Book Read Free

Works of Nonnus

Page 129

by Nonnus


  πῶς ποτε Φοῖβον ἔφευγε, Βορηίδι σύνδρομος αὔρῃ,

  πῶς διερὸν παρὰ χεῦμα τιταινομένου ποταμοῖο

  παρθένιον πόδα πῆξε παρ᾽ εὐρυρέεθρον Ὀρόντην,

  ὁππότε γαῖα χανοῦσα παρ᾽ εὐύδρου στόμα λίμνης

  215 παῖδα διωκομένην οἰκτίρμονι δέξατο κόλπῳ.

  τοῖον ἔπος φαμένης ἀνεπάλλετο χάρματι Μορρεύς,

  ἓν δέ ἑ μοῦνον ὄρινε, διωκομένην ὅτι Δάφνην

  καὶ θεὸς οὐκ ἐκίχησε καὶ οὐκ ἐμίηνεν Ἀπόλλων:

  καὶ βραδὺν ἔννεπε Φοῖβον: ἀεὶ δ᾽ ὑπεμέμφετο γαίῃ,

  220 παρθένον ὅττι κάλυψεν ἀπειρήτην ὑμεναίων:

  δείδιε γὰρ τρομέων γλυκερῷ πυρί, μή τι καὶ αὐτὴ

  εἴη Χαλκομέδη φιλοπάρθενος, οἷά τε Δάφνη,

  μή μιν ἰδὼν φεύγουσαν ἐτώσιον εἰς δρόμον ἔλθῃ,

  μοχθίζων ἀτέλεστον ἐς ἵμερον, ὥς περ Ἀπόλλων.

  225 ἀλλ᾽ ὅτε νὺξ ἀνέτελλε, κατευνήτειρα κυδοιμοῦ,

  Χακξινέδγ μὲν ἵκανεν ἐρημάδος εἰς ῥάχιν ὕλης,

  ἴχνια μαστεύουσα νοοπλανέος Διονύσου:

  οὐ τότε ῥόπτρα φέρουσα καὶ Εὔια κύμβαλα Ῥείης

  ὄργια μυστιπόλευεν ἀκοιμήτοιο Λυαίου,

  230 ἀλλὰ κατηφιόωσα καὶ οὐ ψαύουσα χορείης

  εἶχεν ἀσιγήτοισιν ἀήθεα χείλεσι σιγήν,

  νοῦσον ἀλεξητῆρος ἐπισταμένη Διονύσου.

  Ὀκναλέοις δὲ πόδεσσι μόγις βραδὺς ἤιε Μορρεύς,

  ἐντροπαλιζομένῳ δεδοκημένος ὄμματι νύμφην,

  235 μεμφόμενος Φαέθοντα ταχύδρομον: ἑσπόμενον δὲ

  Χαλκομέδῃ νόον εἶχεν ὁμόστολον: ἀσχαλόων δὲ

  Κυπριδίοις ὀάροισιν ἀνήρυγε θῆλυν ἰωήν,

  αἰθύσσων νυχίων ὑποκάρδιον ἰὸν Ἐρώτων:

  ‘ἔρρε, βέλος καὶ τόξον Ἀρήιον: ἱμερόεν γὰρ

  240 φέρτερον ἄλλο βέλος με βιάζεται: ἔρρε, φαρέτρη:

  κεστὸς ἱμὰς νίκησεν ἐμῆς τελαμῶνα βοείης.

  οὐκέτι Βασσαρίδεσσι μαχήμονα χεῖρα κορύσσω:

  ἀλλὰ θεὸν πατρῷον, ὕδωρ καὶ γαῖαν ἐάσας

  βωμὸν ἀναστήσω καὶ Κύπριδι καὶ Διονύσῳ,

  245 ῥίψας χάλκεον ἔγχος Ἐνυαλίου καὶ Ἀθήνης.

  οὐκέτι πυρσὸν ἔχων θωρήσσομαι: ἀδρανέος γὰρ

  δαλὸν Ἐνυαλίοιο κατέσβεσε πυρσὸς Ἐρώτων:

  ἄλλῳ θερμοτέρῳ πυρὶ βάλλομαι. αἴθε καὶ αὐτός,

  αἴθε γυναιμανέων Σάτυρος πέλον, ὄφρα χορεύσω

  250 μεσσόθι Βασσαρίδων, παλάμῃ δ᾽ ἵνα πῆχυν ἐρείσας

  σφίγξω δεσμὸν ἔρωτος ἐπ᾽ αὐχένι Χαλκομεδείης.

