Book Read Free

Works of Nonnus

Page 152

by Nonnus


  καὶ γαμίου πολέμοιο θεμείλια πῆξεν Ἐνυώ:

  καὶ κλόνον αἰθύσσων ἐνοσίχθονι καὶ Διονύσῳ

  5 θοῦρος ἔην Ὑμέναιος, ἐς ὑσμίνην δὲ χορεύων

  χάλκεον ἔγχος ἄειρεν Ἀμυκλαίης Ἀφροδίτης,

  Ἄρεος ἁρμονίην Φρυγίῳ μυκώμενος αὐλῷ.

  καὶ Σατύρων βασιλῆι καὶ ἡνιοχῆι θαλάσσης

  παρθένος ἦεν ἄεθλον: ἀναινομένη δὲ σιωπῇ

  10 εἰναλίου μνηστῆρος ἔχειν μετανάστιον εὐνὴν

  ὑγρὸν ὑποβρυχίων ἐπεδείδιε παστὸν Ἐρώτων,

  καὶ πλέον ἤθελε Βάκχον: ἔικτο δὲ Δηιανείρῃ,

  ἥ ποτε νυμφιδίοιο περιβρομέοντος ἀγῶνος

  ἤθελεν Ἡρακλῆα, καὶ ἀσταθέος ποταμοῖο

  15 ἵστατο δειμαίνουσα βοοκραίρους ὑμεναίους.

  καὶ δρόμον αὐτοκέλευστον ἔχων ἑλικώδεϊ ῥόμβῳ

  ἀννέφελος σάλπιζε μέλος πολεμήιον αἰθήρ:

  καὶ βλοσυρὸν μύκημα χέων λυσσώδεϊ λαιμῷ

  Ἀσσυρίῳ τριόδοντι κορύσσετο κυανοχαίτης,

  20 σείων πόντιον ἔγχος. ἀπειλήσας δὲ θαλάσσῃ

  εἰς ἐνοπὴν Διόνυσος ἐκώμασεν οἴνοπι θύρσῳ,

  μητρὸς ὀρεσσινόμοιο καθήμενος ἅρματι Ῥείης:

  καί τις ἀεξομένη παρὰ Μυγδόνος ἄντυγα δίφρου

  ἄμπελος αὐτοτέλεστος ὅλον δέμας ἔσκεπε Βάκχου,

  25 βόστρυχα μιτρώσασα κατάσκια σύζυγι κισσῷ:

  καί τις ὑπὸ ζυγόδεσμα περίπλοκον αὐχένα σείων

  θηγαλέῳ χθονὸς ἄκρα λέων ἐχαράξατο ταρσῷ,

  τρηχαλέον μύκημα σεσηρότι χείλεϊ πέμπων:

  καὶ βραδὺς ἑρπύζων ἐλέφας παρὰ γείτονι πηγῇ

  30 ὄρθιον ἀγνάμπτοιο ποδὸς στήριγμα κολάψας,

  ὄμβριον ἀζαλέοισιν ἀνήφυσε χείλεσιν ὕδωρ,

  καὶ προχοὰς ξήραινε: κονιομένων δὲ ῥοάων

  πηγαίην ἀχίτωνα μετήγαγε διψάδα Νύμφην.

  καὶ θεὸς ὑγρομέδων ἐκορύσσετο: Νηρεΐδων δὲ

  35 ἦν κλόνος: ἰκμαλέοι δὲ θαλασσαίων ἀπὸ νώτων

  δαίμονες ἐστρατόωντο: τανυπτόρθοις δὲ κορύμβοις

  δῶμα Ποσειδάωνος ἱμάσσετο, πόντιον ὕδωρ:

  καὶ χθονίου λοφόεντος ἀρασσομένου κενεῶνος

  ἡμερίδες. Λιβάνοιο μετοχλίζοντο τριαίνῃ.

