Works of Nonnus
Page 153
ὃς διδύμοις μελέεσσιν ἔχει βροτοειδέα μορφὴν
ἀλλοφυῆ, χλοάουσαν, ἀπ᾽ ἰξύος ἄχρι καρήνου
ἡμιτελής: διερῆς δὲ παρήορος ἰξύος ὁλκῷ
δίπτυχος ἰχθυόεντι τύπῳ περικάμπτεται οὐρή.
210 καὶ διερῇ μάστιγι, θαλασσαίῃ παρὰ φάτνῃ
ζεύξας ὠκυπόρῳ πεφορημένον ἅρμα θυέλλῃ,
Γλαῦκος ἀνιπτοπόδων λοφιὴν ἐπεμάστιεν ἵππων
καὶ Σατύρους ἐδίωκεν. ἁλιρροίζῳ δὲ κυδοιμῷ
Πὰν κερόεις, ἀβάτοισιν ἐν ὕδασι κοῦφος ὁδίτης,
215 ἄβροχος αἰγείῃσιν ἀνακρούων ἄλα χηλαῖς,
ἄστατος ἐσκίρτησε, καλαύροπι πόντον ἀράσσων,
πηκτίδι συρίζων πολέμου μέλος: ἐν ῥοθίοις δὲ
μιμηλὴν ἀίων ἀνεμώλιον εἰκόνα φωνῆς
ποσσὶν ὀρεσσινόμοισι διέτρεχε πόντιον ὕδωρ,
220 μαστεύων κτύπον ἄλλον: ὑπηνέμιος δὲ καὶ αὐτὴ
τικτομένη σύριγγι διώκετο ποντιὰς ἠχώ.
ἄλλος ἐυκρήπιδα λόφον νησαῖον ἑλίξας
ῥῖψεν ἐφ᾽ Ὑδριάδεσσιν, ἀποπλαγχθεῖσα δὲ πέτρη
Νηρεΐδων ἐτίναξε Παλαίμονος ἔμβρυον αὐλήν.
225 Πρωτεὺς δ᾽ Ἴσθμιον οἶδμα λιπὼν Παλληνίδος ἅλμης
εἰναλίῳ θώρηκι κορύσσετο, δέρματι φώκης:
ἀμφὶ δέ μιν στεφανηδὸν ἐπέρρεον αἴθοπες Ἰνδοὶ
Βάκχου κεκλομένοιο, καὶ οὐλοκόμων στίχες ἀνδρῶν
φωκάων πολύμορφον ἐπηχύναντο νομῆα.
230 σφιγγομένου δὲ γέροντος ἔην ἑτερόχροος εἰκών:
Πρωτεὺς γὰρ μελέεσσι τύπον μιμηλὸν ὑφαίνων
πόρδαλις αἰολόνωτος ἑὴν ἐστίξατο μορφήν:
καὶ φυτὸν αὐτοτέλεστον ἐπὶ χθονὸς ὄρθιον ἔστη
δενδρώσας ἑὰ γυῖα, τινασσομένων δὲ πετήλων
235 ψευδαλέον ψιθύρισμα Βορειάδι σύρισεν αὔρῃ:
καὶ γραπταῖς φολίδεσσι κεκασμένα νῶτα χαράξας
εἷρπε δράκων, μεσάτου δὲ πιεζομένου κενεῶνος
σπεῖραν ἀνῃώρησεν, ὑπ᾽ ὀρχηστῆρι δὲ παλμῷ
ἄκρα τιταινομένης ἐλελίζετο κυκλάδος οὐρῆς,
240 καὶ κεφαλὴν ὤρθωσεν, ἀποπτύων δὲ γενείων
ἰὸν ἀκοντιστῆρα κεχηνότι σύρισε λαιμῷ:
καὶ δέμας ἀλλοπρόσαλλον ἔχων σκιοειδέι μορφῇ
φρῖξε λέων, σύτο κάπρος, ὕδωρ ῥέε: καὶ χορὸς Ἰνδῶν
ὑγρὸν ἀπειλητῆρι ῥόον σφηκώσατο δεσμῷ
245 χερσὶν ὀλισθηρῇσιν ἔχων ἀπατήλιον ὕδωρ:
κερδαλέος δὲ γέρων πολυδαίδαλον εἶδος ἀμείβων
εἶχε Περικλυμένοιο πολύτροπα δαίδαλα μορφῆς,
ὃν κτάμεν Ἡρακλέης, ὅτε δάκτυλα δισσὰ συνάψας
ψευδαλέον μίμημα νόθης ἔθραυσε μελίσσης.
