μοισᾶν ὁ κάλλιστος χορός, ἐν δὲ μέσαις
25 φόρμιγγ’ Ἀπόλλων ἑπτάγλωσσον χρυσέῳ πλάκτρῳ διώκων
ἁγεῖτο παντοίων νόμων· αἱ δὲ πρώτιστον μὲν ὕμνησαν Διὸς ἀρχόμεναι σεμνὰν Θέτιν
Πηλέα θ’, ὥς τέ νιν ἁβρὰ Κρηθεῒς Ἱππολύτα δόλῳ πεδᾶσαι
ἤθελε ξυνᾶνα Μαγνήτων σκοπόν
πείσαισ’ ἀκοίταν ποικίλοις βουλεύμασιν,
ψεύσταν δὲ ποιητὸν συνέπαξε λόγον,
30 ὡς ἦρα νυμφείας ἐπείρα κεῖνος ἐν λέκτροις Ἀκάστου
εὐνᾶς· τὸ δ’ ἐναντίον ἔσκεν· πολλὰ γάρ νιν παντὶ θυμῷ
παρφαμένα λιτάνευεν. τοῖο δ’ ὀργὰν κνίζον αἰπεινοὶ λόγοι·
εὐθὺς δ’ ἀπανάνατο νύμφαν, ξεινίου πατρὸς χόλον
δείσαις· ὁ δ’ εὖ φράσθη κατένευσέν τέ οἱ ὀρσινεφὴς ἐξ οὐρανοῦ
35 Ζεὺς ἀθανάτων βασιλεύς, ὥστ’ ἐν τάχει
ποντίαν χρυσαλακάτων τινὰ Νηρεΐδων πράξειν ἄκοιτιν,
Γ΄ γαμβρὸν Ποσειδάωνα πείσαις, ὃς Αἰγᾶθεν ποτὶ κλειτὰν θαμὰ νίσεται Ἰσθμὸν Δωρίαν·
ἔνθα νιν εὔφρονες ἶλαι σὺν καλάμοιο βοᾷ θεὸν δέκονται,
καὶ σθένει γυίων ἐρίζοντι θρασεῖ.
40 Πότμος δὲ κρίνει συγγενὴς ἔργων πέρι
πάντων. τὺ δ’ Αἰγίναθε δίς, Εὐθύμενες,
Νίκας ἐν ἀγκώνεσσι πίτνων ποικίλων ἔψαυσας ὕμνων.
ἤτοι μεταΐξαις σὲ καὶ νῦν τεὸς μάτρως ἀγάλλει κείνου ὁμόσπορον ἔθνος, Πυθέα.
ἁ Νεμέα μὲν ἄραρεν μείς τ’ ἐπιχώριος, ὃν φίλησ’ Ἀπόλλων·
45 ἅλικας δ’ ἐλθόντας οἴκοι τ’ ἐκράτει
Νίσου τ’ ἐν εὐαγκεῖ λόφῳ. χαίρω δ’ ὅτι
ἐσλοῖσι μάρναται πέρι πᾶσα πόλις.
ἴσθι, γλυκεῖάν τοι Μενάνδρου σὺν τύχᾳ μόχθων ἀμοιβάν
ἐπαύρεο. χρὴ δ’ ἀπ’ Ἀθανᾶν τέκτον’ ἀεθληταῖσιν ἔμμεν·
50 εἰ δὲ Θεμίστιον ἵκεις ὥστ’ ἀείδειν, μηκέτι ῥίγει· δίδοι
φωνάν, ἀνὰ δ’ ἱστία τεῖνον πρὸς ζυγὸν καρχασίου,
πύκταν τέ νιν καὶ παγκρατίου φθέγξαι ἑλεῖν Ἐπιδαύρῳ διπλόαν
νικῶντ’ ἀρετάν, προθύροισιν δ’ Αἰακοῦ
ἀνθέων ποιάεντα φέρε στεφανώματα σὺν ξανθαῖς Χάρισσιν.