  40 καί τινα βοσκομένην μελανόχροον ἐγγύθι πόντου

  εἰς βοέην ἀγέλην Ποσιδήιον ἅλματι λάβρῳ

  θυιάδες ἐρρώοντο: τανυγλήνοιο δὲ ταύρου

  ἡ μὲν ἐφαπτομένη ῥάχιν ἔσχισεν, ἡ δὲ μετώπου

  διχθαδίης ἀτίνακτα διέθλασεν ἄκρα κεραίης:

  45 καί τις ἀλοιητῆρι διέτμαγε γαστέρα θύρσῳ:

  ἄλλη πλευρὸν ἔτεμνεν ὅλον βοός: ἡμιθανὴς δὲ

  ὕπτιος αὐτοκύλιστος ὑπώκλασε ταῦρος ἀρούρῃ:

  καὶ βοὸς ἀρτιτόμοιο κυλινδομένοιο κονίῃ

  ἡ μὲν ὀπισθιδίους πόδας ἔσπασεν, ἡ δὲ λαβοῦσα

  50 προσθιδίους ἐρύεσκε, πολυστροφάλιγγι δὲ ῥιπῇ

  ὄρθιον ἐσφαίρωσεν ἐς ἠέρα δίζυγα χηλήν.

  καὶ στρατιῆς Διόνυσος ἐκόσμεεν ἡγεμονῆας,

  στήσας πέντε φάλαγγας ἐς ὑδατόεσσαν Ἐνυώ.

  τῆς πρώτης στιχὸς ἦρχε Κίλιξ εὐάμπελος Οἰνεὺς

  55 υἱὸς Ἐρευθαλίωνος, ὃν ἤροσεν ἐγγύθι Ταύρου

  Φυλλίδος ἀγραύλοισιν ὁμιλήσας ὑμεναίοις:

  τῆς δ᾽ ἑτέρης ἡγεῖτο μελαγχαίτης Ἐλικάων

  ξανθοφυὴς ῥοδέῃσι παρηίσιν, ἀμφὶ δὲ δειρῇ

  πλοχμὸς ἐυστροφάλιγγος ἕλιξ ὑπεσίρετο χαίτης:

  60 Οἰνοπίων τριτάτης, Στάφυλος προμάχιζε τετάρτης,

  Οἰνομάου δύο τέκνα, φιλακρήτοιο τοκῆος:

  πέμπτης δ᾽ ἡγεμόνευε Μελάνθιος, ὄρχαμος Ἰνδῶν,

  ὅν τέκεν Οἰνώνη Κισσηιάς, ἀμφὶ δὲ κούρῳ

  φυταλιῆς πλέξασα θυώδεος ἄκρα πετήλων

  65 σπάργανα βοτρυόεντα πέριξ εἱλίξατο μήτηρ,

  υἱέα χυτλώσασα μέθης ἐγκύμονι ληνῷ.

  τοίη κισσοφόροισιν ὀιστεύουσα βελέμνοις

  σύνδρομος ἀμπελόεντι φάλαγξ ἐκορύσσετο βάκχῳ.

  καὶ στρατιὴν θώρηξε χέων λαοσσόον ἠχώ:

  ‘

  70 Βασσαρίδες, μάρνασθε: κορυσσομένου δὲ Λυαίου

  αὐλὸς ἐμὸς κερόεις πολεμήιον ἦχον ἀράσσων

  ἀντίτυπον φθέγξαιτο μέλος μυκήτορι κόχλῳ,

  καὶ διδύμοις πατάγοισι μόθου χαλκόθροον ἠχὼ

  τύμπανα δουπήσειεν: Ἐνυαλίῳ δὲ χορεύων

  75 Γλαῦκον ὀιστεύσειε Μάρων ῥηξήνορι θύρσῳ:

  καὶ πλοκάμους Πρωτῆος ἀήθεϊ δήσατε κισσῷ,

  καὶ Φαρίου πόντοιο λιπὼν Αἰγύπτιον ὕδωρ,

  νεβρίδα ποικιλόνωτον ἔχων μετὰ δέρματα φώκης,

  αὐχένα κυρτώσειεν ἐμοὶ θρασύν: εἰ δύναται δέ,

  80 Σειληνῷ μεθύοντι κορυσσέσθω Μελικέρτης:

  καὶ ναέτην Τμώλοιο μετὰ βρυόεντας ἐναύλους

  γηραλέον Φόρκυνα διδάξατε θύρσον ἀείρειν,

  85 ἀμπελόεις δὲ γένοιτο γέρων χερσαῖος ἀλωεύς:

  καὶ Σάτυρος μενέχαρμος ἑὸν νάρθηκα τινάσσων

  διψαλέον Νηρῆα μεταστήσειε θαλάσσης

  ἀγραύλοις παλάμῃσι: καὶ ἀρτιφύτων ἀπὸ κήπων

  βόστρυχα μιτρώσασθε Παλαίμονος οἴνοπι δεσμῷ,

  καί μιν ὑποδρήσσοντα μετ᾽ Ἰσθμιάδος βυθὸν ἅλμης

  πόντιον ἡνιοχῆα κομίσσατε μητέρι Ῥείῃ,

  90 εἰναλίῃ μάστιγι κυβερνητῆρα λεόντων:

  οὐ γὰ
ρ ἐμὸν κατὰ πόντον ἀνεψιὸν εἰσέτ᾽ ἐάσσω.

  ἀθρήσω δὲ φάλαγγα δορικτήτοιο θαλάσσης

  νεβρίδι κοσμηθεῖσαν: ἀπειρήτῃσι δὲ Νύμφαις

  κύμβαλα Νηρεΐδεσσιν ὀπάσσατε: μίξατε Βάκχαις

  95 Ὑδριάδας: Θέτιδος δέ, καὶ εἰ γένος ἐστὶ θαλάσσης,

  μούνης ξεινοδόκοιο φυλάξατε δῶμα θεαίνης:

  Λευκοθέης δ᾽ ἀπέδιλα συνάψατε ταρσὰ κοθόρνοις:

  χερσαίη δὲ φανεῖσα συνέμπορος Εὐάδι Βάκχῃ

  Δωρὶς ἀερτάζειεν ἐμὴν θιασώδεα πεύκην:

  100 καὶ βυθίη Πανόπεια τιναξαμένη βρύον ἅλμης

  βόστρυχα μιτρώσειεν ἐχιδνήεντι κορύμβῳ:

  Εἰδοθέη δ᾽ ἀέκουσα περίκροτα ῥόπτρα δεχέσθω:

  καἰ πόθον ἶσον ἔχουσαν ἐρωμανέοντι καὶ αὐτῷ

  τίς νέμεσις Γαλάτειαν ὑποδρήσσειν Διονύσῳ,

  105 ἕδνον Ἀμυμώνης θαλαμηπόλον ὄφρα τελέσσῃ

  ἱστοπόνῳ παλάμῃ Λιβανηίδι πέπλον ἀνάσσῃ;

  ἀλλὰ γένος Νηρῆος ἐάσατε: ποντοπόρους γὰρ

  δμωίδας οὐκ ἐθέλω, Βερόῃ μὴ ζῆλον ἐγείρω.

  καὶ κομόων γλωχῖνι τανυπτόρθοιο μετώπου

  110 Πὰν ἐμὸς οὐρεσίφοιτος ἀτευχέι χειρὶ πιέζων

  θηγαλέῃ πλήξειε Ποσειδάωνα κεραίῃ,

  στέρνου μεσσατίοιο τυχὼν εὐκαμπέσιν αἰχμαῖς

  ἢ σκοπέλῳ λοφόεντι, διαρρήξειε δὲ χηλαῖς

  δισσοφυῆ Τρίτωνος ὁμόζυγα κύκλον ἀκάνθης.

  115 Γλαῦκος ἁλιβρέκτοιο διάκτορος ἐννοσιγαίου

  Βάκχῳ ὑποδρήσσειε, περίκροτα χερσὶν ἀείρων

  αὐχενίῳ τελαμῶνι παρήορα τύμπανα Ῥείης.

  οὐ μούνης Βερόης περιμάρναμαι, ἀλλὰ καὶ αὐτῆς

  νύμφης ἡμετέρης περὶ πατρίδος: οὕ μιν ἀράξας

  120 ἱσταμένην ἀτίνακτον ἁλὸς μεδέων ἐνοσίχθων,

  εἰναλίην περ ἐοῦσαν, ἀμαλδύνειε τριαίνῃ,

  ὅττι κορυσσομένῳ θωρήξομαι: ἀμφότερον γάρ,

  εἰ λάχε γείτονα πόντον, ἔχει φυτὰ μυρία Βάκχου,

  νίκης ἡμετέρης σημήιον: ἀγχιάλου γὰρ ...

