Book Read Free

Delphi Complete Works of Procopius

Page 134

by Procopius of Caesarea


  Ἔννοια δὲ τότε Ἰουστινιανῷ βασιλεῖ γέγονεν Αἰθίοπάς τε καὶ Ὁμηρίτας ἐπὶ τῷ Περσῶν πονηρῷ ἑταιρίσασθαι. ὅπη δὲ τῆς γῆς οἱ ἄνθρωποι οἵδε ᾤκηνται καὶ καθ̓ ὅ τι αὐτοὺς Ῥωμαίοις ξυνοίσειν βασιλεὺς ἤλπισεν, ἐρῶν ἔρχομαι. [2] τὰ Παλαιστίνης ὅρια πρὸς ἀνίσχοντα ἥλιον ἐς θάλασσαν τὴν Ἐρυθρὰν καλουμένην διήκει. [3] αὕτη δὲ ἡ θάλασσα ἐξ Ἰνδῶν ἀρχομένη ἐνταῦθα τελευτᾷ τῆς Ῥωμαίων ἀρχῆς. καὶ πόλις Αἰλὰς καλουμένη πρὸς τῇ ταύτης ἠϊόνι ἐστίν, ἔνθα ἡ θάλασσα, ὥσπερ μοι εἴρηται, ἀπολήγουσα πορθμός τις ἐς ἄγαν στενὸς γίνεται. καὶ αὐτὸν ἐνθένδε ἐσπλέοντι ἐν δεξιᾷ μὲν ὄρη τὰ Αἰγυπτίων πρὸς νότον ἄνεμον τετραμμένα ἐστίν, ἐπὶ θάτερα δὲ χώρα ἔρημος ἀνθρώπων ἐπὶ πλεῖστον διήκει πρὸς βορρᾶν ἄνεμον, ἥ τε γῆ αὕτη τῷ ἐσπλέοντι ἑκατέρωθεν ὁρατὴ γίνεται, μέχρι ἐς τὴν Ἰωτάβην καλουμένην νῆσον, Αἰλᾶ πόλεως σταδίους οὐχ ἧσσον ἢ χιλίους διέχουσαν. [4] ἔνθα Ἑβραῖοι αὐτόνομοι μὲν ἐκ παλαιοῦ ᾤκηντο, ἐπὶ τούτου δὲ Ἰουστινιανοῦ βασιλεύοντος κατήκοοι Ῥωμαίων γεγένηνται. [5] πέλαγος δὲ τὸ ἐνθένδε μέγα ἐκδέχεται. καὶ γῆν μὲν τὴν ἐν δεξιᾷ οἱ ταύτῃ ἐσπλέοντες οὐκέτι ὁρῶσιν, ἐς μέντοι τὴν εὐώνυμον νυκτὸς ἀεὶ ἐπιγινομένης ὁρμίζονται. [6] ἐν σκότῳ γὰρ ναυτίλλεσθαι ἐν ταύτῃ δὴ τῇ θαλάσσῃ ἀδύνατά ἐστιν, ἐπεὶ βράχους αὐτὴν ἔμπλεων ἐπὶ πλεῖστον ξυμβαίνει εἶναι. [7] ὅρμοι δέ εἰσιν ἐνταῦθα πολλοὶ οὐ χερσὶν ἀνθρώπων, ἀλλὰ τῇ φύσει τῶν χωρίων πεποιημένοι, καὶ ἀπ̓ αὐτοῦ τοῖς πλέουσιν οὐ χαλεπόν ἐστιν ὅπη παρατύχοι ὁρμίζεσθαι. Ταύτην δὴ τὴν ἠϊόνα εὐθὺς μὲν ὅρους τοὺς Παλαιστίνης ὑπερβάντι Σαρακηνοὶ ἔχουσιν, [8] οἳ ἐν τῷ φοινικῶνι ἐκ παλαιοῦ ἵδρυνται. [9] ἔστι δὲ ὁ φοινικὼν ἐν τῇ μεσογείᾳ ἐς χώραν