VI. ΑΛΚΙΜΙΔΑΙ ΑΙΓΙΝΗΤΗΙ ΠΑΙΔΙ ΠΑΛΑΙΣΤΗΙ
Α΄ Ἓν ἀνδρῶν, ἓν θεῶν γένος· ἐκ μιᾶς δὲ πνέομεν
ματρὸς ἀμφότεροι· διείργει δὲ πᾶσα κεκριμένα
δύναμις, ὡς τὸ μὲν οὐδέν, ὁ δὲ χάλκεος ἀσφαλὲς αἰὲν ἕδος
μένει οὐρανός. ἀλλά τι προσφέρομεν ἔμπαν ἢ μέγαν
5 νόον ἤτοι φύσιν ἀθανάτοις,
καίπερ ἐφαμερίαν οὐκ εἰδότες οὐδὲ μετὰ νύκτας
ἄμμε πότμος
ἅντινα ἔγραψε δραμεῖν ποτὶ στάθμαν.
τεκμαίρει καί νυν Ἀλκιμίδας τὸ συγγενὲς ἰδεῖν
ἄγχι καρποφόροις ἀρούραισιν, αἵτ’ ἀμειβόμεναι
10 τόκα μὲν ὦν βίον ἀνδράσιν ἐπηετανὸν ἐκ πεδίων ἔδοσαν,
τόκα δ’ αὖτ’ ἀναπαυσάμεναι σθένος ἔμαρψαν. ἦλθέ τοι
Νεμέας ἐξ ἐρατῶν ἀέθλων
παῖς ἐναγώνιος, ὃς ταύταν μεθέπων Διόθεν αἶσαν
νῦν πέφανται
οὐκ ἄμμορος ἀμφὶ πάλᾳ κυναγέτας,
15 ἴχνεσιν ἐν Πραξιδάμαντος ἑὸν πόδα νέμων
πατροπάτορος ὁμαιμίοις.
κεῖνος γὰρ Ὀλυμπιόνικος ἐὼν Αἰακίδαις
ἔρνεα πρῶτος ‹ἔνεικεν› ἀπ’ Ἀλφεοῦ,
καὶ πεντάκις Ἰσθμοῖ στεφανωσάμενος,
20 Νεμέᾳ δὲ τρεῖς, ἔπαυσε λάθαν
Σαοκλείδα’, ὃς ὑπέρτατος
Ἁγησιμάχοι’ ὑέων γένετο.
Β΄ ἐπεί οἱ τρεῖς ἀεθλοφόροι πρὸς ἄκρον ἀρετᾶς
ἦλθον, οἵ τε πόνων ἐγεύσαντο. σὺν θεοῦ δὲ τύχᾳ
25 ἕτερον οὔ τινα οἶκον ἀπεφάνατο πυγμαχία ‹πλεόνων›
ταμίαν στεφάνων μυχῷ Ἑλλάδος ἁπάσας. ἔλπομαι
μέγα εἰπὼν σκοποῦ ἄντα τυχεῖν
ὥτ’ ἀπὸ τόξου ἱείς· εὔθυν’ ἐπὶ τοῦτον, ἄγε, Μοῖσα,
οὖρον ἐπέων
εὐκλέα· παροιχομένων γὰρ ἀνέρων,
30 ἀοιδαὶ καὶ λόγοι τὰ καλά σφιν ἔργ’ ἐκόμισαν·
Βασσίδαισιν ἅ τ’ οὐ σπανίζει, παλαίφατος γενεά,
ἴδια ναυστολέοντες ἐπικώμια, Πιερίδων ἀρόταις
δυνατοὶ παρέχειν πολὺν ὕμνον ἀγερώχων ἐργμάτων
ἕνεκεν. καὶ γὰρ ἐν ἀγαθέᾳ
35 χεῖρας ἱμάντι δεθεὶς Πυθῶνι κράτησεν ἀπὸ ταύτας
αἷμα πάτρας
χρυσαλακάτου ποτὲ Καλλίας ἁδών
ἔρνεσι Λατοῦς, παρὰ Κασταλίαν τε Χαρίτων
ἑσπέριος ὁμάδῳ φλέγεν·
πόντου τε γέφυρ’ ἀκάμαντος ἐν ἀμφικτιόνων<
br />
40 ταυροφόνῳ τριετηρίδι Κρεοντίδαν
τίμασε Ποσειδάνιον ἂν τέμενος·
βοτάνα τέ νίν ποθ’ ἁ λέοντος
νικῶντ’ ἤρεφε δασκίοις
Φλειοῦντος ὑπ’ ὠγυγίοις ὄρεσιν.