  125 ἀλλὰ παλαιοτέρην μετὰ Παλλάδα μάρτυρι Βάκχῳ

  Κέκροψ ἄλλος ἵκοιτο δικασπόλος, ὄφρα καἰ αὐτὴ

  ἄμπελος ἀείδοιτο φερέπτολις, ὥς περ ἐλαίη.

  καὶ πόλιος τελέσας ἕτερον τύπον οὕ μιν ἐάσω

  ἐγγὺς ἁλός, κραναὰς δὲ ταμὼν νάρθηκι κολώνας

  130 γείτονα Βηρυτοῖο γεφυρώσω βυθὸν ἅλμης,

  χερσώσας σκοπέλοισιν ἁλὸς πετρούμενον ὕδωρ:

  τρηχαλέη δὲ κέλευθος ἰσάζεται ὀξέι θύρσῳ.

  ἀλλὰ πάλιν μάρνασθε, Μιμαλλόνες, ἠθάδι νίκῃ

  θαρσαλέαι: κταμένων δὲ νεόρρυτον αἷμα Γιγάντων

  135 νεβρὶς ἐμὴ μεθέπουσα μελαίνεται: εἰσέτι δ᾽ αὐτὴ

  ἀντολίη τρομέει με, καὶ εἰς πέδον αὐχένα κάμπτει

  Ἰνδὸς Ἄρης, Βρομίῳ δὲ λιτήσια δάκρυα λείβων

  δάκρυα κυματόεντα γέρων ἔφριξεν Ὑδάσπης.

  καὶ διερὴν μετὰ δῆριν ἔχων Λιβανηίδα νύμφην

  140 ἓν γέρας ἱμείροντι χαρίζομαι ἐννοσιγαίῳ:

  ἤν ἐθέλῃ, μέλψειεν ἐμῶν ὑμέναιον Ἐρώτων,

  μοῦνον ἐμῇ Βερόῃ μὴ δόχμιον ὄμμα τανύσσῃ.

  ‘

  τοῖον ἔπος κατέλεξεν: ἀπειλητῆρι δὲ μύθῳ

  κερτομέων Διόνυσον ἀμείβετο κυανοχαίτης:

  145 ‘Αἰδόμενος, Διόνυσε, κορύσσομαι, ὅττι τριαίνης

  ἤρισας αἰχμητῆρι φυγὼν βουπλῆγα Λυκούργου:

  δεῦρο, Θέτις, σκοπίαζε: τεὸς Διόνυσος ἀλύξας

  καλὰ φιλοξείνῳ ζωάγρια δῶκε θαλάσσῃ:

  οὐκ ἄγαμαί ποτε τοῦτο, σελασφόρε: μητροφόνου γὰρ

  ἐκ πυρὸς ἐβλάστησας, ὅθεν πυρὸς ἄξια ῥέζεις.

  ἀλλά, φίλοι Τρίτωνες, ἀρήξατε, δήσατε Βάκχας

  150 ποντοπόρους τελέσαντες: ὀρεσσαύλου δὲ φορῆος

  τύμπανα Σειληνοῖο κατακλύζοιτο θαλάσσῃ,

  κύματι συρομένοιο, καὶ οἰδαίνοντι ῥεέθρῳ

  νηχομένου Σατύροιο φιλεύιος αὐλὸς ἀλάσθω

  εἰς πλόον αὐτοέλικτον: ἐν εὐύδρῳ δὲ μελάθρῳ

  155 Βασσαρίδες στορέσειαν ἐμὸν λέχος ἀντὶ Λυαίου.

  οὐ χατέω Σατύρων, οὐ Μαινάδας εἰς βυθὸν ἕλκω:

  Νηρεΐδες γεγάασιν ἀρείονες: ἀλλὰ θαλάσσῃ

  διψαλέαι κρύπτοιντο Μιμαλλόνες, οἰνοχύτου δὲ

  ἀντὶ μέθης πιέτωσαν ἐμῆς ἁλὸς ἁλμυρὸν ὕδωρ:

  160 καί τις ἐλαυνομένη διερῇ Πρωτῆος ἀκωκῇ

  Βασσαρὶς αὐτοκύλιστος ὀλισθήσειε θαλάσσῃ,

  ὀρχηθμὸν θανάτοιο κυβιστήσασα Λυαίῳ.