κατατείνων πολλήν, ἔνθα δὴ ἄλλο τὸ παράπαν οὐδὲν ὅτι μὴ φοίνικες φύονται μόνοι. [10] τούτῳ τῷ φοινικῶνι βασιλέα Ἰουστινιανὸν Ἀβοχάραβος ἐδωρήσατο, ὁ τῶν ἐκείνῃ Σαρακηνῶν ἄρχων, καὶ αὐτὸν βασιλεὺς φύλαρχον τῶν ἐν Παλαιστίνῃ Σαρακηνῶν κατεστήσατο. [11] ἀδῄωτόν τε τὴν χώραν διεφύλαξε τὸν ἅπαντα χρόνον, ἐπεὶ τοῖς τε ἀρχομένοις βαρβάροις καὶ οὐδέν τι ἧσσον τοῖς πολεμίοις φοβερός τε ἀεὶ Ἀβοχάραβος ἔδοξεν εἶναι καὶ διαφερόντως δραστήριος. [12] τῷ μὲν οὖν λόγῳ τὸν φοινικῶνα βασιλεὺς ἔχει, μετεῖναι δὲ αὐτῷ τῶν ταύτῃ χωρίων οὐδ̓ ὁπωστιοῦν δυνατά ἐστι. [13] γῆ τε γὰρ ἀνθρώπων παντελῶς ἔρημος καὶ ἀτεχνῶς ἄνυδρος ἐν μέσῳ οὖσα ἐς δέκα ἡμερῶν ὁδὸν διήκει, καὶ αὐτὸς λόγου ὁτουοῦν ἄξιος ὁ φοινικὼν οὐδαμῆ ἐστιν, ἀλλ̓ ὄνομα δώρου ὅ τε Ἀβοχάραβος ἔδωκε μόνον καὶ βασιλεὺς εὖ εἰδὼς ἔλαβε. τὰ μὲν οὖν ἀμφὶ τῷ φοινικῶνι ταύτῃ πη ἔχει. [14] τούτων δὲ τῶν ἀνθρώπων ἄλλοι Σαρακηνοὶ ἐχόμενοι τὴν ἀκτὴν ἔχουσιν, οἳ δὴ Μαδδηνοὶ καλοῦνται, Ὁμηριτῶν κατήκοοι ὄντες. [15] οἱ δὲ Ὁμηρῖται οὗτοι ἐν χώρᾳ τῇ ἐπέκεινα ᾤκηνται πρὸς τῇ τῆς θαλάσσης ἠϊόνι. ὑπέρ τε αὐτοὺς ἄλλα ἔθνη πολλὰ μέχρι ἐς τοὺς ἀνθρωποφάγους Σαρακηνοὺς ἱδρῦσθαί φασι. [16] μεθ̓ οὓς δὴ τὰ γένη τῶν Ἰνδῶν ἐστιν. ἀλλὰ τούτων μὲν πέρι λεγέτω ἕκαστος ὥς πη αὐτῷ βουλομένῳ ἐστίν. [17] Ὁμηριτῶν δὲ καταντικρὺ μάλιστα ἐν τῇ ἀντιπέρας ἠπείρῳ Αἰθίοπες οἰκοῦσιν, οἳ Αὐξωμῖται ἐπικαλοῦνται, ὅτι δὴ αὐτοῖς τὰ βασίλειά ἐστιν ἐν πόλει Αὐξώμιδι. [18] καὶ θάλασσα ἣ ἐν μέσῳ ἐστὶν ἀνέμου μετρίως ἐπιφόρου ἐπιπεσόντος ἐς πέντε ἡμερῶν τε καὶ νυκτῶν διάπλουν διήκει. [19] ταύτῃ γὰρ καὶ νύκτωρ ναυτίλλεσθαι νενομίκασιν, ἐπεὶ βράχος ἐνταῦθα οὐδαμῆ ἐστιν: αὕτη πρὸς ἐνίων ἡ θάλασσα Ἐρυθρὰ κέκληται. τὰ γὰρ ταύτης ἐκτὸς ἐκπλέοντι ἄχρι