Γ΄ πλατεῖαι πάντοθεν λογίοισιν ἐντὶ πρόσοδοι
46 νᾶσον εὐκλέα τάνδε κοσμεῖν· ἐπεί σφιν Αἰακίδαι
ἔπορον ἔξοχον αἶσαν ἀρετὰς ἀποδεικνύμενοι μεγάλας,
πέταται δ’ ἐπί τε χθόνα καὶ διὰ θαλάσσας τηλόθεν
ὄνυμ’ αὐτῶν· καὶ ἐς Αἰθίοπας
50 Μέμνονος οὐκ ἀπονοστήσαντος ἔπαλτο· βαρὺ δέ σφιν
νεῖκος Ἀχιλεύς
ἔμπεσε χαμαὶ καταβαὶς ἀφ’ ἁρμάτων,
φαεννᾶς υἱὸν εὖτ’ ἐνάριξεν Ἀόος ἀκμᾷ
ἔγχεος ζακότοιο. καὶ ταῦτα μὲν παλαιότεροι
ὁδὸν ἀμαξιτὸν εὗρον· ἕπομαι δὲ καὶ αὐτὸς ἔχων μελέταν·
55 τὸ δὲ πὰρ ποδὶ ναὸς ἑλισσόμενον αἰεὶ κυμάτων
λέγεται παντὶ μάλιστα δονεῖν
θυμόν. ἑκόντι δ’ ἐγὼ νώτῳ μεθέπων δίδυμον ἄχθος
ἄγγελος ἔβαν,
πέμπτον ἐπὶ εἴκοσι τοῦτο γαρύων
εὖχος ἀγώνων ἄπο, τοὺς ἐνέποισιν ἱερούς,
60 Ἀλκίμιδα, σέ γ’ ἐπαρκέσαι
κλειτᾷ γενεᾷ δύο μὲν Κρονίου πὰρ τεμένει,
παῖ, σέ τ’ ἐνόσφισε καὶ Πολυτιμίδαν
κλᾶρος προπετὴς ἄνθε’ Ὀλυμπιάδος ,
δελφῖνι καὶ τάχος δι’ ἅλμας
65 ἰσάζοιμι Μελησίαν
χειρῶν τε καὶ ἰσχύος ἁνίοχον.
VII. ΣΩΓΕΝΕΙ ΑΙΓΙΝΗΤΗΙ ΠΑΙΔΙ ΠΕΝΤΑΘΛΩΙ
Α΄ Ἐλείθυια, πάρεδρε Μοιρᾶν βαθυφρόνων,
παῖ μεγαλοσθενέος, ἄκουσον, Ἥρας, γενέτειρα τέκνων· ἄνευ σέθεν
οὐ φάος, οὐ μέλαιναν δρακέντες εὐφρόναν
τεὰν ἀδελφεὰν ἐλάχομεν ἀγλαόγυιον Ἥβαν.
5 ἀναπνέομεν δ’ οὐχ ἅπαντες ἐπὶ ἴσα·
εἴργει δὲ πότμῳ ζυγένθ’ ἕτερον ἕτερα. σὺν δὲ τίν
καὶ παῖς ὁ Θεαρίωνος ἀρετᾷ κριθείς
εὔδοξος ἀείδεται Σωγένης μετὰ πενταέθλοις.
πόλιν γὰρ φιλόμολπον οἰκεῖ δορικτύπων
10 Αἰακιδᾶν· μάλα δ’ ἐθέλοντι σύμπειρον ἀγωνίᾳ θυμὸν ἀμφέπειν.