250 χερσαίην δὲ γέροντος ἐκυκλώσαντο πορείην
πώεα κητώεντα, φιλοψαμάθοιο δὲ φώκης
οἰγομένῳ βαρύδουπον ὕδωρ ἐπεπάφλασε λαιμῷ.
θυγατέρων δὲ φάλαγγα φιλεύιον εἰς μόθον ἕλκων
ἔγχεϊ κυματόεντι γέρων ὡπλίζετο Νηρεύς,
255 ποντοπόρῳ τριόδοντι καταθρῴσκων ἐλεφάντων,
δεινὸς ἰδεῖν: πολλαὶ δὲ παρ᾽ ᾐόνα γείτονες ὄχθαι
εἰναλίῃ Νηρῆος ἐδοχμώθησαν ἀκωκῇ.
Νηρεΐδων δὲ γένεθλα συνεκρούσαντο τοκῆι
ὑσμίνης ἀλάλαγμα: καὶ εἰς μόθον ὑψόθι πόντου
260 ἡμιφανὴς ἀπέδιλος ἐβακχεύθη χορὸς ἅλμης.
καὶ Σατύρων ἀσίδηρος ἐπαΐσσουσα κυδοιμῷ
ἀρχαίην ἐπὶ λύσσαν ἀνέδραμεν ἄστατος Ἰνώ,
λευκὸν ἐρευγομένη μανιώδεος ἀφρὸν ὑπήνης.
καὶ βλοσυρὴ Πανόπεια διαΐσσουσα γαλήνης
265 γλαυκὰ θαλασσαίης ἐπεμάστιε νῶτα λεαίνης:
καὶ ῥόπαλον δυσέρωτος ἀειρομένη Πολυφήμου
εἰναλίη Γαλάτεια κορύσσετο λυσσάδι Βάκχῃ:
κουφίζων δ᾽ ἀτίνακτον ἁλιτρεφέων ἐπὶ νώτων
πομπίλος ἠέρταζε δι᾽ ὕδατος ἄβροχον Εἰδώ.
270 ὡς δέ τις ἱππεύων ἐλατὴρ ὑπὸ κυκλάδι τέχνῃ.
δοχμώσας ὅλον ἵππον ἀριστερὸν ἐγγύθι νύσσης,
δεξιτερὸν κάμψειε, παριεμένοιο χαλινοῦ
κέντρῳ ἐπισπέρχων, προχέων πλήξιππον ἀπειλήν,
ὀκλάζων ἐπίκυρτος, ἐπ᾽ ἄντυγι γούνατα πήξας
275 ἰξύι καμπτομένῃ, καὶ ἑκούσιον ἵππον ἐλαύνων
φειδομένῃ παλάμῃ τεχνήμονι βαιὸν ἱμάσσει,
ὄμμα βαλὼν κατόπισθε, παρελκομένου δὲ προσώπου
δίφρον ὀπισθοπόροιο φυλάσσεται ἡνιοχῆος:
ὣς τότε Νηρεΐδες διερὴν περὶ νύσσαν ἀγῶνος
280 ἰχθύας ὠκυπόροισιν ἐοικότας ἤλασαν ἵπποις.
ἄλλη δ᾽ ἀντικέλευθον ἁλίδρομον εἶχε πορείην
ἡνίοχος δελφῖνος ὑπερκύψασα θαλάσσης,
νώτῳ δ᾽ ἰχθυόεντι καθιππεύουσα γαλήνης
ὑγρομανῆ δρόμον εἶχε: μανεὶς δέ τις ὑγρὸς ὁδίτης
285 μεσσοφανὴς δελφῖνας ὁμόζυγας ἔσχισε δελφίς.