ἐς τὴν ἠϊόνα καὶ Αἰλὰν πόλιν Ἀραβικὸς ὠνόμασται κόλπος. [20] χώρα γὰρ ἡ ἐνθένδε ἄχρι τῶν Γάζης πόλεως ὁρίων Ἀραβία τὸ παλαιὸν ὠνομάζετο, ἐπεὶ καὶ τὰ βασίλεια ἐν τοῖς ἄνω χρόνοις ἐν Πέτραις τῇ πόλει ὁ τῶν Ἀράβων βασιλεὺς εἶχεν. [21] ὁ μὲν οὖν τῶν Ὁμηριτῶν ὅρμος ἐξ οὗ ἀπαίροντες εἰώθασιν ἐς Αἰθίοπας πλεῖν Βουλικὰς ὀνομάζεται. [22] διαπλεύσαντες δὲ ἀεὶ τὸ πέλαγος τοῦτο καταίρουσιν ἐς τῶν Ἀδουλιτῶν τὸν λιμένα. Ἄδουλις δὲ ἡ πόλις τοῦ μὲν λιμένος μέτρῳ εἴκοσι σταδίων διέχει ῾τοσούτῳ γὰρ διείργεται τὸ μὴ ἐπιθαλάσσιος εἶναἰ, πόλεως δὲ Αὐξώμιδος ὁδῷ ἡμερῶν δώδεκα. [23] Πλοῖα μέντοι ὅσα ἔν τε Ἰνδοῖς καὶ ἐν ταύτῃ τῇ θαλάσσῃ ἐστὶν οὐ τρόπῳ τῷ αὐτῷ ᾧπερ αἱ ἄλλαι νῆες πεποίηνται. οὐδὲ γὰρ πίσσῃ οὐδὲ ἄλλῳ ὁτῳοῦν χρίονται, οὐ μὴν οὐδὲ σιδήρῳ διαμπερὲς ἰόντι ἐς ἀλλήλας αἱ σανίδες ξυμπεπήγασιν, ἀλλὰ βρόχοις τισὶ ξυνδέδενται. [24] αἴτιον δὲ οὐχ ὅπερ οἱ πολλοὶ οἴονται, πέτραι τινὲς ἐνταῦθα οὖσαι καὶ τὸν σίδηρον ἐφ̓ ἑαυτὰς ἕλκουσαι ῾τεκμήριον δέ: ταῖς γὰρ Ῥωμαίων ναυσὶν ἐξ Αἰλᾶ πλεούσαις ἐς θάλασσαν τήνδε, καίπερ σιδήρῳ πολλῷ ἡρμοσμέναις, οὔποτε τοιοῦτον ξυνηνέχθη παθεῖν̓, ἀλλ̓ ὅτι οὔτε σίδηρον οὔτε ἄλλο τι τῶν ἐς ταῦτα ἐπιτηδείων Ἰνδοὶ ἢ Αἰθίοπες ἔχουσιν. [25] οὐ μὴν οὐδὲ πρὸς Ῥωμαίων ὠνεῖσθαι τούτων τι οἷοί τέ εἰσιν, νόμῳ ἅπασι διαρρήδην ἀπειρημένον. [26] θάνατος γὰρ τῷ ἁλόντι ἡ ζημία ἐστί. τὰ μὲν οὖν ἀμφὶ τῇ Ἐρυθρᾷ καλουμένῃ θαλάσσῃ καὶ χώρᾳ ἣ αὐτῆς ἐφ̓ ἑκάτερά ἐστι ταύτῃ πη ἔχει. [27] Ἐκ δὲ Α�
��ξώμιδος πόλεως ἐς τὰ ἐπ̓ Αἰγύπτου ὅρια τῆς Ῥωμαίων ἀρχῆς, οὗ δὴ πόλις ἡ Ἐλεφαντίνη καλουμένη οἰκεῖται, τριάκοντα ὁδὸς ἡμερῶν ἐστιν εὐζώνῳ ἀνδρί. [28] ἐνταῦθα ἔθνη ἄλλα τε πολλὰ ἵδρυται καὶ Βλέμυές τε καὶ Νοβάται, πολυανθρωπότατα γένη. ἀλλὰ Βλέμυες μὲν