εἰ δὲ τύχῃ τις ἔρδων, μελίφρον’ αἰτίαν
ῥοαῖσι Μοισᾶν ἐνέβαλε· ταὶ μεγάλαι γὰρ ἀλκαί
σκότον πολὺν ὕμνων ἔχοντι δεόμεναι·
ἔργοις δὲ καλοῖς ἔσοπτρον ἴσαμεν ἑνὶ σὺν τρόπῳ,
15 εἰ Μναμοσύνας ἕκατι λιπαράμπυκος
εὕρηται ἄποινα μόχθων κλυταῖς ἐπέων ἀοιδαῖς.
σοφοὶ δὲ μέλλοντα τριταῖον ἄνεμον
ἔμαθον, οὐδ’ ὑπὸ κέρδει βλάβεν·
ἀφνεὸς πενιχρός τε θανάτου παρά
20 σᾶμα νέονται. ἐγὼ δὲ πλέον’ ἔλπομαι
λόγον Ὀδυσσέος ἢ πάθαν διὰ τὸν ἁδυεπῆ γενέσθ’ Ὅμηρον·
Β΄ ἐπεὶ ψεύδεσί οἱ ποτανᾷ ‹τε› μαχανᾷ
σεμνὸν ἔπεστί τι· σοφία δὲ κλέπτει παράγοισα μύθοις. τυφλὸν δ’ ἔχει
ἦτορ ὅμιλος ἀνδρῶν ὁ πλεῖστος. εἰ γὰρ ἦν
25 ἓ τὰν ἀλάθειαν ἰδέμεν, οὔ κεν ὅπλων χολωθείς
ὁ καρτερὸς Αἴας ἔπαξε διὰ φρενῶν
λευρὸν ξίφος· ὃν κράτιστον Ἀχιλέος ἄτερ μάχᾳ
ξανθῷ Μενέλᾳ δάμαρτα κομίσαι θοαῖς
ἂν ναυσὶ πόρευσαν εὐθυπνόου Ζεφύροιο πομπαί
30 πρὸς Ἴλου πόλιν. ἀλλὰ κοινὸν γὰρ ἔρχεται
κῦμ’ Ἀίδα, πέσε δ’ ἀδόκητον ἐν καὶ δοκέοντα· τιμὰ δὲ γίνεται
ὧν θεὸς ἁβρὸν αὔξει λόγον τεθνακότων.
βοαθοῶν τοι παρὰ μέγαν ὀμφαλὸν εὐρυκόλπου
μόλον χθονός. ἐν Πυθίοισι δὲ δαπέδοις
35 κεῖται Πριάμου πόλιν Νεοπτόλεμος ἐπεὶ πράθεν,
τᾷ καὶ Δαναοὶ πόνησαν· ὁ δ’ ἀποπλέων
Σκύρου μὲν ἅμαρτε, πλαγχθέντες δ’ εἰς Ἐφύραν ἵκοντο.
Μολοσσίᾳ δ’ ἐμβασίλευεν ὀλίγον
χρόνον· ἀτὰρ γένος αἰεὶ φέρει
40 τοῦτό οἱ γέρας. ᾤχετο δὲ πρὸς θεόν,
κτέατ’ ἄγων Τροΐαθεν ἀκροθινίων·
ἵνα κρεῶν νιν ὕπερ μάχας ἔλασεν ἀντιτυχόντ’ ἀνὴρ μαχαίρᾳ.
Γ΄ βάρυνθεν δὲ περισσὰ Δελφοὶ ξεναγέται.
ἀλλὰ τὸ μόρσιμον ἀπέδωκεν· ἐχρῆν δέ τιν’ ἔνδον ἄλσει παλαιτάτῳ
45 Αἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναι
θεοῦ παρ’ εὐτειχέα δόμον, ἡροΐαις δὲ πομπαῖς
θεμισκόπον οἰκεῖν ἐόντα πολυθύτοις.