καὶ ποταμοὶ κελάδησαν ἐς ὑσμίνην Διονύσου
θαρσύνοντες ἄνακτα, καὶ ἀενάων ἀπὸ λαιμῶν
ὑδατόεν μύκημα κεχηνότος Ὠκεανοῖο
ἄγγελος ὑσμίνης Ποσιδήιος ἔβρεμε σάλπιγξ:
290 καὶ πελάγη κυρτοῦτο συναιχμάζοντα τριαίνῃ:
Ἰκαρίῳ Μυρτῷος ἐπέτρεχεν, ἀγχιφανὴς δὲ
ἑσπερίῳ Σαρδῷος, Ἴβηρ ἐπεσύρετο Κελτῷ
οἰδαίνων πελάγεσσι
, καὶ ἠθάδι δίζυγι πόντῳ
Βόσπορος ἀστήρικτος ἐμίγνυε καμπύλον ὕδωρ,
295 Αἰγαίου δὲ ῥέεθρα συναιθύσσοντες ἀέλλῃ
Ἰονίης κενεῶνες ἐμαστίζοντο θαλάσσης
συζυγέες, Σικελῆς δὲ παρὰ σφυρὰ θυιάδος ἅλμης
κύμασι πυργωθεῖσα συνέκτυπεν Ἀδριὰς ἅλμη
ἀγχινεφής: καὶ κόχλον ἑλὼν ὑπὸ Σύρτιος ὕδωρ
300 εἰναλίῃ σάλπιγγι Λίβυς μυκήσατο Νηρεύς:
καί τις ἀναΐξας ῥοθίων χερσαῖος ὁδίτης
εἰς σκοπιὴν πόδα λαιὸν ἐρείσατο, δεξιτερῷ δὲ
οὕρεος ἄκρα κάρηνα ταμὼν ἐνοσίχθονι ταρσῷ
μαινάδος ἀψαύστοιο κατηκόντιζε καρήνου:
305 καὶ βυθίῳ τριόδοντι καταιχμάζων Διονύσου
ἅλμασι μητρῴοισιν ἐβακχεύθη Μελικέρτης.
Βασσαρίδων δὲ φάλαγγες ἐπεστρατόωντο κυδοιμῷ,
ὧν ἡ μὲν δονέουσα μετήλυδα βότρυν ἐθείρης
εἰς μόθον ὑδατόεντα κορύσσετο φοντάδι λύσσῃ,
310 ἄστατος οἰστρηθεῖσα ποδῶν βητάρμονι παλμῷ:
ἡ δὲ Σάμου Θρήισσαν ὑπὸ σπήλυγγα Καβείρων
νασσαμένη Λιβάνοιο παρεσκίρτησεν ἐρίπνῃ,
βάρβαρον αἰθύσσουσα μέλος Κορυβαντίδος ἠχοῦς:
ἄλλη ἀπὸ Τμώλοιο λεχωίδος ὕψι λεαίνης
315 ἄρσενα μιτρώσασα κόμην ὀφιώδεϊ δεσμῷ,
Μαιονὶς ἀκρήδεμνος ὑπεβρυχᾶτο Μιμαλλών,
καὶ ποδὸς ἴχνος ἔπηξε μετήορον ὑψόθεν ὄχθης,
μιμηλαῖς γενύεσσιν ὑπαφριόωσα θαλάσσῃ.
Σειληνοὶ δὲ Κίλισσαν ἀναβλύζοντες ἐέρσην
320 Μυγδονίων ἐλατῆρες ἐθωρήσσοντο λεόντων,
καὶ βυθίῳ καναχηδὸν ἐπισκιρτῶντες ὁμίλῳ
ἀμπελόεν παλάμῃσιν ἀνέσχεθον ἔρνος Ἐνυοῦς,
καὶ παλάμας τανύσαντο λεοντείην ἐπὶ δειρὴν
δραξάμενοι πλοκαμῖδος, ἀμαιμακέτους δὲ φορῆας
325 θαρσαλέοι λασίοισιν ἀνεκρούσαντο χαλινοῖς.
ἁρπάξας δὲ τένοντα χαραδρήεντος ἐναύλου
Σειληνὸς πολέμιζε Παλαίμονι, φοιταλέην δὲ
ἔγχεϊ κισσήεντι δι᾽ ὕδατος ἤλασεν Ἰνώ.