ταύτης δὴ τῆς χώρας ἐς τὰ μέσα ᾤκηνται, Νοβάται δὲ τὰ ἀμφὶ Νεῖλον ποταμὸν ἔχουσι. πρότερον δὲ οὐ ταῦτα ἐγεγόνει τὰ ἔσχατα τῆς Ῥωμαίων ἀρχῆς, ἀλλ̓ ἐπέκεινα ὅσον ἑπτὰ ἑτέρων ἐπίπροσθεν ὁδὸν ἡμερῶν: [29] ἡνίκα δὲ ὁ Ῥωμαίων αὐτοκράτωρ Διοκλητιανὸς ἐνταῦθα γενόμενος κατενόησεν ὅτι δὴ τῶν μὲν ἐκείνῃ χωρίων ὁ φόρος λόγου ἄξιος ὡς ἥκιστα ἦν, ἐπεὶ στενὴν μάλιστα τὴν γῆν ἐνταῦθα ξυμβαίνει εἶναι ῾πέτραι γὰρ τοῦ Νείλου οὐ πολλῷ ἄποθεν ὑψηλαὶ λίαν ἀνέχουσαι τῆς χώρας τὰ λοιπὰ ἔχουσἰ, στρατιωτῶν δὲ πάμπολύ τι πλῆθος ἐνταῦθα ἐκ παλαιοῦ ἵδρυτο, ὧνπερ ταῖς δαπάναις ὑπερφυῶς ἄχθεσθαι συνέβαινε τὸ δημόσιον, ἅμα δὲ καὶ Νοβάται ἀμφὶ πόλιν Ὄασιν ᾠκημένοι τὰ πρότερα ἦγόν τε καὶ ἔφερον ἅπαντα ἐς ἀεὶ τὰ ἐκείνῃ χωρία, τούτους δὴ τοὺς βαρβάρους ἀνέπεισεν ἀναστῆναι μὲν ἐξ ἠθῶν τῶν σφετέρων, ἀμφὶ ποταμὸν δὲ Νεῖλον ἱδρύσασθαι, δωρήσασθαι αὐτοὺς ὁμολογήσας πόλεσί τε μεγάλαις καὶ χώρᾳ πολλῇ τε καὶ διαφερόντως ἀμείνονι ἧσπερ τὰ πρότερα ᾤκηντο. [30] οὕτω γὰρ ᾤετο αὐτούς τε οὐκέτι τά γε ἀμφὶ τὴν Ὄασιν ἐνοχλήσειν χωρία καὶ γῆς τῆς σφίσι διδομένης μεταποιουμένους, ἅτε οἰκείας οὔσης, ἀποκρούσεσθαι Βλέμυάς τε, ὡς τὸ εἰκός, καὶ βαρβάρους τοὺς ἄλλους. [31] ἐπεί τε τοὺς Νοβάτας ταῦτα ἤρεσκε, τήν τε μετανάστασιν αὐτίκα δὴ μάλα πεποίηντο ᾗπερ ὁ Διοκλητιανὸς σφίσιν ἐπέστελλε, καὶ Ῥωμαίων τάς τε πόλεις καὶ χώραν ξύμπασαν ἐφ̓ ἑκάτερα τοῦ ποταμοῦ ἐξ Ἐλεφαντίνης πόλεως ἔσχον. [32] τότε δὴ ὁ βασιλεὺς οὗτος αὐτοῖς τε καὶ Βλέμυσιν ἔταξε δίδοσθαι ἀνὰ πᾶν ἔτος ῥητόν τι χρυσίον ἐφ̓ ᾧ μηκέτι γῆν τὴν Ῥωμαίων ληίσωνται. [33] ὅπερ καὶ ἐς ἐμὲ κομιζόμενοι οὐδέν τι ἧσσον καταθέουσι τὰ ἐκείνῃ χωρία. οὕτως ἄρα βαρβάρους ἅπαντας οὐδεμία μηχανὴ διασώσασθαι τὴν ἐς Ῥωμαίους πίστιν ὅτι μὴ δέει τῶν