εὐώνυμον ἐς δίκαν τρία ἔπεα διαρκέσει·
οὐ ψεῦδις ὁ μάρτυς ἔργμασιν ἐπιστατεῖ,
50 Αἴγινα, τεῶν Διός τ’ ἐκγόνων. θρασύ μοι τόδ’ εἰπεῖν
φαενναῖς ἀρεταῖς ὁδὸν κυρίαν λόγων
οἴκοθεν· ἀλλὰ γὰρ ἀνάπαυσις ἐν παντὶ γλυκεῖα ἔργῳ· κόρον δ’ ἔχει
καὶ μέλι καὶ τὰ τέρπν’ ἄνθε’ Ἀφροδίσια.
φυᾷ δ’ ἕκαστος διαφέρομεν βιοτὰν λαχόντες
55 ὁ μὲν τά, τὰ δ’ ἄλλοι· τυχεῖν δ’ ἕν’ ἀδύνατον
εὐδαιμονίαν ἅπασαν ἀνελόμενον· οὐκ ἔχω
εἰπεῖν, τίνι τοῦτο Μοῖρα τέλος ἔμπεδον
ὤρεξε. Θεαρίων, τὶν δ’ ἐοικότα καιρὸν ὄλβου
δίδωσι, τόλμαν τε καλῶν ἀρομένῳ
60 σύνεσιν οὐκ ἀποβλά�
�τει φρενῶν.
ξεῖνός εἰμι· σκοτεινὸν ἀπέχων ψόγον,
ὕδατος ὥτε ῥοὰς φίλον ἐς ἄνδρ’ ἄγων
κλέος ἐτήτυμον αἰνέσω· ποτίφορος δ’ ἀγαθοῖσι μισθὸς οὗτος.
Δ΄ ἐὼν δ’ ἐγγὺς Ἀχαιὸς οὐ μέμψεταί μ’ ἀνήρ
65 Ἰονίας ὑπὲρ ἁλὸς οἰκέων, καὶ προξενίᾳ πέποιθ’, ἔν τε δαμόταις
ὄμματι δέρκομαι λαμπρόν, οὐχ ὑπερβαλών,
βίαια πάντ’ ἐκ ποδὸς ἐρύσαις· ὁ δὲ λοιπὸς εὔφρων
ποτὶ χρόνος ἕρποι. μαθὼν δέ τις ἀνερεῖ,
εἰ πὰρ μέλος ἔρχομαι ψάγιον ὄαρον ἐννέπων.
70 Εὐξένιδα πάτραθε Σώγενες, ἀπομνύω
μὴ τέρμα προβαὶς ἄκονθ’ ὥτε χαλκοπάραον ὄρσαι
θοὰν γλῶσσαν, ὃς ἐξέπεμψεν παλαισμάτων
αὐχένα καὶ σθένος ἀδίαντον, αἴθωνι πρὶν ἁλίῳ γυῖον ἐμπεσεῖν.
εἰ πόνος ἦν, τὸ τερπνὸν πλέον πεδέρχεται.
75 ἔα με· νικῶντί γε χάριν, εἴ τι πέραν ἀερθείς
ἀνέκραγον, οὐ τραχύς εἰμι καταθέμεν.
εἴρειν στεφάνους ἐλαφρόν, ἀναβάλεο· Μοῖσά τοι
κολλᾷ χρυσὸν ἔν τε λευκὸν ἐλέφανθ’ ἁμᾶ
καὶ λείριον ἄνθεμον ποντίας ὑφελοῖσ’ ἐέρσας.
80 Διὸς δὲ μεμναμένος ἀμφὶ Νεμέᾳ
πολύφατον θρόον ὕμνων δόνει
ἡσυχᾷ. βασιλῆα δὲ θεῶν πρέπει
δάπεδον ἂν τόδε γαρυέμεν ἡμέρᾳ
ὀπί· λέγοντι γὰρ Αἰακόν νιν ὑπὸ ματροδόκοις γοναῖς φυτεῦσαι,
Ε΄ ἐμᾷ μὲν πολίαρχον εὐωνύμῳ πάτρᾳ,
86 Ἡράκλεες, σέο δὲ προπράον’ ἔμ‹μ›εν ξεῖνον ἀδελφεόν τ’. εἰ δὲ γεύεται