ἄλλῳ δ᾽ ἄλλος ἔριζε: καὶ οὐκ ᾐδέσσατο Βάκχη
330 θύρσῳ ἀκοντιστῆρι καταΐσσουσα τριαίνης,
Βάκχη θῆλυς ἐοῦσα: προασπίζων δὲ θαλάσσης
Πανὶ φιλοσκοπέλῳ μετανάστιος ἤρισε Νηρεὺς
πήχεϊ παφλάζοντι: δαφοινήεντι δὲ κισσῷ
δαίμονα Παλληναῖον ὀρεστιὰς ἤλασε Βάκχη,
335 οὐ δέ μιν ἐστυφέλιξεν: ἐπερχόμενον δὲ Λυαίῳ
Γλαῦκον ἀκοντιστῆρι Μάρων ἀπεσείσατο θύρσῳ.
ὑψινεφὴς δ᾽ ἐλέφας μελέων ἐνοσίχθονι παλμῷ
δινεύων στατὸν ἴχνος ἀκαμπέι γούνατος ὀγκῷ
χείλεσι μηκεδανοῖσι χαμευνάδι μάρνατο φώκῃ:
340 καὶ Σάτυροι ῥώοντο κυβιστητῆρι κυδοιμῷ
ταυροφυεῖς κεράεσσι πεποιθότες, ἐσσυμένων δὲ
ἀλλοφανὴς κεχάλαστο δι᾽ ἰξύος ὄρθιος οὐρή.
Σειληνῶν δὲ φάλαγγες ἐπέρρεον, ὧν ὁ μὲν αὐτῶν
ποσσὶ διχαζομένοις ἐποχημένος ἰξύι ταύρου
345 συμπλεκέων ἔθλιψε μέλος διδυμόθροον αὐλῶν.
καὶ πλοκάμους βαλίῃσι συναιθύσσουσα θυέλλαις
Μυγδονὶς ἐκροτάλιζεν ὁμόζυγα κύμβαλα Βάκχη,
καὶ λοφιὴν ἐπίκυρτον ἐμάστιε λυσσάδος ἄρκτου
θηρὸς ὑποβρυχίης ἀντώπιον: ἀγροτέρη δὲ
350 πόρδαλις οὐρεσίφοιτος ἐλαύνετο κέντορι θύρσῳ.
καί τις ἀμερσινόοιο κατάσχετος ἅλματι λύσσης
ἴχνεσιν ἀβρέκτοισιν ἐπεσκίρτησε θαλάσσῃ,
οἷα Ποσειδάωνος ἐπισκαίρουσα καρήνῳ:
λὰξ ποδὶ κύματα τύψεν, ἐπηπείλησε δὲ πόντῳ
355 σιγαλέῳ, καὶ κωφὸν ὕδωρ ἐπεμάστιε θύρσῳ
Βασσαρὶς ὑγροφόρητος: ἀπὸ πλοκάμοιο δὲ νύμφης
ἀφλεγέος σελάγιζε κατ᾽ αὐχένος αὐτόματον πῦρ,
θάμβος ἰδεῖν. κινυρὴ δὲ παρ᾽ ᾐόνι γείτονι πόντῳ
φύλοπιν εἰσορόωσα θαλασσομόθου Διονύσου
360 αἰνοπαθὴς Ψαμάθη πολυταρβέα ῥήξατο φωνήν:
‘Εἰ Θέτιδος χάριν οἶσθα καὶ εὐπαλάμου Βριαρῆος,
εἰ μάθες Αἰγαίωνα τεῶν χραισμήτορα θεσμῶν,
Ζεῦ ἄνα, Βάκχον ἔρυκε μεμηνότα: μηδὲ νοήσω
δουλοσύνην Νηρῆος ἐπὶ Γλαύκοιο τελευτῇ:
365 μὴ Θέτις αἰολόδακρυς ὑποδρήσσειε Λυαίῳ,
δμωίδα μή μιν ἴδοιμι παρὰ Βρομίῳ, χθόνα Λυδῶν
ὀψομένην μετὰ πόντον, Ἀχιλλέα, Πηλέα, Πύρρον,
υἱωνόν, πόσιν, υἷα μιῇ στενάχουσαν ἀνίῃ:
Λευκοθέην δ᾽ ἐλέαιρε γοήμονα, τῆς παρακοίτης
370 υἷα λαβὼν ἐδάιξε, τὸν ἀστόργοιο τοκῆος
παιδοφόνοι γλωχῖνες ἐδαιτρεύσαντο μαχαίρης.’