ἀμυνομένων στρατιωτῶν. [34] καίτοι καὶ νῆσόν τινα ἐν ποταμῷ Νείλῳ ἄγχιστά πη τῆς Ἐλεφαντίνης πόλεως εὑρὼν ὁ βασιλεὺς οὗτος φρούριόν τε ταύτῃ δειμάμενος ὀχυρώτατον, κοινούς τινας ἐνταῦθα νεώς τε καὶ βωμοὺς Ῥωμαίοις τε καὶ τούτοις δὴ κατεστήσατο τοῖς βαρβάροις, καὶ ἱερεῖς ἑκάστων ἐν τῷ φρουρίῳ τούτῳ ἱδρύσατο, ἐν τῷ βεβαίῳ τὴν φιλίαν αὐτοῖς ἔσεσθαι τῷ μετέχειν τῶν ἱερῶν σφίσιν οἰόμενος. [35] διὸ δὴ καὶ Φίλας ἐπωνόμασε τὸ χωρίον. ἄμφω δὲ ταῦτα τὰ ἔθνη, οἵ τε Βλέμυες καὶ οἱ Νοβάται, τούς τε ἄλλους θεοὺς οὕσπερ Ἕλληνες νομίζουσι πάντας, καὶ τήν τε Ἶσιν τόν τε Ὄσιριν σέβουσι, καὶ οὐχ ἥκιστά γε τὸν Πρίαπον. [36] οἱ μέντοι Βλέμυες καὶ ἀνθρώπους τῷ ἡλίῳ θύειν εἰώθασι. ταῦτα δὲ τὰ ἐν Φίλαις ἱερὰ οὗτοι δὴ οἱ βάρβαροι καὶ ἐς ἐμὲ εἶχον, ἀλλὰ βασιλεὺς αὐτὰ Ἰουστινιανὸς καθελεῖν ἔγνω. [37] Ναρσῆς γοῦν, Περσαρμένιος γένος, οὗ πρόσθεν ἅτε ηὐτομοληκότος ἐς Ῥωμαίους ἐμνήσθην, τῶν ἐκείνῃ στρατιωτῶν ἄρχων τά τε ἱερὰ καθεῖλε, βασιλέως οἱ ἐπαγγείλαντος, καὶ τοὺς μὲν ἱερεῖς ἐν φυλακῇ ἔσχε, τὰ δὲ ἀγάλματα ἐς Βυζάντιον ἔπεμψεν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι.

  Ὑπὸ τοὺς χρόνους τοῦ πολέμου τοῦδε Ἑλλησθεαῖος ὁ τῶν Αἰθιόπων βασιλεύς, Χριστιανός τε ὢν καὶ δόξης τῆσδε ὡς μάλιστα ἐπιμελούμενος, ἐπειδὴ Ὁμηριτῶν τῶν ἐν τῇ ἀντιπέρας ἠπείρῳ ἔγνω πολλοὺς μὲν Ἰουδαίους ὄντας, πολλοὺς δὲ δόξαν τὴν παλαιὰν σέβοντας ἣν δὴ καλοῦσιν Ἑλληνικὴν οἱ νῦν ἄνθρωποι, ἐπιβουλῇ μέτρον οὐκ ἐχούσῃ ἐς τοὺς ἐκείνῃ Χριστιανοὺς χρῆσθαι, στόλον τε νηῶν καὶ στράτευμα ἀγείρας ἐπ̓ αὐτοὺς ἦλθε, καὶ μάχῃ νικήσας τόν τε βασιλέα καὶ τῶν Ὁμηριτῶν πολλοὺς ἔκτεινεν, ἄλλον τε αὐτόθι Χριστιανὸν βασιλέα καταστησάμενος, Ὁμηρίτην μὲν γένος, ὄνομα δὲ Ἐσιμιφαῖον, φόρον τε αὐτῷ τάξας