  165 Αἰθιόπων δὲ φάλαγγας ἐρύσσατε καὶ στίχας Ἰνδῶν,

  ληίδα Νηρεΐδεσσι, κακογλώσσοιο δὲ νύμφης

  Δωρίδι δούλια τέκνα κομίσσατε Κασσιεπείης,

  ποινὴν ὀψιτέλεστον: ἀμαιμακέτῳ δὲ ῥεέθρῳ

  Ὠκεανὸς πυρόεντα λελουμένον ἀστέρα Μαίρης,

  170 ληναίης προκέλευθον ἀκοιμήτοιο χορείης,

  Σείριον ἀμπελόεντα μεταστήσειεν Ὀλύμπου.

  ἀλλὰ σύ, Λύδιε Βάκχε, χερείονα θύρσον ἐάσας

  δίζεό σοι βέλος ἄλλο, καὶ αἰόλα δέρματα νεβρῶν

  κάτθεο, σῶν μελέων ὀλίγον σκέπας: οὐρανίου δὲ

  175 εἴ σε Διὸς γαμίη μαιώσατο νυμφιδίη φλόξ,

  ἄρτι πυρὶ πτολέμιζε, πυριτρεφές, ἄρτι κεραυνῷ

  πατρῴῳ προμάχιζε κυβερνητῆρι τριαίνης,

  καὶ στεροπὴν κούφιζε �
�αὶ αἰγίδα πάλλε τοκῆος:

  οὐ γὰρ Δηριάδης σε μένει πρόμος, οὐ Λυκοόργου

  180 οὗτος ἀγών, Ἀράβων ὀλίγος μόθος, ἀλλὰ θαλάσσης

  τοσσατίης, τρομέων δὲ καὶ εἰσέτι πόντιον αἰχμὴν

  οὐρανὸς ἡμετέρην βυθίην δεδάηκεν Ἐνυώ:

  καὶ πρόμος ὑψικέλευθος ἐμῆς τριόδοντος ἀκωκῆς

  πειρήθη Φαέθων, ὅτε δύσμαχος ἀμφὶ Κορίνθου

  185 εἰς μόθον ἀστερόεντα κορύσσετο πόντιος Ἄρης:

  ὑψώθη δὲ θάλασσα κατ᾽ αἰθέρος, Ὠκεανῷ δὲ

  λούετο διψὰς Ἅμαξα, καὶ ὕδασι γείτονος ἅλμης

  βάψας θερμὰ γένεια Κύων ἐψύχετο Μαίρης,

  καὶ βυθίων κενεῶνες ἀνυψώθησαν ἐναύλων

  190 κύματα πυργώσαντες, ἱμασσομένοιο δὲ πόντου

  οὐρανίῳ Δελφῖνι θαλάσσιος ἤντετο δελφίς.’

  ὣς εἰπὼν τριόδοντι μυχοὺς ἐτίναξε θαλάσσης,

  καὶ ῥοθίῳ κελάδοντι καὶ οἰδαίνοντι ῥεέθρῳ

  ἠέρα μαστίζοντες ἐβόμβεον ὕδατος ὁλκοί.

  195 καὶ διεροῖς σακέεσσιν ἐθωρήχθη στρατὸς ἅλμης:

  καὶ βυθίου Κρονίωνος ἁλιβρέκτῳ παρὰ φάτνῃ

  ἐγχείην ἐλέλιζεν ὑποβρυχίην Μελικέρτης,

  ζεύξας Ἴσθμιον ἅρμα, καὶ ὑγροπόρου βασιλῆος

  ἔγχος ἁλικνήμιδι παρῃώρησεν ἀπήνῃ,

  200 τριχθαδίῃ γλωχῖνι θαλάσσια νῶτα χαράσσων,

  ζεύξας Ἴσθμιον ἅρμα: καὶ Ἱππείῳ χρεμετισμῷ

  Ἰνδῴων κελάδημα συνεπλατάγησε λεόντων.

  καὶ δρόμον ὑγρὸν ἔλαυνε: τιταινομένοιο δὲ δίφρου

  ἄκρον ὕδωρ ἀδίαντος ἐπέγραφεν ἄβροχος ὁπλή.

  205 τρίτων δ᾽ εὐρυγένειος ἐπέκτυπε θυιάδι χάρμῃ,

 

‹ Prev