ὣς φαμένης ἤκουσε δι᾽ αἰθέρος ὑψιμέδων Ζεύς,
καὶ Βερόης ὑμέναιον ἐπέτρεπεν ἐννοσιγαίῳ,
καὶ μόθον ἐπρήυνε γαμοστόλον:οὐρανόθεν γὰρ
375 νυμφιδίην ἀτέλεστον ἀναστέλλοντες Ἐνυὼ
Βάκχον ἀπειλητῆρες ἐκυκλώσαντο κεραυνοί.
καὶ θεὸς ἀμπελόεις γαμίῳ δεδονημένος ἰῷ
κούρην μὲν μενέαινε: πατὴρ δέ μιν ὑψιμέδων Ζεὺς
βρονταίης ἀνέκοπτε μέλος σάλπιγγος ἀράσσων,
380 καὶ πόθον ὑσμίνης ἀνεσείρασε πάτριος ἠχώ.
ὀκναλέοις δὲ
πόδεσσιν ἐχάζετο νωθρὸς ὁδίτης,
στυγνὸς ὀπισθοβόλῳ δεδοκημένος ὄμματι κούρην:
οὔασι δ᾽ αἰδομένοισιν ἀειδομένων ἐνὶ πόντῳ
ζῆλον ἔχων ἤκουεν Ἀμυμώνης ὑμεναίων.
385 καὶ γάμον ἡμιτέλεστον ἁλίβρομος ἤπυε σύριγξ,
καὶ δονέων ἄσβεστον ἐν ὕδασι νυμφίδιον πῦρ
παστὸν Ἀμυμώνης θαλαμηπόλος ἤπυε Νηρεύς,
καὶ μέλος ἔπλεκε Φόρκυς: ὁμοζήλῳ δὲ πορείῃ
Γλαῦκος ἀνεσκίρτησεν, ἐβακχεύθη Μελικέρτης:
390 καὶ ζυγίην Γαλάτεια διακρούουσα χορείην
ἄστατος ὀρχηστῆρι ποδῶν ἐλελίζετο παλμῷ,
καὶ γάμιον μέλος εἶπεν, ἐπεὶ μάθε καλὰ λιγαίνειν
ποιμενίῃ σύριγγι διδασκομένη Πολυφήμου.
καὶ Βερόης διεροῖσιν ὁμιλήσας ὑμεναίοις
395 νυμφίος ἐννοσίγαιος ἐφίλατο πατρίδα νύμφης:
καὶ Βερόης ναέτῃσιν ἑῆς κειμήλιον εὐνῆς
Ἄρεος εἰναλίοιο θαλασσαίην πόρε νίκην.
καὶ γάμος ὄλβιος ἦεν, ἐπεὶ βυθίῳ παρὰ παστῷ
ἄξιον ἕδνον Ἔρωτος Ἄραψ ἐκομίσσατο Νηρεύς,
400 Ἡφαίστου σοφὸν ἔργον, Ὀλύμπια δαίδαλα, νύμφῃ,
ὁρμὸν ἄγων κάλυκάς τε φέρων ἕλικάς τε τιταίνων,
ὁππόσα Νηρεΐδεσσιν ἀμιμήτῳ κάμε τέχνῃ
Λήμνιος ἐργοπόνος παρὰ κύμασι καὶ μέσον ἅλμης
ἔμπυρον ἄκμονα πάλλεν ὑποβρυχίην τε πυράγρην,
405 φυσαλέου χοάνοιο περίδρομον ἄσθμα τιταίνων
ποιητοῖς ἀνέμοισιν, ἀναπτομένης δὲ καμίνου
ἐν ῥοθίοις ἄσβεστον ἐβόμβεεν ἐνδόμυχον πῦρ.