Αἰθίοψι φέρειν ἀνὰ πᾶν ἔτος, ἐπ̓ οἴκου ἀνεχώρησε. [2] τούτου τοῦ Αἰθιόπων στρατοῦ δοῦλοί τε πολλοὶ καὶ ὅσοι ἐπιτηδείως ἐς τὸ κακουργεῖν εἶχον τῷ μὲν βασιλεῖ ἕπεσθαι οὐδαμῆ ἤθελον, αὐτοῦ δὲ ἀπολειπόμενοι ἔμενον ἐπιθυμίᾳ τῆς Ὁμηριτῶν χώρας: ἀγαθὴ γὰρ ὑπερφυῶς ἐστιν. [3] Οὗτος ὁ λεὼς χρόνῳ οὐ πολλῷ ὕστερον ξὺν ἑτέροις τισὶν Ἐσιμιφαίῳ τῷ βασιλεῖ ἐπαναστάντες, αὐτὸν μὲν ἔν τινι τῶν ἐκείνῃ φρουρίων καθεῖρξαν, ἕτερον δὲ Ὁμηρίταις βασιλέα κατεστήσαντο, [4] Ἄβραμον ὄνομα. ὁ δὲ Ἄβραμος οὗτος Χριστιανὸς μὲν ἦν, δοῦλος δὲ Ῥωμαίου ἀνδρὸς ἐν πόλει Αἰθιόπων Ἀδούλιδι ἐπὶ τῇ κατὰ θάλασσαν ἐργασίᾳ διατριβὴν ἔχοντος. [5] ἃ δὴ Ἑλλησθεαῖος μαθὼν τίσασθαί τε Ἄβραμον ὁμοῦ τοῖς ξὺν αὐτῷ ἐπαναστᾶσι τῆς ἐς τὸν Ἐσιμιφαῖον ἀδικίας ἐν σπουδῇ ἔχων, στράτευμά τε τρισχιλίων ἀνδρῶν καὶ ἄρχοντα τῶν τινα ξυγγενῶν τῶν αὑτοῦ ἐπ̓ αὐτοὺς ἔπεμψεν. [6] οὗτος ὁ στρατὸς οὐκέτι ἐθέλοντες ἐπ̓ οἴκου ἐπανιέναι ἀλλ̓ αὐτοῦ ἐν χώρᾳ ἀγαθῇ μένειν, κρύφα τοῦ ἄρχοντος τῷ Ἀβράμῳ ἐς λόγους ἦλθον, ἔς τε ξυμβολὴν καταστάντες τοῖς ἐναντίοις, ἐπειδὴ ἐν τῷ ἔργῳ ἐγένοντο, κτείναντες τὸν ἄρχοντα τῷ τε τῶ�
� πολεμίων στρατῷ ἀνεμίγνυντο καὶ αὐτοῦ ἔμενον. [7] θυμῷ δὲ πολλῷ Ἑλλησθεαῖος ἐχόμενος καὶ ἄλλο στράτευμα ἐπ̓ αὐτοὺς ἔπεμψεν, οἳ δὴ τοῖς ἀμφὶ τὸν Ἄβραμον ἐς χεῖρας ἐλθόντες παρὰ πολύ τε ἡσσηθέντες τῇ μάχῃ ἐπ̓ οἴκου εὐθὺς ἀνεχώρησαν. δείσας τε τὸ λοιπὸν ὁ τῶν Αἰθιόπων βασιλεὺς ἐπὶ τὸν Ἄβραμον οὐκέτι ἐστράτευσεν. [8] Ἑλλησθεαίου δὲ τελευτήσαντος φόρους Ἄβραμος ὡμολόγησε φέρειν τῷ μετ̓ αὐτὸν τὴν Αἰθιόπων βασιλείαν παραλαβόντι, οὕτω τε τὴν ἀρχὴν ἐκρατύνατο. ἀλλὰ ταῦτα μὲν χρόνῳ τῷ ὑστέρῳ ἐγένετο. [9] Τότε δὲ Ἰουστινιανὸς ὁ βασιλεὺς ἐν μὲν Αἰθίοψι βασιλεύοντος Ἑλλησθεαίου, Ἐσιμιφαίου δὲ ἐν