  εἰς Φρυγίην Διόνυσος ὀπάονα Δηριαδῆος

  δουλοσύνης ἐρύσειεν ὑπὸ ζυγόν, ἀντὶ δὲ πάτρης

  Μαιονίη πολύολβος ἑὸν ναέτην με δεχέσθω:

  255 Τμῶλον ἔχειν ἐθέλω μετὰ Καύκασον: ἀρχέγονον δὲ

  Ἰνδὸν ἀπορρίψας ἐμὸν οὔνομα Λυδὸς ἀκούσω,

  αὐχένα δοῦλον Ἔρωτος ὑοκλίνων Διονύσῳ:

  Πακτωλὸς φερέτω με: τί μοι πατρῷος Ὑδάσπης;

  Χαλκομέδης δ᾽ ἐχέτω με δόμος γλυκύς: ἐν πολέμοις γὰρ

  260 Κύπρις ὁμοῦ καὶ Βάκχος ὑπ᾽ ἀμφοτέροισι βελέμνοις

  γαμβροῖς Δηριαδῆος ἐπέχραον, ὄφρά τις εἴπῃ:

  ‘Μορρέα κεστὸς ἔπεφνε, καὶ ἔκτανε θύρσος Ὀρόντην.’’

  τοῖα μὲν ὴύτησε: πολυφλοίσβῳ δὲ μερίμηῃ

  τήκετο Χαλκομέδης μεμνημένος: ἐν γὰρ ὀμίλῃ

  265 θερμότεροι γεγάασιν ἀεὶ σπινθῆρες Ἐρώτων.

  ἤδη γὰρ σκιόεντι θορὼν αὐτόχθονι παλμῷ

  ἄψοφος ἀννεφέλοιο μελαίνετο κῶνος ὀμίχλης,

  καὶ τρομερῇ ξύμπαντα μιῇ ξύνωσε σιωπῇ:

  οὐδέ τις ἴχνος ἔπειγε δι᾽ ἄστεος Ἰνδὸς ὁδίτης,

  270 οὐδὲ γυνὴ χερνῆτις ἐθήμονος ἥπτετο τέχνης,

  οὐδέ οἱ ἐν παλάμῃσι φιληλακάτῳ παρὰ λύχνῳ

  κύκλον ἐς αὐτοέλικτον ἰὼν ἄτρακτος ἀλήτης

  ἄστατος ὀρχηστῆρι τιταίνετο νήματος ὁλκῷ,

  ἀλλὰ καρηβαρέουσα φιλαγρύπνῳ παρὰ λύχνῳ

  275 εὗδε γυνὴ ταλαεργός: ὄφις δέ τις ἥσυχος ἕρπων

  κεῖτο πεσών, κεφαλῇ δ᾽ ἐρύων παλινάγρετον οὐρὴν

  γαστέρος ὑπναλέης ἀνεσείρασεν ὁλκὸν ἀκάνθης:

  καί τις ἀερσιπόδης ἐλέφας παρὰ γείτονι τοίχῳ

  ὄρθιον ὕπνον ἴαυεν, ὑπὸ δρυὶ νῶτον ἐρείσας.

  280 καὶ τότε μοῦνος ἄυπνος ἀπόσσυτος ἄψοφος ἕρπων

  ποσσὶ παλιννόστοισιν ἕλιξ ἐστρεύγετο Μορρεύς,

  μούνην Χειροβίην θαλάμοις εὕδουσαν ἐάσας:

  καί τινος ἀρχαίοιο σοφοῦ πάρα μῦθον ἀκούσας

  ἀνδράσι πὰρ Κιλίκεσσιν ἔχων μόθον ἐγγύθι Ταύρου

  285 ἔνθεον ἀστραίων δεδαημένος οἶστρον Ἐρώτων,

  ἠέρι πεπταμένην μετανεύμενος αἴθριον αὐλὴν

  νυμφίον Εὐρώπης ἐπεδέρκετο, Ταῦρον Ὀλύμπου:

  ἀξονίῳ δὲ τένοντι πολυπλανὲς ὄμμα τιταίνων

  Καλλιστὼ σκοπίαζε καὶ ἄστατον ὁλκὸν Ἁμαξης,

  290 γινώσκων, ὅτι θῆλυς ἐδέξατο θῆλυν ἀκοίην

  μιμηλῆς μεθέπηοντα νόθον δέμας ἰοχεαίρης

  ἀγνώστοις μελέεσοιν: ὑπερτέλλοντα δὲ Ταύρου

  Μυρτίλον ἐσκοπίαζε, πυρίπνοον Ἡνιοχῆα,

  ὅττι γάμῳ χραίσμησε, καὶ εἰς δρόμον Ἱπποδαμείης

  295 ἀντίτυπον ποίησε τύπον τροχοεσδέι κηρῷ,

  ἄχρι Πέλοψ γάμον εὗρε: καὶ ἀγχόθι Κασσ
ιεπείης

  αἰετὸν Αἰγίνης τανυσίπτερον εἶδεν ἀκοίτην,

  καὶ δόλον ἤθελε τοῖον ἐπίκλοπον, ὄφρα καὶ αὐτὸς

  Χαλκομέδης λύσειεν ἀνυμφεύτοιο κορείην,

  300 καί τινα μῦθον ἔειπεν ἔχων ἄγρυπνον ὀπωπήν:

  ‘ἔκλυον, ὡς Σατύρῳ πανομοίιος ὑψιμέδων Ζεὺς

  Ἀντιόπην δολόεντι τύπῳ νυμφεύσατο κούρην

  μιμηλῇ φιλότητι φιλοσκάρθμων ὑμεναίων:

  τοῖον ἔχειν ἐθέλω καὶ ἐγὼ δέμας, ὄφρα χορεύσω

  305 εἰς στρατὸν εὐκεράων Σατύρων ἄγνωστος ἱκάνων,

  Χαλκομέδης ἵνα λέκτρα φιλακρήτοιο τελέσσω.

  οἶδα, πόθεν, Κυθέρεια, χολώεαι υἱάσιν Ἰνδῶν:

  γείτονας Ἠελίοιο τεοὶ κλονέουσιν ὀιστοί:

  οὔ πω μνῆστιν ὄλεσσας ἐλεγχομένων σέο δεσμῶν.

  310 οὐ Φαέθων με φύτευσε: τί με κλονέεις, Ἀφροδίτη;

  οὐ τέκε Πασιφάη με βοοσκόπος, οὐκ Ἀριάδνης

  γνωτὸς ἐγώ. φθέγξασθε, λίθοι, πετρώδεα φωνήν.

  Χαλκομέδην ποθέω, καὶ ἀναίνεται.ἔρρε, φαρέτρη,

  ἔρρετε, φοίνια τόξα καὶ ἠνεμόεντες ὀιστοί:

  315 Ἄρης οὔ με σάωσε κορυσσομένης Ἀφροδίτης:

  βαιὸς Ἔρως με δάμασσε, τὸν οὐ κτάνε Βάκχος ἀγήνωρ.’

  τοῖα μάτην κατὰ νύκτα δυσίμερος ἔννεπε Μορρεύς.

  οὐδὲ νοοπλανέος πτερὸν εὔνασεν ἡδέος Ὕπνου

  Χαλκομέδην φυγόδεμνον, ἐπεὶ πόθον εἶχεν ὀλέθρου,

  320 Μορρέα δειμαίνουσα μεμηνότα, μή μιν ἐρύσσας

  θερμὸς ἀνὴρ ζεύξειεν ἀναγκαίοις ὑμεναίοις

  Βάκχου μὴ παρεόντος: Ἐρυθραίῃ δὲ θαλάσσῃ

  ἔννυχον ἴχονς ἔκαμψε καὶ ἴαχε κύματι κωφῷ:

  ‘Μηλίς, ἐπολβίζω σε: σὺ γάρ ποτε, νῆις Ἐρώρων,

  325 αὐτομάτῃ στροφάλιγγι δέμας ῥίψασα θαλάσσῃ

  λέκτρα γυναιμανέοντος ἀλεύαο Δαμναμενῆος:

  σὸν μόρον ὀλβίζω φιλοπάρθενον: οἰστρομανῆ γὰρ

  νυμφίον εἰς σὲ κόρυσσεν ἁλὸς θυγάτηρ Ἀφροδίτη,

  καί σε θάλασσα φύλαξε, καὶ εἰ Παφίης πέλε μήτηρ,

  330 καὶ θάνες ἐν ῥοθίοις ἔτι παρθένος. ἀλλὰ καὶ αὐτὴν

  Χαλκομέδην ἐθέλουσαν ὕδωρ κρύψειε θαλάσσης

  Μορρέος ἱμείροντος ἀπειρήτην ὑμεναίων,

  ὄφρα νέη Βριτόμαρτις ἐγὼ φυγόδεμνος ἀκούσω,

  ἥν ποτε πόντος ἔδεκτο καὶ ἔμπαλιν ὤπασε γαίῃ,

  335 Κυπριδίων Μίνωος ἀφειδήσασαν Ἐρώτων.

  ὁ̣̣̓ με διεπτοίησεν ἐρωμανέων ἐνοσίχθων,

  οἷά περ Ἀστερίην φιλοπάρθενον, ἣν ἐνὶ πόντῳ

  πλαζομένην ἐδίωκε παλίνδρομον, εἰσόκεν αὐτὴν

  ἄστατον ἱππεύουσαν ἀμοιβάδι σύνδρομον αὔρῃ

  340 κύμασιν ἀστυφέλικτον ἐνερρίζωσεν Ἀπόλλων.

  δέξό με, δέξο, θάλασσα, φιλοξείνῳ σίο κόλπῳ:

  δέχνυσο Χαλκομέδην μετὰ Μηλίδα: δέξο καὶ αὐτὴν

  ὁπλοτέρην Βριτόμαρτιν ἀναινομένην ὑμεναίους,

  ὄφρα φύγω Μορρῆα καὶ ὑμετέρην Ἀφροδίτην:

  345 Χαλκομέδην ἐλέαιρε, βοηθόε παρθενικάων.’

  ὣς φαμένη δεδόνητο νόον παρὰ γείτονι πόντῳ:

  καί νύ κεν αὐτοκύλιστος ἐδύσατο κῦμα θαλάσσης,

  ἀλλὰ Θέτις χραίσμησε χαριζομένη Διονύσῳ,

  καὶ δέμας ἀλλάξασα παρίστατο Χαλκομεδείῃ,

  350 Βάκχης δ᾽ εἶδος ἔχουσα παρήγορον ἴαχε φωνήν:

  ‘τέτλαθι, Χαλκομέδη, μὴ δείδιθι Μορρέος εὐνήν:

  αἴσιον ὄρνιν ἔχεις με τεῆς ἀλύτοιο κορείης,

  μαρτυρίην μεθέπουσαν ἀνυμφεύτων σἐο λέκτρων.

  εἰμὶ Θέτις φυγόδεμνος ὁμοίιος, εἰμὶ καὶ αὐτή,

  355 οἷά τε Χαλκομέδη, φιλοπάρθενος: οὐρανόθεν δὲ

  Ζεύς με πατὴρ ἐδίωκε καὶ ἤθελεν εἰς γάμον ἕλκειν,

  εἰ μή μιν ποθέοντα γέρων ἀνέκοπτε Προμηθεὺς

  θεσπίζων Κρονίωνος ἀρείονα παῖδα φυτεῦσαι,

  μὴ Θέτιδός ποτε κοῦρος ἐπιβρίσειε τοκῆι

  360 καὶ Κρονίδην ἐλάσειεν, ἅτε Κρόνον ὑψιμέδων Ζεύς.

  γίνεό μοι δολόεσσα φερέσβιος: αὐτοφόνος γὰρ

  αἴ κε θάνῃς ἀδίδακτος ἀνυμφεύτων ὑμεναίων,

  Βασσαρίδων στίχα πᾶσαν ἀνάρσιος Ἰνδὸς ὀλέσσει:

  ἀλλά μιν ἠπερόπευε, καὶ ἐκ θανάτοιο σαώσεις

  365 σὴν στρατιὴν φύξηλιν ἱμασσομένου Διονύσου,

  ψευδομένη Παφίης κενεὸν πόθον: εἰ δέ σε Μορρεὺς

  εἰς εὐνὴν ἐρύσειεν ἀναινομένην ὑμεναίους,

  οὐ χατέεις ἐπὶ Κύπριν ἀρηγόνος: ὑμετέρης γὰρ

  φρουρὸν ἔχεις ἀπέλεθρον ὄφιν χραισμήτορα μίτρης:

  370 ὑμέτερον δὲ Δράκοντα λαβὼν μετὰ φύλοπιν Ἰνδῶν

  στηρίξει Διόνυσος ἐν ἀστεροφεγγέι κύκλῳ,

  ἄγγελον οὐ λήγοντα τεῆς ἀλύτοιο κορείης,

  ἐγγὺς ἑοῦ Στεφάνοιο φεραυγέος, εὖτε τελέσσῃ

  ἀστερόεν μέγα σῆμα Κυδωναίης Ἀριάδνης:

  375 Ἀρκτῴῳ δὲ Δράκοντι δράκων τεὸς ἰσοφαρίζων

  ἀστράψει μερόπεσσι, συναστράπτων Ὀφιούχῳ.

  ὕστερον αἰνήσεις ἁλίην Θέτιν, εὖτε νοήσῃς

  ἀστέρα σὸν πυρόεντα συναστράπτοντα Σελήνῃ.

  ἔσσο δὲ θαρσήεσσα γάμου χάριν: οὐ γὰρ ἀκοίτης

  380 ἔμπεδον ὑμετέρης ἀναλύσεται ἄμμα κορείης,

  οὐ μὰ σὲ καὶ Διόνυσον ἐμῆς ψαύσαντα τραπέζης,

  οὐ μὰ σὲ καὶ σέο θύρσα, καὶ ε�
�ναλίην Ἀφροδίτην.’

  εἶπε παραιφαμένη: νεφέλῃ δ᾽ ἐκαλύψατο κούρην,

  μή μιν ἐσαθρήσωσι φυλάκτορες ἢ σκοπὸς ἀνήρ,

  385 φώριον ἴχνος ἔχων δολίῳ ποδὶ νυκτὸς ὁδίτης,

  ἠὲ γυναιμανέων θρασὺς αἰπόλος, ἑσπερίην δὲ

  παρθενικὴν ἐρύσειε παρ᾽ εἰνοδίους ὑμεναίους.

  BOOK 34

  Κτεινομέναις ἑκάτερθε τριηκοστοῖο τετάρτου

  Δηριάδης Βάκχῃσι κορύσσεται ἔνδοθι πύργων.

  κούρη δ᾽ οὐρεσίφοιτος ἑῷ ταχυδίνεϊ ταρσῷ

  ἄψοφον ἴχνος ἔχουσα διέστιχεν εἰς ῥάχιν ὕλης:

  οὐδὲ Θέτις δήθυνεν ἐπ᾽ ᾐόνος, ἀλλὰ καὶ αὐτὴ

  πατρῴην βρυόεσσαν ἐδύσατο Νηρέος αὐλήν.

  5 ἤδη δ᾽ ἀννεφέλοιο δι᾽ ἠέρος ὄμμα τιταίνων

  ἄντυγας ἀστραίας ὁρόων ἐκορέσσατο Μορρεύς:

  καί τινα μῦθον ἔειπε μεληδόσι θυμὸν ἱμάσσων:

  ‘πλάζεται ἀλλοπρόσαλλος ἐμὸς νόος: οὐ μία βουλή,

  εἷς νόος οὐ μεθέπει με: πολυσπερέες δὲ μενοιναὶ

  10 ἀμφ᾽ ἐμὲ κυκλώσαντο, καὶ οὐ μίαν οἶδα τελέσσαι:

  κτείνω Χαλκομέδειαν ἐπήρατον; ἀλλὰ τί ῥέξω,

  μή με πόθῳ μετὰ πότμον ἀποκτείνειε καὶ αὐτή;

  ἀλλὰ λίπω ζώουσαν ἀνούτατον, ἀμφαδίην δὲ

  παρθένον εἰς ὑμέναιον ἐφέλκομαι; ἀλλ᾽ ἐνὶ θυμῷ

  15 Δηριάδην τρομέω καὶ Χειροβίην ἐλεαίρω.

  οὐ μὲν ἐγὼ κτείνω ποτὲ παρθένον: ἢν δὲ δαμάσσω,

  πῶς δύναμαι ζώειν, ὅτε παρθένον οὐκέτι λεύσσω;

  κάμνω, Χαλκομέδης ὅτε λείπομαι εἰς μίαν ὥρην.’

  τοῖα μάτην ἐνέπων πολυμήχανος ἤιε Μορρεύς,

 

‹ Prev