Ὁμηρίταις, πρεσβευτὴν Ἰουλιανὸν ἔπεμψεν, ἀξιῶν ἄμφω Ῥωμαίοις διὰ τὸ τῆς δόξης ὁμόγνωμον Πέρσαις πολεμοῦσι ξυνάρασθαι, ὅπως Αἰθίοπες μὲν ὠνούμενοί τε τὴν μέταξαν ἐξ Ἰνδῶν ἀποδιδόμενοί τε αὐτὴν ἐς Ῥωμαίους, αὐτοὶ μὲν κύριοι γένωνται χρημάτων μεγάλων, Ῥωμαίους δὲ τοῦτο ποιήσωσι κερδαίνειν μόνον, ὅτι δὴ οὐκέτι ἀναγκασθήσονται τὰ σφέτερα αὐτῶν χρήματα ἐς τοὺς πολεμίους μετενεγκεῖν ῾αὕτη δέ ἐστιν ἡ μέταξα ἐξ ἧς εἰώθασι τὴν ἐσθῆτα ἐργάζεσθαι ἣν πάλαι μὲν Ἕλληνες Μηδικὴν ἐκάλουν, τανῦν δὲ σηρικὴν ὀνομάζουσιν̓, Ὁμηρῖται δὲ ὅπως Καϊσὸν τὸν φυγάδα φύλαρχον Μαδδηνοῖς καταστήσωνται καὶ στρατῷ μεγάλῳ αὐτῶν τε Ὁμηριτῶν καὶ Σαρακηνῶν τῶν Μαδδηνῶν ἐσβάλωσιν ἐς τὴν Περσῶν γῆν. [10] ῾ὁ δὲ Καϊσὸς οὗτος γένους μὲν ἦν τοῦ φυλαρχικοῦ καὶ διαφερόντως ἀγαθὸς τὰ πολέμια, τῶν δέ τινα Ἐσιμιφαίου ξυγγενῶν κτείνας ἐς γῆν ἔφευγεν ἣ δὴ ἔρημος ἀνθρώπων [11] παντάπασίν ἐστιν.᾿ ἑκάτερος μὲν οὖν τὴν αἴτησιν ὑποσχόμενος ἐπιτελῆ ποιήσειν τὸν πρεσβευτὴν ἀπεπέμψατο, ἔδρασε δὲ αὐτοῖν τὰ ὡμολογημένα οὐδέτερος. [12] τοῖς τε γὰρ Αἰθίοψι τὴν μέταξαν ὠνεῖσθαι πρὸς τῶν Ἰνδῶν ἀδύνατα ἦν, ἐπεὶ ἀεὶ οἱ Περσῶν ἔμποροι πρὸς αὐτοῖς τοῖς ὅρμοις γινόμενοι οὗ δὴ τὰ πρῶτα αἱ τῶν Ἰνδῶν νῆες καταίρουσιν, ἅτε χώραν προσοικοῦντες τὴν ὅμορον, ἅπαντα ὠνεῖσθαι τὰ φορτία εἰώθασι, καὶ τοῖς Ὁμηρίταις χαλεπὸν ἔδοξεν εἶναι χώραν ἀμειψαμένοις ἔρημόν τε καὶ χρόνου πολλοῦ ὁδὸν κατατείνουσαν ἐπ̓ ἀνθρώπους πολλῷ μαχιμωτέρους ἰέναι. [13] ἀλλὰ καὶ Ἄβραμος ὕστερον, ὅτε δὴ τὴν ἀρχὴν ὡς ἀσφαλέστατα ἐκρατύνατο, πολλάκις μὲν Ἰουστινιανῷ βασιλεῖ ὡμολόγησεν ἐς γῆν τὴν Περσίδα ἐσβάλλειν, ἅπαξ δὲ μόνον τῆς πορείας ἀρξάμενος ὀπίσω εὐθὺς ἀπεχώρησε. τὰ μὲν οὖν Αἰθιόπων τε καὶ Ὁμηριτῶν ταύτῃ Ῥωμαίοις ἐχώρησεν.

 

‹ Prev